- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:2.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者敦促友人尽早来访,请求其代为寻访扬布利柯的著作,告诫其勿听信狄奥多鲁斯派的毁谤,并高度赞赏友人所辑录的亚里士多德著作。
Περὶ τοῦ τὴν σὴν ἀγαθότητα πρός με ἥκειν,1 εἴπερ διανοῇ, νῦν σὺν τοῖς θεοῖς βούλευσαι καὶ προθυμήθητι· τυχὸν γὰρ ὀλίγον ὕστερον οὐδὲ ἐγὼ σχολὴν ἄξω. τὰ Ἰαμβλίχου πάντα μοι τὰ εἰς τὸν ὁμώνυμον ζήτει· δύνασαι δὲ μόνος· ἔχει γὰρ ὁ τῆς σῆς ἀδελφῆς γαμβρὸς εὐδιόρθωτα. εἰ δὲ μὴ σφάλλομαι, καὶ σημεῖόν τί μοι, ἡνίκα τοῦτο τὸ μέρος ἔγραφον, ἐγένετο θαυμάσιον. ἱκετεύω σε, μὴ διαθρυλείτωσαν οἱ Θεοδώρειοι καὶ τὰς σὰς ἀκοάς, ὅτι ἄρα φιλότιμος ὁ θεῖος ἀληθῶς καὶ μετὰ Πυθαγόραν καὶ Πλάτωνα τρίτος Ἰάμβλιχος· εἰ δὲ τολμηρὸν πρὸς σὲ τὴν αὑτοῦ διάνοιαν φανερὰν ποιεῖν, ὡς ἕπεται τοῖς ἐνθουσιῶσιν, οὐ παράλογος ἡ συγγνώμη· καὶ αὐτὸς δὲ περὶ μὲν Ἰάμβλιχον ἐν φιλοσοφίᾳ, περὶ δὲ τὸν ὁμώνυμον ἐν θεοσοφίᾳ μέμηνας. καὶ νομίζω τοὺς ἄλλους, κατὰ τὸν Ἀπολλόδωρον, μηθὲν εἶναι πρὸς τούτους. ὑπὲρ δὲ τῶν Ἀριστοτέλους συναγωγῶν ἃς ἐποιήσω, τοσοῦτόν σοι λέγω· πεποίηκάς με ψευδεπίγραφον εἶναί σου μαθητήν· ὁ μὲν γὰρ Τύριος Μάξιμος ἓξ βιβλίοις με τῆς Πλατωνικῆς λογικῆς ὀλίγα μυεῖν εἶχε,2 σὺ δέ με δι’ ἑνὸς βιβλίου τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐποίησας ἴσως δὴ καὶ βάκχον, ἀλλ’ οὖν γε ναρθηκοφόρον. εἰ δὲ ἀληθῆ λέγω, παραγενομένῳ σοι πολλὰ πάνυ τοῦ πέρυσιν χειμῶνος ἐξελέγξει πάρεργα.3
关于阁下惠临我处一事,若你确有此意,现在便与诸神一同决断并奋勉前行吧;因为或许稍后连我也将无暇以对。请为我寻访扬布利柯关于〔我的〕同名者的全部著作;唯独你能办到此事,因为你姐妹的女婿藏有校订完好的抄本。若我未曾记错,正当我书写此节之时,竟有一奇妙的征兆显现于我。我恳求你,切莫让狄奥多鲁斯的追随者也充塞你的耳鼓,妄称这位当之无愧的神圣者、继毕达哥拉斯与柏拉图之后的第三人扬布利柯竟是热衷虚名之辈。不过,即便向你袒露己见实属冒昧,但正如被神灵附体者所常有那般,求得宽恕并非不合情理;因为你自己也在哲学上狂热推崇扬布利柯,在神智学上痴迷〔我的〕同名者。且依阿波罗多洛斯之言,我认为其余众人在他们二人面前根本不值一提。至于你所编纂的亚里士多德文辑,我仅对你说这一句:你已令我成了挂着虚名的你的弟子。因为推罗的马克西姆斯耗费六卷之巨,方能使我略通柏拉图逻辑之微言,而你仅凭一卷之书,便已使我或许果真成了亚里士多德哲学的狂喜者,至少也是执杖之人了。而我所言是否属实,待你到来之际,去年冬日的诸多余力之作自会向你证实。
- 2.1Περὶ τοῦ τὴν σὴν ἀγαθότητα πρός με ἥκειν
介词 περὶ 接带中性单数冠词的中性不定式短语(περὶ τοῦ ... ἥκειν),以 τὴν σὴν ἀγαθότητα 作其逻辑主语,置于句首作为独立的主题性介词短语(悬垂结构),统摄后文的祈使句 βούλευσαι καὶ προθυμήθητι,表“关于……一事,请……”。
- 2.1εἶχε
动词 εἶχε 接不定式 μυεῖν,构成表示“能够”(与 ἠδύνατο 同义)的情态用法,而非表一般的“拥有”。
- 2.1παραγενομένῳ σοι πολλὰ πάνυ τοῦ πέρυσιν χειμῶνος ἐξελέγξει πάρεργα
中性复数名词 πολλὰ πάνυ ... πάρεργα 作主语,谓语动词 ἐξελέγξει 采用单数形式,遵循古希腊语中性复数主语与单数动词一致的规则。παραγενομένῳ σοι 为与格结构,兼具动词间接宾语(关涉与格)与时间条件分词(“待你抵达之时”)的功能。
