- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:3.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者勉励昔日同窗恪守对哲学的热忱,告诫他们不可废弃修辞术与诗歌,而当以亚里士多德与柏拉图的学说作为治学的核心根基。
Εἴ τις ὑμᾶς πέπεικεν, ὅτι τοῦ φιλοσοφεῖν1 ἐπὶ σχολῆς ἀπραγμόνως ἐστὶν ἥδιον ἢ λυσιτελέστερόν τι τοῖς ἀνθρώποις, ἠπατημένος ἐξαπατᾷ· εἰ δὲ μένει παρ’ ὑμῖν ἡ πάλαι προθυμία καὶ μὴ καθάπερ φλὸξ λαμπρὰ ταχέως ἀπέσβη, μακαρίους ἔγωγε ὑμᾶς ὑπολαμβάνω. τέταρτος ἐνιαυτὸς ἤδη παρελήλυθε καὶ μὴν οὑτοσὶ τρίτος ἐπ’ αὐτῷ σχεδόν, ἐξότε κεχωρίσμεθα ἡμεῖς ἀλλήλων. ἡδέως δ’ ἂν σκεψαίμην, ἐν τούτῳ πόσον τι προεληλύθατε. τὰ δὲ ἐμά,2 εἰ καὶ φθεγγοίμην Ἑλληνιστί, θαυμάζειν ἄξιον· οὕτως ἐσμὲν ἐκβεβαρβαρωμένοι διὰ τὰ χωρία. μὴ καταφρονεῖτε τῶν λογιδίων, μηδὲ ἀμελεῖτε ῥητορικῆς μηδὲ τοῦ ποιήμασιν ὁμιλεῖν. ἔστω δὲ τῶν μαθημάτων ἐπιμέλεια πλείων, ὁ δὲ πᾶς πόνος τῶν Ἀριστοτέλους καὶ Πλάτωνος δογμάτων ἐπιστήμη. τοῦτο ἔργον ἔστω, τοῦτο κρηπίς, θεμέλιος, οἰκοδομία, στέγη· τἆλλα δὲ πάρεργα, μετὰ μείζονος σπουδῆς παρ’ ὑμῶν ἐπιτελούμενα ἢ παρά τισι τὰ ἀληθῶς ἔργα. ἐγὼ νὴ τὴν θείαν Δίκην ὑμᾶς ὡς ἀδελφοὺς φιλῶν ταῦτα ὑμῖν συμβουλεύω· γεγόνατε γάρ μοι συμφοιτηταὶ καὶ πάνυ φίλοι. εἰ μὲν οὖν πεισθείητε, πλέον στέρξω, ἀπειθοῦντας δὲ ὁρῶν λυπήσομαι. λύπη δὲ συνεχὴς εἰς ὅ ποτε τελευτᾶν εἴωθεν, εἰπεῖν παραιτοῦμαι οἰωνοῦ κρείττονος ἕνεκα.3
若有人说服你们,令你们以为在闲暇宁静中从事哲学之外,还有什么对人类而言更为惬意或更为有益之物,那他便是自受蒙蔽而又欺骗他人。但若昔日的热忱仍存留于你们心中,并未如璀璨的火焰那般迅速熄灭,我便视你们为有福之人。自我们彼此分别以来,如今第四个年头已经过去,而这其后的第三个年头也几乎所剩无几了。我很乐意探知,在这段时日里你们究竟取得了多少长进。至于我自己,倘若我还能讲希腊语,这便已足堪称奇;只因身处这些僻壤,我们竟已彻底沦于蛮化。切莫鄙弃短小篇章,亦莫忽视修辞术或与诗歌为伴。然而,对诸般学课当有更多的照拂,一切心力更当化作对亚里士多德与柏拉图学说的通达精微。当视此为正业,视此为柱基、地基、栋宇乃至屋顶;而将其余诸事视作副业,由你们以甚至胜过某些人从事真正事业的热忱去加以成就。我指着神圣的正义起誓,因如手足般珍爱你们,方予你们此番劝告;因为你们曾是我的同窗,亦是我挚极的友朋。因此,若你们听从劝告,我将倍加珍爱;若见你们抗违不从,我必深感悲痛。至于那无休止的悲痛惯常会导致何种结局,为了吉兆的缘故,我便隐忍而不言了。
- 441aτοῦ φιλοσοφεῖν
带冠词不定式短语 τοῦ φιλοσοφεῖν ἐπὶ σχολῆς ἀπραγμόνως 作比较格性属格,受后文比较级 ἥδιον ἢ λυσιτελέστερον 支配。此处构成倒置(hyperbaton),比较的基准被置于比较级本身之前。
- 441bτὰ δὲ ἐμά
置于句首的中性复数主格(或作关系宾格),用于提示话题。它并非严格充当后文主句 θαυμάζειν ἄξιον [ἐστί] 的语法主语,而是起到“至于我个人的处境”这一引入话题的作用。
- 441dοἰωνοῦ κρείττονος ἕνεκα
意为“为了更好的吉兆”的习语。这是一种避凶就吉的婉曲表达(apotropaic formula),用以避免直接说出死亡或破灭等不吉利的结果。
