← 朱利安

书信集

§28.1-28.2

赞颂阿尔戈斯的荣耀与谴责科林斯的苛敛

作者赞颂了阿尔戈斯的历史荣耀及其举办神圣赛会的传统,同时谴责邻邦科林斯强迫阿尔戈斯为其剧场猎兽等奢靡开销分摊款项的专横行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

Ὑπὲρ τῆς Ἀργείων πόλεως πολλὰ μὲν ἄν τις εἰπεῖν ἔχοι, σεμνύνειν αὐτὴν ἐθέλων, παλαιὰ καὶ νέα πράγματα. τοῦ τε γὰρ Τρωικοῦ, καθάπερ ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Περσικοῦ, προσήκει τὸ πλέον ἐκείνοις ἔργου.1 δοκεῖ μὲν γὰρ ἄμφω κοινῇ πραχθῆναι παρὰ τῆς Ἑλλάδος· ἄξιον δὲ ὥσπερ τῶν ἔργων καὶ τῆς φροντίδος, οὕτω καὶ τῶν ἐπαίνων τοὺς ἡγεμόνας τὸ πλέον μετέχειν. ἀλλὰ ταῦτα μὲν ἀρχαῖά πως εἶναι δοκεῖ, τὰ δὲ ἐπὶ τούτοις, ἥ τε Ἡρακλειδῶν κάθοδος καὶ ὡς τῷ πρεσβυτάτῳ γέρας ἐξῃρέθη, ἥ τε εἰς Μακεδόνας ἐκεῖθεν ἀποικία, καὶ τὸ Λακεδαιμονίοις οὕτω πλησίον παροικοῦντας ἀδούλωτον ἀεὶ καὶ ἐλευθέραν φυλάξαι τὴν πόλιν, οὐ μικρᾶς οὐδὲ τῆς τυχούσης ἀνδρείας ἦν. ἀλλὰ δὴ καὶ τὰ τοσαῦτα περὶ τοὺς Πέρσας ὑπὸ τῶν Μακεδόνων γενόμενα ταύτῃ προσήκειν τῇ πόλει δικαίως ἄν τις ὑπολάβοι· Φιλίππου τε γὰρ καὶ Ἀλεξάνδρου τῶν πάνυ τῶν προγόνων πατρὶς ἦν αὕτη. Ῥωμαίοις δὲ ὕστερον οὐχ ἁλοῦσα μᾶλλον ἢ κατὰ ξυμμαχίαν ὑπήκουσε, καὶ ὥσπερ οἶμαι μετεῖχε καὶ αὐτὴ καθάπερ αἱ λοιπαὶ τῆς ἐλευθερίας καὶ τῶν ἄλλων δικαίων, ὁπόσα νέμουσι ταῖς περὶ τὴν Ἑλλάδα πόλεσιν οἱ κρατοῦντες ἀεί.

为了阿尔戈斯人的城邦,若有人愿加以颂扬,无论述及古事还是近事,皆大有可谈。因为特洛伊事业的大部分功绩理当归于他们,正如日后波斯战役之于雅典人和拉刻代蒙人一样。这两场战事固然看似由希腊共同成就,但如同劳苦与殚精竭虑一样,统领者理应获得更丰厚的赞誉。不过,这些或许显得有些久远;但紧随其后的诸事——赫拉克勒斯后裔的回归、长子所获选拔的特权、从那里向马其顿人迁居殖民,以及与拉刻代蒙人为邻却始终保持城邦不受奴役与自由——决非出自微小或寻常的勇气。不仅如此,人们亦有充分理由认为,马其顿人对波斯人所成就的如此宏业亦归功于这座城邦;因为此地正是声名赫赫的腓力与亚历山大之祖先的故土。后来,它归顺罗马人,与其说是因战败被俘,不如说是依盟约而行;且正如我所深信,它也与其余城邦一样,享有着历代统治者赐予希腊周边诸城邦的自由与其他权利。

