← 朱利安

书信集

§26.1-26.2

敦促友人来访与宫廷中的真诚友谊

作者敦促友人利用公家驿传尽快前来相聚,并阐明由于身旁有得力且坦诚的同僚共掌政务,自己的宫廷在忙碌之中仍能葆有真挚的友爱与从容的闲暇,因此友人的到访绝非政务之累,反而大有助益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

Ἡ μὲν παροιμία φησὶν Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρ’ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς μὴ πάρεργον αὐτὰ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντως ἱκανοὶ πρὸς πάντα. διδοῦσιν οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως, ἧς μόνης οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθ’ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους,1 ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλοις ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων· ἔνθεν ἔξεστιν ἡμῖν· ἀπείη δὲ φθόνος· ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς. ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἐμαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.

谚语说:“你所宣告的并非战争”,而我愿借用喜剧之语添上一句:“啊,宣告了字句之黄金的人!”那么,请你以行动证明这一点,快些到我们这里来吧;因为你是以朋友的身份来到朋友身旁。对于不把政事当作副业的人而言,那关乎国政的共同且持续的劳碌固然似乎颇为沉重,但在我确信之中,那些分担这番操劳的人皆宽厚公允、明达聪慧,在诸事上皆完全胜任。因此,他们给了我从容的闲暇,以致我毫无疏怠却仍可安享休息。因为我们彼此相处,并不带着宫廷的虚伪——我想迄今为止你所经历的仅限于此,在那里人们口虽称赞,却怀着连对仇敌都不曾有过的极深怨恨——而是带着彼此应有的坦诚;在必要之时,我们相互质正与训诫,彼此相爱却绝不下于挚友同侪。由此,我们得以——但愿嫉妒之神远避——在从容中尽忠职守,在尽忠职守时不觉困苦劳顿,并且无忧无惧地安睡。因为我即便醒着,理所当然也与其说是为了自己,不如说是为了所有其他众人。

§26.2

Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες· ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυδάμας. ἀλλ’ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν ἅτε ἀνδρὸς ἔμφρονος ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ,2 ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησάμενος δρόμῳ· συνδιατρίψας δὲ ἡμῖν ἐφ’ ὅσον σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφ’ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιεῖ.

因一时糊涂,我或许对你饶舌妄言了这许多话;因为我竟然像阿斯提达马斯那样自吹自擂起来了。然而,我写下这些,是为了让你相信,你作为一位明智之士的光临,非但不会剥夺我们的时间,反而大有裨益。所以,正如我所说的那样,请利用公家驿传快快动身吧;在我们这里逗留你所心仪的时日之后,由我们以合宜的礼数相送,你爱去哪里便可去往哪里。

语法注2 条
  1. 381cτηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους

    τηλικοῦτον μῖσος 是动词 μισοῦσι 的同源宾格,后接由关联代词 ἡλίκον 引导的从句。在 ἡλίκον 之后省略了动词 μισοῦσιν(或 μῖσος μισοῦσιν),而宾格 τοὺς πολεμιωτάτους 充当其宾语,全句意为“甚至对最极端的仇敌也未曾怀有的深仇大恨”。

  2. 381dπροὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν ἅτε ἀνδρὸς ἔμφρονος ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ

    此结构是由 ἵνα 从句中的动词 πείσω 所支配的带不定式的宾格结构(间接引语)。宾格 τὴν σὴν παρουσίαν 是不定式 ποιήσειν 与 παραιρήσεσθαι 的逻辑主语。习语 προὔργου ποιέω(使之有益、起作用)与比较级 μᾶλλον ... ἤ 相结合,意为“与其说是剥夺我们的时间,不如说大有裨益”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:26.1-26.2