← 朱利安

书信集

§29.1-29.5

延误复信的辩解与告诫友人克制

作者解释因政务繁忙未能及时复信,指示在达佛涅的营造工程,告诫友人在面对与劳里基奥斯的纷争及书信公开风波时保持宽容与克制,并承诺补偿更为丰厚的田产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

Εἰ τὰς σὰς ἐπιστολὰς ἐγὼ παρὰ φαῦλον ποιοῦμαι, "ἐξ ἄρα δή μοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί." τί γὰρ οὐκ ἔνεστιν ἐν τοῖς σοῖς καλόν; εὔνοια, πίστις, ἀλήθεια, καὶ τὸ πρὸ τούτων, οὗ χωρὶς οὐδέν ἐστι τἆλλα, φρόνησις ἅπασι τοῖς ἑαυτῆς μέρεσιν, ἀγχινοίᾳ, συνέσει, εὐβουλίᾳ διαδεικνυμένη. ὅτι δὲ οὐκ ἀντιγράφω, τοῦτο γὰρ καὶ κατεμέμψω,1 σχολὴν οὐκ ἄγω, μὰ τοὺς θεούς, καὶ μὴ νομίσῃς ἀκκισμὸν εἶναι μηδὲ παιδιὰν τὸ πρᾶγμα. μαρτύρομαι τοὺς λογίους θεούς, ὅτι πλὴν Ὁμήρου καὶ Πλάτωνος οὐκ ἀκολουθεῖ μοι πυκτίον οὔτε φιλόσοφον οὔτε ῥητορικὸν οὔτε γραμματικὸν οὔθ’ ἱστορία τις τῶν ἐν κοινῇ χρείᾳ· καὶ ταῦτα δὲ αὐτὰ τοῖς περιάπτοις ἔοικε καὶ φυλακτηρίοις· δέδεται γὰρ ἀεί. ὀλίγα λοιπὸν καὶ εὔχομαι καίτοι δεόμενος, ὡς εἰκός, εἴ πέρ ποτε ἄλλοτε καὶ νῦν εὐχῶν πολλῶν πάνυ, καὶ μεγάλων. ἀλλ’ ἄγχει πάντοθεν περιεχόμενα τὰ πράγματα, ὄψει δὲ ἴσως καὶ αὐτός, ὅταν εἰς τὴν Συρίαν γένωμαι.

倘若我对你的书信等闲视之,“那么定是众神亲自夺去了我的理智”。 因为在你的信中何尝缺少美好之物?善意、忠诚、真实,以及在这些之先、若无之则其余皆成虚妄的审慎明智,在敏锐、理解、善断等一切部分中皆彰明昭著。至于我未曾复信——这正是你所责难的——凭众神起誓,我实在毫无闲暇,切莫以为这是矜持作态或儿戏之事。我请执掌辞章的诸神作证,除了荷马与柏拉图之外,没有任何卷册随我身侧,无论是哲学的、修辞的、语法的,还是世人常用的任何史书;而这两者本身也宛如护身符和辟邪之物,因它们始终绑扎着。因此我极少祈祷,尽管依理而论,如果说以往任何时候有所需要,那么如今正极其迫切地需要极多且宏大的祈祷。但四面缠绕的政务窒息着我,待我抵达叙利亚时,想必你本人也将亲眼目睹。

§29.2

Περὶ δὲ ὧν ἐπέστειλάς μοι, πάντα ἐπαινῶ, πάντα θαυμάζω ἃ ἐννοεῖς, οὐδέν ἐστιν ἀπόβλητον ἐξ ἐκείνων. ἴσθι οὖν ὅτι καὶ πάντα πράξω σὺν θεοῖς.

