- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:25.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者细述了从祖母处继承的比提尼亚小庄园的地理位置、优美风光与葡萄园,并宣布将其作为赠礼送给友人。
Συγκτησείδιον μικρὸν ἀγρῶν τεττάρων δοθέντων μοι παρὰ τῆς τήθης ἐν τῇ Βιθυνίᾳ τῇ σῇ διαθέσει δῶρον δίδωμι, ἔλαττον μὲν ἢ ὥστε ἄνδρα εἰς περιουσίαν ὀνῆσαί τι μέγα1 καὶ ἀποφῆναι ὄλβιον, ἔχον δὲ οὐδὲ ὣς παντάπασιν ἀτερπῆ τὴν δόσιν, εἴ σοι τὰ καθ’ ἕκαστα περὶ αὐτοῦ διέλθοιμι.παίζειν δὲ οὐδὲν κωλύει πρὸς σὲ χαρίτων γέμοντα καὶ εὐμουσίας. ἀπῴκισται μὲν τῆς θαλάττης σταδίους οὐ πλέον εἴκοσι, καὶ οὔτε ἔμπορος οὔτε ναύτης ἐνοχλεῖ λάλος καὶ ὑβριστὴς τῷ χωρίῳ. οὐ μὴν ἀφῄρηται τὰς παρὰ τοῦ Νηρέως χάριτας παντελῶς, ἔχει δὲ ἰχθὺν πρόσφατον ἀεὶ καὶ ἀσπαίροντα, καὶ ἐπί τινος ἀπὸ τῶν δωμάτων προελθὼν γηλόφου ὄψει τὴν θάλατταν τὴν Προποντίδα καὶ τὰς νήσους τήν τε ἐπώνυμον πόλιν τοῦ γενναίου βασιλέως, οὐ φυκίοις ἐφεστὼς καὶ βρύοις, οὐδὲ ἐνοχλούμενος ὑπὸ τῶν ἐκβαλλομένων εἰς τοὺς αἰγιαλοὺς καὶ τὰς ψάμμους ἀτερπῶν πάνυ καὶ οὐδὲ ὀνομάζειν ἐπιτηδείων λυμάτων, ἀλλ’ ἐπὶ σμίλακος καὶ θύμου καὶ πόας εὐώδους. ἡσυχία δὲ πολλὴ κατακλινομένῳ καὶ εἴς τι βιβλίον ἀφορῶντι, εἶτα διαναπαύοντι τὴν ὄψιν ἥδιστον ἀπιδεῖν2 εἰς τὰς ναῦς καὶ τὴν θάλατταν. τοῦτο ἐμοὶ μειρακίῳ κομιδῇ νέῳ θερίδιον ἐδόκει φίλτατον· ἔχει γὰρ καὶ πηγὰς οὐ φαύλας καὶ λουτρὸν οὐκ ἀναφρόδιτον καὶ κῆπον καὶ δένδρα. ἀνὴρ δ’ ὢν ἤδη τὴν παλαιὰν ἐκείνην ἐπόθουν δίαιταν, καὶ ἦλθον πολλάκις, καὶ γέγονεν ἡμῖν οὐκ ἔξω λόγων ἡ σύνοδος. ἔστι δ’ ἐνταῦθα καὶ γεωργίας ἐμῆς μικρὸν ὑπόμνημα, φυταλία βραχεῖα, φέρουσα οἶνον εὐώδη τε καὶ ἡδύν, οὐκ ἀναμένοντά τι παρὰ τοῦ χρόνου προσλαβεῖν. τὸν Διόνυσον ὄψει καὶ τὰς Χάριτας. ὁ βότρυς δὲ ἐπὶ τῆς ἀμπέλου καὶ ἐπὶ τῆς ληνοῦ θλιβόμενος ἀπόζει τῶν ῥόδων, τὸ γλεῦκος δὲ ἐν τοῖς πίθοις ἤδη νέκταρός ἐστιν ἀπορρὼξ Ὁμήρῳ πιστεύοντι. τί δῆτα οὐ πολλὴ γέγονεν οὐδ’ ἐπὶ πλέθρα πάνυ πολλὰ ἡ τοιαύτη ἄμπελος; τυχὸν μὲν οὐδὲ ἐγὼ γεωργὸς γέγονα πρόθυμος· ἀλλὰ ἐπεὶ ἐμοὶ νηφάλιος ὁ τοῦ Διονύσου κρατὴρ καὶ ἐπὶ πολὺ τῶν νυμφῶν δεῖται,3 ὅσον εἰς ἐμαυτὸν καὶ τοὺς φίλους· ὀλίγον δέ ἐστι τὸ χρῆμα τῶν ἀνδρῶν· παρεσκευασάμην. νῦν δή σοι δῶρον, ὦ φίλη κεφαλή, δίδωμι μικρὸν μὲν ὅπερ ἐστί, χαρίεν δὲ φίλῳ παρὰ φίλου, οἴκοθεν οἴκαδε, κατὰ τὸν σοφὸν ποιητὴν Πίνδαρον. τὴν ἐπιστολὴν ἐπισύρων πρὸς λύχνον γέγραφα, ὥστε, εἴ τι ἡμάρτηται, μὴ πικρῶς ἐξέταζε μηδ’ ὡς ῥήτωρ ῥήτορα.