§28.2

Κορίνθιοι δὲ νῦν αὐτὴν προσνεμομένην αὐτοῖς· οὕτω γὰρ εἰπεῖν εὐπρεπέστερον· ὑπὸ τῆς βασιλευούσης πόλεως εἰς κακίαν ἐπαρθέντες συντελεῖν αὑτοῖς ἀναγκάζουσι, καὶ ταύτης ἦρξαν, ὥς φασι, τῆς καινοτομίας ἕβδομος οὗτος ἐνιαυτός,2 οὔτε τὴν Δελφῶν οὔτε τὴν Ἠλείων ἀτέλειαν, ἧς ἠξιώθησαν ἐπὶ τῷ διατιθέναι τοὺς παρὰ σφίσιν ἱεροὺς ἀγῶνας, αἰδεσθέντες. τεττάρων γὰρ ὄντων, ὡς ἴσμεν, τῶν μεγίστων καὶ λαμπροτάτων ἀγώνων περὶ τὴν Ἑλλάδα, Ἠλεῖοι μὲν Ὀλύμπια, Δελφοὶ δὲ Πύθια, καὶ τὰ ἐν Ἰσθμῷ Κορίνθιοι, Ἀργεῖοι δὲ τὴν τῶν Νεμέων συγκροτοῦσι πανήγυριν. πῶς οὖν εὔλογον ἐκείνοις μὲν ὑπάρχειν τὴν ἀτέλειαν τὴν πάλαι δοθεῖσαν, τοὺς δὲ ἐπὶ τοῖς ὁμοίοις δαπανήμασιν ἀφεθέντας πάλαι, τυχὸν δὲ οὐδὲ τὴν ἀρχὴν ὑπαχθέντας νῦν ἀφῃρῆσθαι τὴν προνομίαν ἧς ἠξιώθησαν;3 πρὸς δὲ τούτοις Ἠλεῖοι μὲν καὶ Δελφοὶ διὰ τῆς πολυθρυλήτου πενταετηρίδος ἅπαξ ἐπιτελεῖν εἰώθασι, διττὰ δ’ ἐστὶ Νέμεα παρὰ τοῖς Ἀργείοις, καθάπερ Ἴσθμια παρὰ Κορινθίοις. ἐν μέντοι τούτῳ τῷ χρόνῳ καὶ δύο πρόκεινται παρὰ τοῖς Ἀργείοις ἀγῶνες ἕτεροι τοιοίδε, ὥστε εἶναι τέσσαρας τοὺς πάντας ἐν ἐνιαυτοῖς τέσσαρσι. πῶς οὖν εἰκὸς ἐκείνους μὲν ἀπράγμονας εἶναι λειτουργοῦντας ἅπαξ, τούτους δὲ ὑπάγεσθαι καὶ πρὸς ἑτέρων συντέλειαν ἐπὶ τετραπλασίοις τοῖς οἴκοι λειτουργήμασιν, ἄλλως τε οὐδὲ πρὸς Ἑλληνικὴν οὐδὲ παλαιὰν πανήγυριν; οὐ γὰρ ἐς χορηγίαν ἀγώνων γυμνικῶν ἢ μουσικῶν οἱ Κορίνθιοι τῶν πολλῶν δέονται χρημάτων, ἐπὶ δὲ τὰ κυνηγέσια τὰ πολλάκις ἐν τοῖς θεάτροις ἐπιτελούμενα ἄρκτους καὶ παρδάλεις ὠνοῦνται. ἀτὰρ αὐτοὶ μὲν εἰκότως φέρουσι διὰ τὸν πλοῦτον τῶν ἀναλωμάτων τὸ μέγεθος, ἄλλως τε καὶ πολλῶν πόλεων, ὡς εἰκός, αὐτοῖς εἰς τοῦτο συναιρομένων, ὥστε ὠνοῦνται τὴν τέρψιν τοῦ φρονήματος. Ἀργεῖοι δὲ χρημάτων τε ἔχοντες ἐνδεέστερον καὶ ξενικῇ θέᾳ καὶ παρ’ ἄλλοις ἐπιδουλεύειν ἀναγκαζόμενοι πῶς οὐκ ἄδικα μὲν καὶ παράνομα, τῆς δὲ περὶ τὴν πόλιν ἀρχαίας δυνάμεώς τε καὶ δόξης ἀνάξια πείσονται, ὄντες γ’ αὐτοῖς ἀστυγείτονες, οὓς προσῆκον ἦν ἀγαπᾶσθαι μᾶλλον, εἴπερ ὀρθῶς ἔχει τὸ οὐδ’ ἂν βοῦς ἀπόλοιτο, εἰ μὴ διὰ κακίαν γειτόνων·4 Ἀργεῖοι δὲ ἐοίκασιν οὐχ ὑπὲρ ἑνὸς πολυπραγμονούμενοι βοιδίου ταῦτα τοὺς Κορινθίους αἰτιᾶσθαι, ἀλλ’ ὑπὲρ πολλῶν καὶ μεγάλων ἀναλωμάτων, οἷς οὐ δικαίως εἰσὶν ὑπεύθυνοι.