至于你来信所言之事,我赞赏一切,对你所筹划的一切深感佩服,其中绝无任何应予摒弃之物。因此请确信,在诸神护佑下我定将一切付诸实行。

§29.3

τοὺς κίονας τοὺς Δαφναίους θοῦ πρὸ τῶν ἄλλων· τοὺς ἐκ βασιλείων τῶν πανταχοῦ λαβὼν ἀποκόμισον, ὑπόστησον δὲ εἰς τὰς ἐκείνων χώρας τοὺς ἐκ τῶν ἔναγχος κατειλημμένων οἰκιῶν· εἰ δὲ κἀκεῖθεν ἐπιλείποιεν, ὀπτῆς πλίνθου καὶ κόνεως τέως ἔξωθεν μαρμαρώσαντες εὐτελεστέροις χρησώμεθα· τὸ δὲ ὅσιον ὅτι πολυτελείας ἐστὶ κρεῖττον καὶ τοῖς εὖ φρονοῦσιν ἡδονὴν ἐν βίῳ καὶ τῇ χρήσει ἔχον πολλήν, αὐτὸς οἶδας.

达佛涅的石柱要优先于其他柱子立起;从各处的宫殿中取来柱子运去,在原处则代之以近日没收的宅邸中所取之柱;倘若从那里取来仍有匮乏,暂且使用烧砖与灰浆,外面覆以大理石饰面,采用较廉价之物即可;因为你自知,神圣之物本就优于奢华,且对于明哲之士而言,无论在生活还是实用中皆蕴含巨大欣悦。

