← 朱利安

书信集

§28.3-28.5

引介阿尔戈斯使节与请求案件重审

作者批驳了科林斯人强征分摊款的行为,指出先前的败诉判决实因阿尔戈斯诉讼代理人的怠慢所致;随后介绍了为祖国奔走的哲学家使节第欧根尼与兰普里亚斯,并恳请受书人准予重审并作出公正裁决,以消除城邦间永无休止的敌意仇恨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.3

Καίτοι πρὸς τοὺς Κορινθίους εἰκότως ἄν τις καὶ τοῦτο προσθείη, πότερον αὐτοῖς δοκεῖ καλῶς ἔχειν τοῖς τῆς παλαιᾶς Ἑλλάδος ἕπεσθαι νομίμοις ἢ μᾶλλον οἷς ἔναγχος δοκοῦσι παρὰ τῆς βασιλευούσης προσειληφέναι πόλεως; εἰ μὲν γὰρ τὴν τῶν παλαιῶν νομίμων ἀγαπῶσι σεμνότητα, οὐκ Ἀργείοις μᾶλλον εἰς Κόρινθον ἢ Κορινθίοις εἰς Ἄργος συντελεῖν προσήκει· εἰ δὲ τοῖς νῦν ὑπάρξασι τῇ πόλει, ἐπειδὴ τὴν Ῥωμαϊκὴν ἀποικίαν ἐδέξαντο, ἰσχυριζόμενοι πλέον ἔχειν ἀξιοῦσι, παραιτησόμεθα μετρίως αὐτοὺς μὴ τῶν πατέρων φρονεῖν μεῖζον, μηδὲ ὅσα καλῶς ἐκεῖνοι κρίναντες ταῖς περὶ τὴν Ἑλλάδα διεφύλαξαν πόλεσιν ἔθιμα, ταῦτα καταλύειν καὶ καινοτομεῖν ἐπὶ βλάβῃ καὶ λύμῃ τῶν ἀστυγειτόνων, ἄλλως τε καὶ νεωτέρᾳ χρωμένους τῇ ψήφῳ καὶ τὴν ἀπραγμοσύνην τοῦ λαχόντος ὑπὲρ τῆς Ἀργείων πόλεως τὴν δίκην εἰσελθεῖν ἕρμαιον ἔχοντας τῆς πλεονεξίας.1 εἰ γὰρ ἐφῆκεν ἔξω τῆς Ἑλλάδος ἀπάγων τὴν δίκην, οἱ Κορίνθιοι ἔλαττόν τε ἰσχύειν ἔμελλον καὶ τὸ δίκαιον ἐξεταζόμενον κακῶς φαίνεσθαι πρὸς τῶν πολλῶν καὶ γενναίων τούτων συνηγόρων, ὑφ’ ὧν εἰκός ἐστι τὸν δικαστήν, προστιθεμένου καὶ τοῦ κατὰ τὴν πόλιν ἀξιώματος, δυσωπούμενον ταύτην τὴν ψῆφον ἐξενεγκεῖν.2

然而,人们不妨合理地向科林斯人提出这样一个问题:他们究竟认为应当遵循古希腊的法俗,还是更应遵循他们近来似乎从帝都额外获得的特权?因为,如果他们珍视古老法俗的崇高尊严,那么阿尔戈斯人向科林斯缴纳分摊款,就绝不比科林斯人向阿尔戈斯缴纳更为合理;但若他们凭借自接纳罗马殖民地以来城邦如今所拥有的特权,自恃有理而要求占得上风,我们将温和地恳请他们,不要自视高于先祖,亦不要破坏和革除先祖们在审慎决断后为希腊周边诸城邦保存下来的规制,以免给近邻带来损害与祸患——更何况他们所依凭的乃是近来的一纸判决,将那位抽得代表阿尔戈斯城邦出庭诉讼之人的怠忽,视作满足自身贪婪的意外横财。须知,若是那人将诉讼移至希腊境外提起上诉,科林斯人的权势原本将大大削弱,其诉由在经过审理后,即便面对那许多显要的辩护人,也会显得站不住脚;而先前的审判官想必正是因受那些辩护人的震慑,加之该城声望的重压,才勉强作出了那一判决。

