← 朱利安

书信集

§22.1-22.3

指示阿尔萨基奥斯整饬祭司与推行慈善

尤利安皇帝指示加拉太高级祭司阿尔萨基奥斯整饬祭司纪律,建立旅舍救济贫弱以抗衡基督徒善举,维护圣殿内神权对世俗官员的崇高地位,并敦促佩西努斯居民虔奉群神之母。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

Ὁ Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡμῶν ἕνεκα τῶν μετιόντων αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα, κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος. ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια· τὴν γὰρ ἐν ὀλίγῳ τοιαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδ’ ἂν εὔξασθαί τις ὀλίγῳ πρότερον ἐτόλμα. τί οὖν ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν, ὡς μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον; ὧν ἕκαστον οἴομαι χρῆναι παρ’ ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς ὅσοι περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησον ἢ πεῖσον εἶναι σπουδαίους, ἢ τῆς ἱερατικῆς λειτουργίας ἀποστῆσον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλὰ ἀνέχοιντο τῶν οἰκετῶν ἢ υἱέων ἢ τῶν γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων. ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ ἀπειθοῦντας ἐξώθει. ξενοδοκεῖα καθ’ ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν’ ἀπολαύσωσιν οἱ ξένοι τῆς παρ’ ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ ἄλλων ὅστις ἂν δεηθῇ χρημάτων. ὅθεν δὲ εὐπορήσεις, ἐπινενόηταί μοι τέως. ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ μὲν πέμπτον εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ὑπηρετουμένους ἀναλίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέμεσθαι παρ’ ἡμῶν. αἰσχρὸν γάρ, εἰ τῶν μὲν Ἰουδαίων οὐδεὶς μεταιτεῖ, τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους, οἱ δὲ ἡμέτεροι τῆς παρ’ ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνονται. δίδασκε δὲ καὶ συνεισφέρειν τοὺς Ἑλληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας καὶ τὰς Ἑλληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς Ἑλληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτούς, ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργον. Ὅμηρος γοῦν τοῦτο πεποίηκεν Εὔμαιον λέγοντα· "ξεῖν’, οὔ μοι θέμις ἔστ’, οὐδ’ εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ’ ὀλίγη τε φίλη τε." μὴ δὴ τὰ παρ’ ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις συγχωροῦντες αὐτοὶ τῇ ῥᾳθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς εὐλάβειαν. εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης ἔσομαι.

希腊信仰尚未如我们所期望的那样兴旺,这正是因为我们这些奉行它的人;因为诸神之功业确实光辉宏伟,远胜一切祈愿与期盼。愿阿德剌斯忒亚宽恕我们的话语;因为在不久之前,绝无人敢于祈求在如此短的时间内发生如此巨大而显著的转变。那么,我们为何认为目前的成效便已足够,却未曾注意到,正是对异邦之人的仁爱、对亡者安葬的关照以及生活举止上装出的庄严,才极大地助长了无神派的滋蔓?我认为,我们应当切实躬行其中的每一项。而且,仅有你一人如此尚且不够,凡在加拉太境内的全体祭司皆必须毫无例外地如此。你必须使他们心生羞愧,或劝导他们归于虔敬,否则便将他们逐出祭司圣职,若他们不偕同妻子、子女及仆从一同来到诸神面前,反而容忍其家仆、子嗣或妻室对诸神不敬,尊崇无神之说甚于敬神之礼。此外,你当告诫祭司切勿踏足剧场,切勿在酒肆饮酒,亦不可操持任何卑贱可耻之技艺或营生;顺从者当予崇敬,违逆者当予罢黜。在各城设立密集的旅舍,使异邦人得以享受出自我们之手的仁爱之德——不仅给予我们自身的人,亦施予任何缺乏资财之人。至于你所需之资财从何而来,我目前已作定夺。我已下令每年在加拉太全境拨付三万莫狄小麦及六万塞克斯塔葡萄酒;我认为其中五分之一当用于侍奉祭司的贫民,其余部分则由我们分发给异邦旅人及行乞之人。因为犹太人中无一人乞讨,不敬的加利利人除养活本族之人外亦供养我们的人,而我们的人却显得缺乏自我们而来的救助,此实为奇耻大辱。你亦当教导希腊信仰者为此类公益善举捐献资财,教导希腊村落向诸神献上初熟之果,使希腊民风习惯于此类善行,教导他们此自古便是我们的本分。荷马便曾让欧迈俄斯如此言道: “客人,即便来者比你更为下贱,慢待客人于我亦是不合天理;因一切旅人与乞丐皆属宙斯,馈赠虽微,却寄深情。” 切莫容任他人仿效属于我们的善德,我们自身反以怠惰蒙羞,甚至弃绝了对诸神的虔敬。若我获悉你遵行此事,我心将充满欢欣。

§22.2

Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ἀλλ’, ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης.1 ἄρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι καὶ κενόδοξοι.

接见总督当极少于私邸,多数事务当以书信往来。他们入城之时,祭司皆不可前往迎奉,唯当其造访诸神圣殿之际,方可在门廊之内予以接待。任何兵卒皆不可在前方引导其入内,但凡有意者尽可随侍其后;盖因踏入圣所门槛之时,他便已成平民。因你自身深知,殿内之权由你执掌,神圣法令亦如是要求。顺从者方为真正敬神之人,而固执于傲慢者不过是哗众取宠、虚慕浮华之辈。

§22.3

Τῇ Πεσσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ’ ἡμῶν ἀπολαύσωσι δυσμενείας.2 "οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἐλεαίρειν ἀνέρας, οἵ κε θεοῖσιν ἀπέχθωντ’ ἀθανάτοισιν." πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ’ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.

若佩西努斯人能使诸神之母眷顾宽宥自身,我愿施以援手;但若怠慢于她,他们不仅难逃责难,而且——恕我不作苛言——恐怕亦将招致我们的反感: “因接纳或怜悯为不朽诸神所憎恶之人,于我实非合乎天理。” 故此,若他们冀求我的庇护,你当规劝他们举城阖众,成为诸神之母的祈求者。

语法注2 条
  1. 431cἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης

    此处采用 ἅμα ... καί ... 的时间关联句式,表达“一旦……便立刻……”的紧密时间关系。它明确指出,世俗总督即便权势再大,一旦踏过圣所门槛,便即刻化为一介普通平民(ἰδιώτης)。

  2. 431dἀμελοῦντες δὲ αὐτῆς οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ’ ἡμῶν ἀπολαύσωσι δυσμενείας

    μὴ πικρὸν εἰπεῖν 是独立不定式短语,作插入语用,意为“恕我不作严酷之语”或“免得言之过苛”。其后的 μὴ καὶ ... ἀπολαύσωσι 搭配虚拟语气,表示隐忧或委婉的告诫(“恐怕他们甚至会招致我们的不悦”),整句结构兼具委婉修辞与严正警告。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:22.1-22.3