§29.4

Περὶ δὲ τῶν πρὸς Λαυρίκιον οὐθὲν οἶμαι δεῖν ἐπιστέλλειν σοι, πλὴν τοσοῦτον παραινῶ, πᾶσαν ὀργὴν ἄφες, ἐπίτρεψον ἅπαντα τῇ δίκῃ, τὰς ἀκοὰς ὑφέξων αὐτοῦ τοῖς λόγοις μετὰ πάσης πίστεως τῆς πρὸς τὸ δίκαιον. καὶ οὔ φημι τοῦτο, ὡς οὐκ ἐπαχθῆ τὰ πρὸς σὲ γραφέντα καὶ πλήρη πάσης ὕβρεως καὶ ὑπεροψίας, ἀλλὰ χρὴ φέρειν· ἀνδρὸς γάρ ἐστιν ἀγαθοῦ καὶ μεγαλοψύχου ἀκούειν μὲν κακῶς, λέγειν δὲ μὴ κακῶς. ὥσπερ γὰρ τὰ βαλλόμενα πρὸς τοὺς στερεοὺς καὶ γενναίους τοίχους ἐκείνοις μὲν οὐ προσιζάνει, οὐδὲ πλήττει, οὐδὲ ἐγκάθηται, σφοδρότερον δὲ ἐπὶ τοὺς βάλλοντας ἀνακλᾶται, οὕτω πᾶσα λοιδορία καὶ βλασφημία καὶ ὕβρις ἄδικος ἀνδρὸς ἀγαθοῦ καταχυθεῖσα θιγγάνει μὲν οὐδαμῶς ἐκείνου, τρέπεται δὲ ἐπὶ τὸν καταχέοντα. ταῦτά σοι παραινῶ, τὰ δὲ ἑξῆς ἔσται τῆς κρίσεως. ὑπὲρ δὲ τῶν ἐμῶν ἐπιστολῶν ἅς φησί σε λαβόντα παρ’ ἐμοῦ δημοσιεῦσαι, γελοῖον εἶναί μοι φαίνεται φέρειν εἰς κρίσιν· οὐθὲν γὰρ ἐγώ, μὰ τοὺς θεούς, πρός σε πώποτε γέγραφα οὔτε πρὸς ἄλλον ἄνθρωπον οὐδένα, ὃ μὴ δημοσίᾳ τοῖς πᾶσι προκεῖσθαι βούλομαι· τίς γὰρ ἀσέλγεια, τίς ὕβρις, τίς προπηλακισμός, τίς λοιδορία, τίς αἰσχρορρημοσύνη ταῖς ἐμαῖς ἐπιστολαῖς ἐνεγράφη ποτέ; ὅς γε, καὶ εἰ πρός τινα τραχύτερον εἶχον, διδούσης μοι τῆς ὑποθέσεως ὥσπερ ἐξ ἁμάξης εἰπεῖν,2 οἷα ψευδῶς ἐπὶ τοῦ Λυκάμβου Ἀρχίλοχος, σεμνότερον αὐτὰ καὶ σωφρονέστερον ἐφθεγξάμην ἤ τις ἱερὰν ὑπόθεσιν μετῄει. εἰ δὲ τῆς ὑπαρχούσης ἡμῖν πρὸς ἀλλήλους εὐνοίας ἔμφασιν εἶχε τὰ γράμματα, τοῦτο ἐγὼ λανθάνειν ἠβουλόμην ἢ ἀποκρύπτεσθαι; διὰ τί; μάρτυρας ἔχω τοὺς θεοὺς πάντας τε καὶ πάσας, ὅτι, καὶ ὅσα μοι πρὸς τὴν γαμετήν, οὐκ ἄν ἠχθέσθην, εἴ τις ἐδημοσίευσεν· οὕτως ἦν πάντα σωφροσύνης πλήρη. εἰ δέ, ἃ πρὸς τὸν ἐμαυτοῦ θεῖον ἐπέστειλα, ταῦτα καὶ ἄλλος τις ἀνέγνω καὶ δεύτερος, ὁ πικρῶς οὕτως ἀνιχνεύσας αὐτὰ δικαιοτέραν ἄν ὑπόσχοι μέμψιν ἢ ὁ γράψας ἐγὼ ἢ σὺ ἢ καὶ ἄλλος ἀναγνούς. πλὴν ἀλλὰ τοῦτο συγχώρει καὶ μὴ ταραττέτω σε, σκόπει δὲ ἐκεῖνο μόνον· πονηρός ἐστι Λαυρίκιος, ὑπέξελθε γενναίως αὐτόν. εἰ δὲ ἐπιεικὴς καὶ μέτριός ἐστι, καὶ ἥμαρτε περὶ σέ, δὸς αὐτῷ συγγνώμην· τοὺς γὰρ ἀγαθοὺς δημοσίᾳ, κἂν ἰδίᾳ περὶ ἡμᾶς οὐ καθήκοντες γένωνται, φιλεῖν χρή. τοὺς πονηροὺς δὲ ἐν τοῖς κοινοῖς, κἂν ἡμῖν κεχαρισμένοι διὰ χειρὸς ἔχειν,3 οὐ μισεῖν οὐδὲ ἐκτρέπεσθαί φημι, φυλακὴν δὲ προβεβλῆσθαί τινα, ὅπως μὴ λήσωσι κακουργοῦντες, εἰ δὲ δυσφύλακτοι λίαν εἶεν, χρῆσθαι πρὸς μηδὲν αὐτοῖς. ὑπὲρ οὗ γέγραφας καὶ αὐτός, ὅτι θρυλούμενος ἐπὶ πονηρίᾳ τὴν ἰατρικὴν ὑποκρίνεται, ἐκλήθη μὲν παρ’ ἡμῶν ὡς σπουδαῖος, πρὶν δὲ εἰς ὄψιν ἐλθεῖν φωραθεὶς ὅστις ἦν, μᾶλλον δὲ καταμηνυθείς· τὸ δὲ ὑπὸ τίνος αὐτὸς ἐντυχὼν φράσω σοι· κατεφρονήθη· σοὶ δὲ καὶ ὑπὲρ τούτου χάριν οἶδα.

