← 朱利安

书信集

§30.1-30.2

解释久未致信缘由论真正友谊与相聚之约

作者解释此前未通书信乃因顾虑局势牵连,阐述了真挚友谊的内涵,随后致谢来礼并提议在春季进军途中于对方属地相聚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

Ἐγὼ νὴ τοὺς θεοὺς ἔτι καῖσαρ ὢν ἐπέστειλά σοι, καὶ νομίζω πλέον ἢ ἅπαξ. ὥρμησα μέντοι πολλάκις, ἀλλ’ ἐκώλυσαν ἄλλοτε ἄλλαι προφάσεις, εἶτα ἡ γενομένη διὰ τὴν ἀνάρρησιν ἐμοί τε καὶ τῷ μακαρίτῃ Κωνσταντίῳ λυκοφιλία·1 παντάπασι γὰρ ἐφυλαττόμην ὑπὲρ τὰς Ἄλπεις ἐπιστεῖλαί τινι, μὴ πραγμάτων αὐτῷ χαλεπῶν αἴτιος γένωμαι. τεκμήριον δέ μοι ποιοῦ τῆς εὐνοίας τὸ μὴ γράφειν·2 οὐ γὰρ ἐθέλει πολλάκις ὁμολογεῖν ἡ γλῶττα τῇ διανοίᾳ. καὶ ἴσως ἔχει μέν τι πρὸς τὸ γαυριᾶν καὶ ἀλαζονεύεσθαι τοῖς ἰδιώταις ἡ τῶν βασιλικῶν ἐπιστολῶν ἐπίδειξις, ὅταν πρὸς τοὺς ἀσυνήθεις, ὥσπερ δακτύλιοί τινες ὑπὸ τῶν ἀπειροκάλων φερόμενοι, κομίζωνται. φιλία δὲ ἀληθινὴ γίνεται μάλιστα μὲν δι’ ὁμοιότητος, ἡ δευτέρα δέ, ὅταν τις ἀληθῶς, ἀλλὰ μὴ πλαστῶς θαυμάζῃ, καὶ παρὰ τοῦ τύχῃ καὶ συνέσει κρείττονος ὁ πρᾷος καὶ μέτριος καὶ σώφρων ἀγαπηθῇ. τὰ γραμματεῖα δὲ ταῦτα πολλοῦ τύφου καὶ πολλῆς φλυαρίας ἐστὶ μεστά, καὶ ἔγωγε πολλάκις ἐμαυτῷ μέμφομαι μακρότερα ποιούμενος αὐτὰ καὶ λαλίστερος ὤν, ἐξὸν Πυθαγόρειον διδάσκειν τὴν γλῶτταν.3

凭诸神起誓,我尚为恺撒时曾致信予你,且我想不止一次。然而我虽多次起意,却屡屡为各种由头所阻,随后又因即位之事导致我与已故的君士坦提乌斯之间生出虚与委蛇的关系;因我全然戒惧向阿尔卑斯山外的任何人寄信,以免为他带去棘手的祸患。因此,请将我不修书信视作好意的明证;因为舌头往往并不情愿与心意相符。或许,炫耀皇帝的书信,在那些无交情之人面前拿出来时——宛如浅薄俗士佩戴戒指招摇过市一般——对于平民而言尚有些许矜夸炫耀之用。然而真正的友谊主要因契合而生,其次则是当某人真诚而非虚饰地赞赏,且温厚、谦和与克制之士为机运和智慧居上者所钟爱之时。但这等书牍充斥着诸多虚妄与诸多空谈,我常自责把它们写得过于冗长且多话,而本可以教导舌头守着毕达哥拉斯式的沉默。

§30.2

Ὑπεδεξάμην μέντοι τὰ σύμβολα, φιάλην ἀργυρᾶν, ἕλκουσαν μίαν μνᾶν, καὶ χρυσοῦ νόμισμα. καλέσαι δέ σε πρὸς ἐμαυτόν, ὥσπερ ἐπέστειλας, ἐβουλόμην. ἤδη δὲ ἔαρ ὑποφαίνει καὶ τὰ δένδρα βλαστάνει, χελιδόνες δὲ ὅσον οὔπω4 προσδοκώμεναι τοὺς συστρατευομένους ἡμᾶς, ὅταν ἐπεισέλθωσιν, ἐξελαύνουσι τῶν οἰκιῶν, καί φασι δεῖν ὑπερορίους εἶναι. πορευσόμεθα δὲ δι’ ὑμῶν, ὥστε μοι βέλτιον ἂν ἐντύχοις, ἐθελόντων θεῶν, ἐν τοῖς σαυτοῦ. τοῦτο δὲ οἶμαι ταχέως ἔσεσθαι, πλὴν εἰ μή τι δαιμόνιον γένοιτο κώλυμα. καὶ τοῦτο δὲ αὐτὸ τοῖς θεοῖς εὐχόμεθα.

不过,我已收下了信物,一只重达一弥纳的银盘和一枚金币。我本愿如你来信所请,召你至我身侧。但如今春意已萌,草木抽芽,引颈以待的燕子一经飞入,便将一同出征的我们赶出屋舍,宣称当出征边境之外。我们将取道你们的属地,因此若蒙诸神允准,你在自己的故地与我会面理当更为合宜。我想此事当能迅速实现,除非有神明设下阻碍。而这也正是我们向诸神所祈求的。

语法注4 条
  1. 30.1λυκοφιλία

    字面义为“狼之友谊”,为惯用成语,指彼此心怀戒心与敌意的双方所结成的不稳固、虚伪的同盟,此处用以形容作者与君士坦提乌斯二世之间的微妙紧张关系。

  2. 30.1τεκμήριον δέ μοι ποιοῦ τῆς εὐνοίας τὸ μὴ γράφειν

    双宾格结构:冠词修饰的不定式短语 τὸ μὴ γράφειν 作直接宾语,τεκμήριον 作宾语补足语(“将不写信视作善意的明证”)。与格 μοι 用作情态与格或表示判断所属的主体。

  3. 30.1ἐξὸν Πυθαγόρειον διδάσκειν τὴν γλῶτταν

    非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对结构,表让步(“本可以……”)。Πυθαγόρειον 作内宾格或副词性用法,意为“以毕达哥拉斯学派的方式(保持静默)”。

  4. 30.2ὅσον οὔπω

    表示“即刻”、“眼看就要”的时态副词习语,修饰分词 προσδοκώμεναι(“引颈以待的燕子”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:30.1-30.2