← 朱利安

书信集

§23.1

嗜书之癖与搜寻乔治藏书的请求

作者自述幼年以来对收罗典籍的深切嗜好,请求收信人作为私人情面全力搜查并收缴乔治的全部藏书,并指派乔治的文书作为搜寻向导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

Ἄλλοι μὲν ἵππων, ἄλλοι δὲ ὀρνέων, ἄλλοι δὲ θηρίων ἐρῶσιν· ἐμοὶ δὲ βιβλίων κτήσεως ἐκ παιδαρίου δεινὸς ἐντέτηκε πόθος. ἄτοπον οὖν, εἰ ταῦτα περιίδοιμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον μόνον ἀποπλῆσαι τὸν πολὺν ἔρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαιρεῖσθαι ῥᾳδίως διανοουμένους.1 ταύτην οὖν ἰδιωτικήν μοι δὸς τὴν χάριν, ὅπως ἀνευρεθῇ πάντα τὰ Γεωργίου βιβλία. πολλὰ μὲν γὰρ ἦν φιλόσοφα παρ’ αὐτῷ, πολλὰ δὲ ῥητορικά, πολλὰ δὲ ἦν καὶ τῆς τῶν δυσσεβῶν Γαλιλαίων διδασκαλίας· ἃ βουλοίμην μὲν ἠφανίσθαι πάντη, τοῦ δὲ μὴ σὺν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα,2 ζητείσθω κἀκεῖνα μετ’ ἀκριβείας ἅπαντα. ἡγεμὼν δὲ τῆς ζητήσεως ἔστω σοι ταύτης ὁ νοτάριος Γεωργίου, ὃς μετὰ πίστεως μὲν ἀνιχνεύσας αὐτὰ γέρως ἴστω τευξόμενος ἐλευθερίας, εἰ δ’ ἁμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πεῖραν ἥξων.3 ἐπίσταμαι δὲ ἐγὼ τὰ Γεωργίου βιβλία, καὶ εἰ μὴ πάντα, πολλὰ μέντοι· μετέδωκε γάρ μοι περὶ τὴν Καππαδοκίαν ὄντι πρὸς μεταγραφήν τινα, καὶ ταῦτα ἔλαβε πάλιν.

有人喜好马匹,有人喜好飞禽,有人喜好野兽;而我自幼年起,便深深种下了渴求罗致书籍的炽烈欲望。因此,若是我听任那些狂热贪恋财富之人将这些书籍据为己有——对他们而言,单是黄金尚不足以满足其贪婪,竟还意图轻易盗取这些典籍——那便太荒谬了。所以,请为我施予这件私人恩惠,务使乔治的全部藏书悉数寻获。因为他那里有许多哲学著作,有许多修辞学著作,亦有许多属于不敬的加利利人教说之书;我固然希望后一类书籍被彻底销毁,但为免更有价值的典籍连同它们一并被盗走,且让那些书籍也全都被细加搜寻。在此番搜寻中,令乔治的文书担任你的向导;他若能忠诚地追查出这些书籍,当知自己将获得自由的奖赏;但若在此事上胆敢有任何欺诈,则当知自己必将受酷刑之试。对于乔治的藏书,我若非全知,亦知其中许多;因为我人在卡帕多细亚时,他曾借予我若干典籍用以抄录,其后又将其收回。

语法注3 条
  1. 378aἄτοπον οὖν, εἰ ταῦτα περιίδοιμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον μόνον ἀποπλῆσαι τὸν πολὺν ἔρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαιρεῖσθαι ῥᾳδίως διανοουμένους.

    表评判的述谓形容词 ἄτοπον(省略系词 ἐστίν)后接 εἰ 引导的带愿望语气动词 περιίδοιμι 的条件从句,表达假定情况(“若我坐视……便实属荒谬”)。动词 περιορῶ 后接宾格补足分词,修饰 ἀνθρώπους,其由 σφετερισαμένους 与 διανοουμένους 两个分词充当。

  2. 378bτοῦ δὲ μὴ σὺν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα

    带定冠词属格的不定式加上否定词 τοῦ δὲ μὴ ... ὑφαιρεθῆναι,在此用作表目的的状语(“为免更有用的书被窃走”,相当于 ἵνα μή 引导的目的从句),修饰后随的主句命令式 ζητείσθω。

  3. 378bγέρως ἴστω τευξόμενος ἐλευθερίας, εἰ δ’ ἁμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πεῖραν ἥξων

    动词 οἶδα 的第三人称单数命令式 ἴστω 带有间接引语性质的未来时补足分词(τευξόμενος 与 ἥξων),意为“当知自己将获得……必将遭受……”。此外,γέρως 是动词 τυγχάνω 的属格宾语,而 ἐλευθερίας 则是作为解释其内容的同格属格(“自由这一奖赏”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:23.1