然而如今,科林斯人骄纵不轨,竟强迫这座被帝都拨归其管辖——因为这样说更为体面——的城邦向他们缴纳分摊款;据传他们开启此项苛政,至今已是第七个年头。他们既不顾及德尔斐人也不顾及厄利斯人的免税特权——那本是他们因承办境内的神圣赛会而享有的配得之权。须知希腊境内的四大盛大辉煌的赛会中,厄利斯人主办奥林匹亚赛会,德尔斐人主办皮托赛会,科林斯人主办地峡赛会,而阿尔戈斯人则举办涅墨亚盛会。那么,前者既然保有昔日所赐的免税特权,而后者因承担同样的开销早就获得宽免,甚至起初可能根本未曾纳税,如今却要被剥夺他们理应享有的特权,这岂合情理?况且厄利斯人和德尔斐人惯常在闻名遐迩的五年周期内仅举办一次,而阿尔戈斯人举办涅墨亚赛会却有两次,正如科林斯人举办地峡赛会一样。在此期间,阿尔戈斯人还要举办另外两项同等规模的赛会,以至于在四年之内总共多达四次。既然如此,前者仅履行一次公益捐便得享清闲,而后者在本土承担四倍公益役之外,竟还要被强加为他人分摊费用的负担,这难道公允吗?更何况这甚至并非用于希腊本土的或古老的盛典!因为科林斯人索求巨款,并非为了资助体操或音乐赛会,而是为了采购剧场中屡屡上演的猎兽表演所需的熊与豹。固然,他们自己因坐拥财富,自能承受这庞大的开销,加之想必还有许多城邦为此协助分担,因而他们是在花钱买取自矜的享乐。可是阿尔戈斯人资财匮乏,却被迫为了异邦的观瞻在他人的地盘上充当奴仆,他们作为科林斯人的近邻,岂非遭受着非正义、不合法且有辱城邦昔日威权与荣耀的待遇吗?假如那句俗谚确是不虚: “若非邻人不良,一牛亦不致丧亡”,那么邻人本该更加受到爱护;而阿尔戈斯人控诉科林斯人,看来也并非为了一头区区小牛而多事生非,乃是为了那许多庞大且他们本无正当理由承担的巨额开销。

语法注4 条
  1. 407bτοῦ τε γὰρ Τρωικοῦ, καθάπερ ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Περσικοῦ, προσήκει τὸ πλέον ἐκείνοις ἔργου

    此句包含显著的语序倒错(hyperbaton)。主干结构为 προσήκει τὸ πλέον τοῦ Τρωικοῦ ἔργου ἐκείνοις(“特洛伊战事的较大部分属于他们”)。属格短语 τοῦ Τρωικοῦ ... ἔργου 被比较插入成分 καθάπερ ὕστερον Ἀθηναίοις καὶ Λακεδαιμονίοις τοῦ Περσικοῦ(“正如日后波斯战役之于雅典人与拉刻代蒙人”)、主动词 προσήκει、主语 τὸ πλέον 及与格补足语 ἐκείνοις 隔开。

  2. 408bἕβδομος οὗτος ἐνιαυτός

    表时间流逝的主格惯用表达(省略 ἐστίν),意为“今年已是第七个年头”或“自七年前起”。它修饰前面的动词 ἦρξαν(“他们开始”),指该行为自七年前发端并持续至今。

  3. 408cπῶς οὖν εὔλογον ἐκείνοις μὲν ὑπάρχειν τὴν ἀτέλειαν τὴν πάλαι δοθεῖσαν, τοὺς δὲ ἐπὶ τοῖς ὁμοίοις δαπανήμασιν ἀφεθέντας πάλαι, τυχὸν δὲ οὐδὲ τὴν ἀρχὴν ὑπαχθέντας νῦν ἀφῃρῆσθαι τὴν προνομίαν ἧς ἠξιώθησαν;

    由 πῶς οὖν εὔλογον(“怎么会合乎情理呢”)统领的对比句。前半句采用“与格+不定式”(ἐκείνοις μὲν ὑπάρχειν...),而后半句则转换为“对格不定式结构”(τοὺς δὲ ... ἀφῃρῆσθαι τὴν προνομίαν)。分词 ἀφεθέντας 与 ὑπαχθέντας 修饰 τοὺς δέ,后者充当完成时被动不定式 ἀφῃρῆσθαι 的逻辑主语。

  4. 409bοὐδ’ ἂν βοῦς ἀπόλοιτο, εἰ μὴ διὰ κακίαν γειτόνων

    化用了赫西俄德《工作与时日》第348行(οὐδ’ ἂν βοῦς ἀπόλοιτ’, εἰ μὴ γείτων κακὸς εἴη)的名句。归结分句采用 ἄν+愿望位表示潜在(“一头牛也不会损失”),条件分句由 εἰ μή 加介词短语(“若非因邻人之恶”)充当省略动词的条件表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:28.1-28.2