- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:21.1-21.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皇帝尤利安严厉斥责亚历山大市民动用私刑残杀主教乔治的非法暴行,谴责他们未循正当审判便玷污了圣城。然而,出于对诸神的敬畏以及对曾治理该城的同名叔父的追念,他决定以劝勉之言予以训诫,免去严厉的帝国惩罚。
Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐκ εἰσῆλθε λόγος οὐδείς; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης· οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. ἀλλ’ ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμός, ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας, οἳ τὰ τῆς ὁρμῆς ἀναστείλαντες τοῖς παραχρῆμα βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν, οὐδὲ ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταὐτά, ἐφ’ οἷς ἐκείνους ἐμισήσατε δικαίως. εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ’ ὑμῶν παρώξυνεν,1 εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. ὑμῶν δὲ ἀγανακτούντων εἰκότως καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς, ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικώς, ὃς αὐτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσφέροιτο. τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις·2 οὕτω γὰρ ἐγένετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελής, ὑμᾶς μὲν ἀθῴους πάντη φυλάττουσα, τιμωρουμένη μὲν τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσά δὲ τοὺς ἄλλους πάντας ὅσοι τῶν θεῶν ὀλιγωροῦσι καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ’ ἐκείνων ὠμότητα.
即便你们不敬畏你们的建城者亚历山大,不敬畏在那之先的伟大而至圣之神塞拉皮斯,难道关于人类共通之理与相称之道的思虑,竟丝毫未曾进入你们的心中吗?我还要加上一句,难道你们也未曾考虑到我们吗?全体诸神,尤其是伟大的塞拉皮斯,认定我们有权统辖天下;而对侵害你们之人的裁决,本理当留归我们施行。然而,或许是愤怒与暴戾蒙蔽了你们,暴戾向来是“驱散理智,行此可怖之恶”的;你们在遏制住冲动之后,随后竟将非法暴行加诸当场妥善议定之事,身为一城之民,竟毫不羞愧地胆敢犯下你们理当痛恨那些人所犯下的同样罪行。借塞拉皮斯之名告诉我,你们究竟因何种不公而对乔治怒不可遏?你们自会说,是因为他挑唆已故的君士坦提乌斯反对你们,继而引军队进驻圣城,埃及总督占领了神明至圣的圣苑,从那里掳掠了雕像、奉献物和神庙内的装饰;而当你们理所当然地义愤填膺并试图捍卫神明——或者更确切地说是神明的财产——时,总督竟敢不公、非法且不敬地派遣重装步兵攻击你们,总督害怕乔治或许甚于害怕君士坦提乌斯,因为乔治从远处监视着他,看他对你们的举止是较为温和而具有公民风范,还是更为专横暴虐。正是因为这些缘故,你们在向神敌乔治泄愤之时,本可以将其交由法官投票审判,却再次玷污了圣城;因为若依审判行事,此举便非凶杀亦非法外之行,而是一场得体公允的判决,不仅能使你们彻底免除罪责,严惩那犯下无可救药之不敬的人,还能惩戒所有其他藐视诸神之人,更惩戒那些视如此名城与繁荣民众为无物、将残害他们当作自身权势附带之举之人。
Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν ᾗ μικρῷ πρῴην ἐπέστειλα, καὶ τὸ διάφορον κατανοήσατε. πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε; νυνὶ δὲ μὰ τοὺς θεοὺς ἐθέλων ὑμᾶς ἐπαινεῖν οὐ δύναμαι διὰ τὴν παρανομίαν. τολμᾷ δῆμος ὥσπερ οἱ κύνες λύκον ἄνθρωπον σπαράττειν, εἶτα οὐκ αἰσχύνεται τὰς χεῖρας προσάγειν τοῖς θεοῖς αἵματι ῥεούσας. ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν. καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα. καὶ δι’ ὑμᾶς, ἐρεῖτε. σύμφημι καὶ αὐτός· παρ’ ὑμῶν δὲ εἰ λέγοιτε, τοῦτο οὐκέτι συγχωρῶ. νόμοι γὰρ ὑμῖν εἰσίν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ’ ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ’ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν καὶ διὰ τὸν θεῖον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν εὔνοιαν ὑμῖν ἀποσώζω. τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς οὔποτε ἂν δήμου περιίδοι τόλμημα μὴ οὐ καθάπερ νόσημα χαλεπὸν πικροτέρῳ διακαθῆραι φαρμάκῳ.3 προσφέρω δ’ ἐγὼ ὑμῖν δι’ ἅσπερ ἔναγχος ἔφην αἰτίας τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους, ὑφ’ ὧν εὖ οἶδ’ ὅτι πείσεσθε μᾶλλον, εἴπερ ἐστέ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ.
因此,请将我这封信与我不久前所发的书信加以对比,体察其中的天壤之别。那时我写下了对你们多少的赞辞!然而如今,指着诸神起誓,我虽意欲赞许你们,却因这等非法之举而无法启齿。民众竟敢像野犬撕裂野狼一般将一个人撕得粉碎,随后竟不知羞耻地向诸神举起淌血的双手!诚然,“乔治理应遭受这等下场”,我也许会说〔他理应遭受〕比这些更恶劣、更严酷之事;你们会说,“而且是为了您的缘故”,对此我自己也赞同;但若你们说〔该〕由你们之手,这一点我便绝不能苟同。因为你们拥有法律,法律首先应当由每个人在私底下予以恪守和敬爱。虽然个别人难免会有违法之举,但至少城邦公共体必须保持良好的秩序,你们应当顺从法律,切勿逾越自始确立的优良典章。亚历山大的市民们,你们在我的治下犯下这等罪愆,实乃你们的万幸;因着对神明的敬畏,并因着与我同名、曾统治埃及全境及你们城邦的叔父,我始终对你们怀有兄弟般的情谊。盖因权柄不可轻慢之威仪,以及统治那冷峻而无瑕的纯粹,绝不会坐视民众的狂妄暴举而不像对待重症那般以更苦的烈药加以涤除。然而,正是出于我方才所言的缘故,我向你们施予最为温和的手段——劝勉与言语;我深知你们定能更加心悦诚服,只要你们确如我所闻的那样自古便是希腊人,且在你们的心智与践行中,至今仍存留着那等高贵出身所特有的卓越而崇高的品格。
Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν.
谨此公开放榜于我的同胞亚历山大市民。
- 379aτὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ’ ὑμῶν παρώξυνεν
先引/前置(prolepsis)句式。名词短语 τὸν μακαρίτην Κωνστάντιον 被提前置于主句动词 ἐρεῖτε 之前,在句法上实际充当后接 ὅτι 从句中动词 παρώξυνεν 的宾语。这种结构起到了突出被挑唆者君士坦提乌斯这一话题核心的修辞功用。
- 379cἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις
非人称动词 ἔξεστι 的中性宾格分词构成的宾格绝对独立结构(accusative absolute),后接不定式 ὑποβάλλειν,表让步(“尽管原本可以将其付诸裁决”)。此构式有力地将原本合法的途径与暴民擅自行动的非法性形成了鲜明对照。
- 380cοὔποτε ἂν δήμου περιίδοι τόλμημα μὴ οὐ καθάπερ νόσημα χαλεπὸν πικροτέρῳ διακαθῆραι φαρμάκῳ
在带有否定意义的动词(οὔποτε ἂν περιίδοι,“绝不会坐视”)后接 μὴ οὐ 搭配不定式(διακαθῆραι)构成的双重否定句式,意为“绝不会坐视……而不予以肃清”。主语是由定冠词引导的中性抽象短语 τὸ τῆς ἐξουσίας ἀκαταφρόνητον καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς。