关于针对劳里基奥斯之事,我认为无须向你多言,唯有此点劝诫:除去一切忿怒,将一切托付于审判,秉持对正义的赤诚之信倾听他的言辞。我并非断言致你的书信不具攻击性、未充满极端的傲慢与侮慢,但必须忍受;因为遭受毁谤而不以恶言相加,乃是善人与胸怀远大之人的本分。正如向坚实稳固的城壁投掷物体,物不附着,不击损,亦不嵌入,反而更加猛烈地反弹回投掷者身上;同样,向善人倾泻的一切诟骂、中伤和不义侮辱,绝不能触及那人,反而会转向倾泻之人。我以此劝诫你,而后续之事将留待审判决断。至于我的书信——他说你从我处获得并予以公开——在我看来付诸审判实属可笑;因为凭众神起誓,我生平从未向你、亦未向任何其他人写过任何我不愿公之于众的内容。试问我的书信中何曾写过任何放肆、任何凌辱、任何中伤、任何诟骂或任何污言秽语?纵使我有时对某人态度较为严厉,在事由容许我肆意谩骂之时——如同阿尔基洛科斯诬谤吕坎伯斯那般——我言谈的庄重与节制,甚至胜过探讨神圣论题之人。如果信中显露了我们彼此间的深厚情谊,难道我竟会希望这被隐匿或掩盖起来吗?为何要如此?我请所有男神与女神作证,哪怕是我写给妻子的书信,纵有人公之于世,我也绝不介怀;一切皆是如此充满节制。至于我写给我叔父的信,若有其他人、乃至第二人读过,那般苛刻搜求这些信件之人,岂不比写信的我、你或阅读信件的旁人更应承受正当的责难吗?然而,且宽容此事,莫令其扰乱你的心神,唯独细察这一点:若劳里基奥斯是个奸恶之人,当光明磊落避开他;若他平正温和,只是对你有所冒犯,便予以宽恕;因为公门之中的善人,纵使在私下对我们有所失礼,亦当予以善待。至于在公事上奸佞之人,纵使讨好我们、适于留在手边驱策,我也主张既不憎恨亦不排斥,而应筑起某种防范,使他们无法暗中作恶;倘若极难防范,则绝不可加以任用。至于你本人信中提及的那位因奸恶而臭名昭著、却佯装行医之人,原本因被视作干练之士而蒙我们召见,但在进见之前其面目已被识破,更确切地说是被告发——至于告发者是谁,容我与你相见时亲自相告——此人已被轻蔑摒弃;对此事我也深谢于你。

§29.5

Τῶν αἰτηθέντων ἀγρῶν ἐπειδήπερ ἔφθην ἐκείνους δεδωκώς·4 εἰσί δέ μοι μάρτυρες ὁμόγνιοι καὶ φίλιοι θεοί· δώσω μακρῷ λυσιτελεστέρους, αἰσθήσῃ δὲ καὶ αὐτός.

关于所求的田产,由于我早已将那些田地赏赐他人——同宗与司友谊的诸神可为我作证——我将赐予更为丰饶得多的田产,你届时自会知晓。

语法注4 条
  1. 29.1ὅτι δὲ οὐκ ἀντιγράφω, τοῦτο γὰρ καὶ κατεμέμψω

    ὅτι 从句置于句首作为名词性从句引出话题(“至于我未曾复信之事”),并由随后插入的 γάρ 分句中的指示代词 τοῦτο 加以呼应承接。

  2. 29.4ὥσπερ ἐξ ἁμάξης εἰπεῖν

    源自厄琉息斯秘仪等节庆游行中人们在车上(ἅμαξα)肆意向路人嘲弄谩骂的习俗,为固定习语,意为“肆无忌惮地谩骂”或“公开毁谤”。此处用于强调作者在行文中始终保持节制与尊严,绝不采取粗鄙的中伤。

  3. 29.4κἂν ἡμῖν κεχαρισμένοι διὰ χειρὸς ἔχειν

    形容词(分词)κεχαρισμένοι 带有作限定修饰的不定式 διὰ χειρὸς ἔχειν,意为“即便适合留于我们手边随时驱策”。在 κἂν(= καὶ ἐάν)引导的让步从句中省略了虚拟语气系动词 ὦσι,κεχαρισμένοι 作为指向前文宾语 τοὺς πονηρούς 的从句主语的表语而采用规则的主格复数形式。

  4. 29.5Τῶν αἰτηθέντων ἀγρῶν ἐπειδήπερ ἔφθην ἐκείνους δεδωκώς

    句首的属格短语 Τῶν αἰτηθέντων ἀγρῶν 作为话题提示(“关于所请求的田产”),随后在原因从句中由宾格代词 ἐκείνους 予以承接。动词 ἔφθην 搭配分词 δεδωκώς 构成了 φθάνω 的典型用法,表示“早已预先给予”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:29.1-29.5