§28.4

Ἀλλὰ τὰ μὲν ὑπὲρ τῆς πόλεως δίκαια καὶ τῶν ῥητόρων, εἰ μόνον ἀκούειν ἐθέλοις καὶ λέγειν αὐτοῖς ἐπιτραπείη τὴν δίκην, ἐξ ὑπαρχῆς πεύσῃ, καὶ τὸ παραστὰν ἐκ τῶν λεγομένων ὀρθῶς κριθήσεται. ὅτι δὲ χρὴ καὶ τοῖς τὴν πρεσβείαν ταύτην προσάγουσι δι’ ἡμῶν πεισθῆναι, μικρὰ προσθεῖναι χρὴ περὶ αὐτῶν. Διογένης μέν τοι καὶ Λαμπρίας φιλοσοφοῦσι μέν, εἴπερ τις ἄλλος τῶν καθ’ ἡμᾶς, τῆς πολιτείας δὲ τὰ μὲν ἔντιμα καὶ κερδαλέα διαπεφεύγασι· τῇ πατρίδι δὲ ἐπαρκεῖν ἀεὶ κατὰ δύναμιν προθυμούμενοι, ὅταν ἡ πόλις ἐν χρείᾳ μεγάλῃ γένηται, τότε ῥητορεύουσι καὶ πολιτεύονται καὶ πρεσβεύουσι καὶ δαπανῶσιν ἐκ τῶν ὑπαρχόντων προθύμως, ἔργοις ἀπολογούμενοι τὰ φιλοσοφίας ὀνείδη καὶ τὸ δοκεῖν ἀχρήστους εἶναι ταῖς πόλεσι τοὺς μετιόντας φιλοσοφίαν ψεῦδος ἐλέγχοντες· χρῆται γὰρ αὐτοῖς ἥ τε πατρὶς εἰς ταῦτα, καὶ πειρῶνται βοηθεῖν αὐτῇ τὸ δίκαιον δι’ ἡμῶν, ἡμεῖς δ’ αὖθις διὰ σοῦ. τοῦτο γὰρ καὶ μόνον λείπεται τοῖς ἀδικουμένοις εἰς τὸ σωθῆναι, τὸ τυχεῖν δικαστοῦ κρίνειν τε ἐθέλοντος καὶ δυναμένου καλῶς· ὁπότερον γὰρ ἂν ἀπῇ τούτων, ἐξαπατηθέντος ἢ καταπροδόντος αὐτοῦ τὸ δίκαιον οἴχεσθαι πάντως ἀνάγκη. ἀλλ’ ἐπειδὴ νῦν ἡμῖν τὰ μὲν τῶν δικαστῶν ὑπάρχει κατ’ εὐχάς, λέγειν δ’ οὐκ ἔνι μὴ τότε ἐφέντας,3 ἀξιοῦσι τοῦτο πρῶτον αὐτοῖς ἀνεθῆναι, καὶ μὴ τὴν ἀπραγμοσύνην τοῦ τότε συνειπόντος τῇ πόλει καὶ τὴν δίκην ἐπιτροπεύσαντος αἰτίαν αὐτῇ γενέσθαι εἰς τὸν ἔπειτα αἰῶνα βλάβης τοσαύτης.

然而,至于城邦的正当权利,您从辩士们那里,只要愿意垂听并准许他们当庭申辩,亦能从头悉知原委,依据陈词所显明的事实亦将得到公正的裁断。不过,为何您也应当顺从通过我们提出这一使请的人,关于他们本人亦须略作数语补充。第欧根尼与兰普里亚斯致力于哲学,在当世不亚于任何人,却始终避开政事中显赫与图利之途;但他们始终竭尽所能匡扶祖国,一旦城邦面临重大困局,他们便挺身雄辩,参决政务,充当使节,并慷慨解囊出资襄助,以实绩回击对哲学的诋毁,证实所谓潜心哲学之人对城邦毫无用处之论纯属虚妄。因为祖国在这些大事上托付于他们,而他们正试图通过我们,我们再通过您,来匡扶城邦的正义诉求。对于蒙受冤屈者而言,得保周全的唯一指望,莫过于遇到一位既秉公愿断、又有能力善断的审判官;因为这两者若缺其一,无论是因为审判官受蒙蔽还是枉法背信,正义都注定彻底荡然无存。既然如今关于审判官的一切皆如我们所愿,却因当时未曾上诉而无法开庭申辩,他们便要求首先应当解除这一限制,莫让当年为城邦出庭辩护并掌管该案之人的疏忽怠惰,成为城邦在往后漫长岁月里承受如此巨大损害的根由。

