- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:24.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝严厉谴责阿塔纳修斯滥用赦令擅自夺回亚历山大里亚的主教宝座,勒令他在接到信函当日立即离开该城。
Ἐχρῆν τὸν ἐξελαθέντα βασιλικοῖς πολλοῖς πάνυ καὶ πολλῶν αὐτοκρατόρων προστάγμασιν ἓν γοῦν ἐπίταγμα περιμεῖναι βασιλικόν, εἶθ’ οὕτως εἰς τὴν ἑαυτοῦ κατιέναι, ἀλλὰ μὴ τόλμῃ μηδ’ ἀπονοίᾳ χρησάμενον ὡς οὐκ οὖσιν ἐνυβρίζειν τοῖς νόμοις,1 ἐπεί τοι καὶ τὸ νῦν τοῖς Γαλιλαίοις τοῖς φυγαδευθεῖσιν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου οὐ κάθοδον εἰς τὰς ἐκκλησίας αὐτῶν, ἀλλὰ τὴν εἰς τὰς πατρίδας συνεχωρήσαμεν. Ἀθανάσιον δὲ πυνθάνομαι τὸν τολμηρότατον ὑπὸ τοῦ συνήθους ἐπαρθέντα θράσους ἀντιλαβέσθαι τοῦ λεγομένου παρ’ αὐτοῖς ἐπισκοπῆς θρόνου, τοῦτο δὲ εἶναι2 καὶ τῷ θεοσεβεῖ τῶν Ἀλεξανδρέων δήμῳ οὐ μετρίως ἀηδές. ὅθεν αὐτῷ προαγορεύομεν ἀπιέναι τῆς πόλεως, ἐξ ἧς ἂν ἡμέρας τὰ τῆς ἡμετέρας ἡμερότητος γράμματα δέξηται παραχρῆμα· μένοντι δ’ αὐτῷ3 τῆς πόλεως εἴσω μείζους πολὺ καὶ χαλεπωτέρας προαγορεύομεν τιμωρίας.
一个人既受极多道皇帝敕令、且由多位皇帝下令放逐,本应至少等待一道帝王诏令,然后再以此种方式重返自己的故土,而不该凭借胆大妄为与疯狂,将法律视若无物而肆意侮辱。因为事实上,如今我们对于被已故君士坦提乌斯流放的加利利人所准许的,并非返回他们的教会,而是返回他们各自的家乡。然而我得知,那个极其放肆的阿塔纳修斯,竟因其惯有的傲慢而忘乎所以,夺取了在他们中间被称为主教座的职位,而这对于敬奉神明的亚历山大里亚民众而言亦是极度令人不快的。因此,我们严令他自接到我们皇恩宽典之信函的当天起,立即离开该城;如果他仍滞留城内,我们向他宣告大得多且严厉得多的惩罚。
- 378dὡς οὐκ οὖσιν ἐνυβρίζειν τοῖς νόμοις
与格分词 οὖσιν 与 τοῖς νόμοις 一致,连词 ὡς 表示行为者的主观看法或假定态度(“仿佛法律并不存在一般”)。不定式 ἐνυβρίζειν 由非人称动词 Ἐχρῆν 支配,与前面的 περιμεῖναι 和 κατιέναι 并列。
- 378dτοῦτο δὲ εἶναι
此为由主句动词 πυνθάνομαι(“我听说……”)所支配的第二个“宾格加不定式”结构,与前面的 ἀντιλαβέσθαι 并列。代词 τοῦτο 作其意义上的主语(宾格),指代前文阿塔纳修斯擅自夺取主教宝座的整个事件。
- 399aμένοντι δ’ αὐτῷ
作主句动词 προαγορεύομεν 的间接宾语(与格),同时分词 μένοντι 兼具相当于条件从句的副词性功能(“如果他继续停留”)。