我将祖母在比提尼亚赠予我的一处由四块耕地构成的小庄园,作为礼物赠予深情厚谊的你;这笔产业虽不足以使人大增财富并宣告为巨富,但若我向你细数它的每一处胜处,这馈赠绝非全然乏味。与你这位充满魅力与典雅修养之人戏谈,亦无不可。 它离大海不过二十斯塔德,既无商人,亦无饶舌无礼的水手来打扰这片乡野。然而,它绝非完全被剥夺了涅柔斯的恩赐,而是常有刚捕获的活蹦乱跳的鱼;若从居所走上一处小山丘,你便可眺望普罗庞提斯海、诸岛屿以及以那位高贵皇帝命名的城市。此时你所伫立的并非海藻和苔藓,也不会受到海滩与沙地上冲刷而来的极不悦目且不堪提及的污秽所侵扰,而是置身于菝葜、百里香和芳草之上。 倚卧阅读某卷书时有极大的宁谧,随后让视线休息而远眺船只与大海,则最为令人愉悦。当我尚是翩翩少年时,便觉此处是最心爱的消夏胜地;因为这里有极佳的泉水、清幽怡人的浴池、花园与树木。当我成年之后,依然怀恋当年的幽居生活,屡次前往,而我们的聚会亦从不乏于文辞问学。 此处还有我躬耕劳作的一处微小纪念:一小片葡萄园,出产芳香醇美的佳酿,无须等待从岁月中再增添什么。你将从中见到狄奥尼索斯与美惠三女神。那一串串葡萄,无论在藤架上还是在榨酒槽中压榨时,都散发出玫瑰的芳香;而大瓮中的新酿,若信奉荷马的话,已是甘霖琼浆的一滴。 为何这样好的葡萄树没有广植、未曾布满众多普莱特隆呢?或许是我自己并非殷勤的农夫;但因对我而言,狄奥尼索斯的酒樽向来适度节制,且极需水仙(泉水)调和,所以我所备办的,仅足供我自己和朋友们之用——而这样的人本就为数甚少。 如今,亲爱的朋友,我将这份礼物赠予你,它虽微小,但正如智慧诗人品达所言,是“从家到家”、由朋友赠与朋友的雅致之礼。 我是在灯下匆匆草就此信的,因此若有何舛误,请勿苛加责难,亦勿以雄辩家挑剔雄辩家之态来审视。
- 426dἔλαττον μὲν ἢ ὥστε ἄνδρα εἰς περιουσίαν ὀνῆσαί τι μέγα
此处采用“比较级(ἔλαττον)+ ἢ ὥστε + 不定词(ὀνῆσαι)”的固定句式,表程度或结果,意为“过于微小以致不足以在财富上大大助益某人”。ἔλαττον 作宾语 συγκτησείδιον 的同位谓语形容词。
- 427cκατακλινομένῳ καὶ εἴς τι βιβλίον ἀφορῶντι, εἶτα διαναπαύοντι τὴν ὄψιν ἥδιστον ἀπιδεῖν
紧接前句的 ἡσυχία πολλή,不定词 ἀπιδεῖν 作无人称谓语 ἥδιστον [ἐστίν] 的主语。一系列与格分词(κατακλινομένῳ, ἀφορῶντι, διαναπαύοντι)为利害/关涉与格,充当这些动作的逻辑主语。
- 428aἐπὶ πολὺ τῶν νυμφῶν δεῖται
动词 δεῖται(需要)支配属格补足语 τῶν νυμφῶν。古希腊人饮酒习惯以水调和葡萄酒,此处用酒神狄奥尼索斯需要水仙(宁芙,即水)这一文学比喻来指代调水饮用、不尚暴饮。