§28.5

Ἄτοπον δὲ οὐ χρὴ νομίζειν τὸ τὴν δίκην αὖθις ἀνάδικον ποιεῖν·4 τοῖς μὲν γὰρ ἰδιώταις ξυμφέρει τὸ κρεῖττον καὶ λυσιτελέστερον ὀλίγον παριδεῖν, τὴν εἰς τὸν ἔπειτα χρόνον ἀσφάλειαν ὠνουμένοις· ὄντος γὰρ αὐτοῖς ὀλίγου βίου, ἡδὺ μὲν καὶ τὸ ἐπ’ ὀλίγον ἡσυχίας ἀπολαῦσαι, φοβερὸν δὲ καὶ τὸ πρὸς τῶν δικαστηρίων ἀπολέσθαι κρινόμενον, καὶ παισὶ παραπέμψαι τὴν δίκην ἀτελῆ· ὥστε κινδυνεύει κρεῖσσον εἶναι τὸ καὶ ὁπωσοῦν προσλαβεῖν ἥμισυ ἢ περὶ τοῦ παντὸς ἀγωνιζόμενον ἀποθανεῖν· τὰς πόλεις δὲ ἀθανάτους οὔσας εἰ μή τις δικαίως κρίνας τῆς πρὸς ἀλλήλας φιλονεικίας ἀπαλλάξει, ἀθάνατον ἔχειν τὴν δύσνοιαν πάντως ἀναγκαῖον, καὶ τὸ μῖσος δὲ ἰσχυρὸν τῷ χρόνῳ κρατυνόμενον. εἴρηται, φασὶν οἱ ῥήτορες, ὅ γ’ ἐμὸς λόγος, κρίνοις δ’ ἂν αὐτὸς τὰ δέοντα.

人们绝不应认为准予重审此案是一件荒唐之事;对于个别的平民百姓而言,稍稍放弃一些更优越和更有利的主张是合乎利益的,以此来换取未来的安宁。因为他们的寿命短暂,享受片刻的宁静固然惬意,但因受审于法庭而丧命、并将未决的讼事遗留给子女,则是极其可怕的;因此,无论以何种方式取得一半,恐怕也胜过为了争夺全部而丧生。然而城邦是不朽的,若无人秉公裁断以消除彼此间的纷争,则敌意势必万世不绝,仇恨亦必随着时日的推移而愈发根深蒂固。正如辩士们常说的那样,我的话已经说完了;愿您亲自裁断所当行之事。

语法注4 条
  1. 409dνεωτέρᾳ χρωμένους τῇ ψήφῳ καὶ τὴν ἀπραγμοσύνην τοῦ λαχόντος ὑπὲρ τῆς Ἀργείων πόλεως τὴν δίκην εἰσελθεῖν ἕρμαιον ἔχοντας τῆς πλεονεξίας

    分词 χρωμένους 与 ἔχοντας 为阳性复数宾格,与不定式短语的逻辑主语 αὐτούς(受 παραιτησόμεθα αὐτούς 支配,指科林斯人)相一致。名词 ἕρμαιον 在此处充当 ἔχοντας 的宾语补足语(谓语性宾格),意为“把……视作意外之财/横财”。

  2. 410aπρὸς τῶν πολλῶν καὶ γενναίων τούτων συνηγόρων, ὑφ’ ὧν εἰκός ἐστι τὸν δικαστήν, προστιθεμένου καὶ τοῦ κατὰ τὴν πόλιν ἀξιώματος, δυσωπούμενον ταύτην τὴν ψῆφον ἐξενεγκεῖν

    在此结构中,介词 πρὸς 加上属格 τῶν... συνηγόρων 表评判的视角或对象(在……眼中/在……面前站不住脚)。关系从句 ὑφ' ὧν... 则以 συνηγόρων 为先行词,表示动作的施事者,修饰被动分词 δυσωπούμενον(“被……震慑/受……影响”);该分词修饰不定式 ἐξενεγκεῖν 的逻辑主语 τὸν δικαστήν。属格独立结构 προστιθεμένου... ἀξιώματος 则补充说明伴随的情境与缘由。

  3. 410dλέγειν δ’ οὐκ ἔνι μὴ τότε ἐφέντας

    短语 οὐκ ἔνι 是 οὐκ ἔνεστι(“不可能”)的缩约形式。不定式 λέγειν 的逻辑主语(阿尔戈斯人或其代表)在句中被省略,而分词短语 μὴ τότε ἐφέντας 作为宾格修饰该省略的主语。带有否定词 μή 的分词在此具有条件或原因从句的含义(“因为/假若当时未曾提起上诉”)。

  4. 411aτὸ τὴν δίκην αὖθις ἀνάδικον ποιεῖν

    短语 ἀνάδικον ποιεῖν 是希腊法学及修辞学中的专业术语,指“撤销原判准予重审/重新开庭审理”。冠词 τό 将整个不定式短语名词化,在句中充当 νομίζειν 的宾语(即判定为 ἄτοπον 的对象)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:28.3-28.5