← 朱利安

书信集

§20.1-20.2

任命亚细亚圣所主管与重振信仰

尤利安基于对共同导师的信任,任命受信人统领亚细亚全境的圣所,告诫其秉持公允并恪守祖制,同时以犹太人对其传统的坚贞信仰为鉴,痛斥自身阵营对诸神的懈怠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

Ἐμοὶ πρὸς σὲ πεποίηται παρὰ τοὺς ἄλλους ἰδιαίτερον ἐπιστολῆς εἶδος, ὅτι σοι καὶ πλέον μέτεστι τῆς πρὸς ἐμὲ φιλίας ἤπερ οἶμαι τοῖς ἄλλοις· ἔστι γὰρ ἡμῖν ὁ κοινὸς καθηγεμὼν οὐ μικρά, καὶ μέμνησαι δήπου. χρόνος δὲ οὐ βραχὺς ὅτε διατρίβων ἔτι κατὰ τὴν ἑσπέραν, ἐπειδή σε λίαν ἀρέσκειν ἐπυθόμην αὐτῷ, φίλον ἐνόμισα· καίτοι δοκεῖν ἔχον ἐκεῖνο καλῶς εἴωθεν ἐμοὶ διὰ περιττὴν εὐλάβειαν τὸ οὐ γὰρ ἔγωγε ἤντησ’ οὐδὲ ἴδον,1 καὶ καλῶς ἡγεῖσθαι χρὴ φιλίας μὲν γνῶσιν, γνώσεως δὲ πεῖραν. ἀλλ’ ἦν τις, ὡς ἔοικεν, οὐκ ἐλάχιστος παρ’ ἐμοὶ λόγος καὶ τοῦ Αὐτὸς ἔφα. διόπερ ἐγὼ καὶ τότε σε τοῖς γνωρίμοις ᾤμην δεῖν ἐγκαταλέγειν, καὶ νῦν ἐπιτρέπω πρᾶγμα ἐμοὶ μὲν φίλον, ἀνθρώποις δὲ πᾶσι πανταχοῦ λυσιτελέστατον. σὺ δὲ εἰ καλῶς, ὥσπερ οὖν ἄξιον ἐλπίζειν, αὐτὸ μεταχειρίσαιο, ἴσθι πολλὴν μὲν εὐφροσύνην ἐνταῦθα παρέξων, ἐλπίδα δὲ ἀγαθὴν μείζονα τὴν εἰς τὸ μέλλον. οὐ γὰρ δὴ καὶ ἡμεῖς ἐσμεν τῶν πεπεισμένων τὰς ψυχὰς ἤτοι προαπόλλυσθαι τῶν σωμάτων ἢ συναπόλλυσθαι, πειθόμεθα δὲ τῶν μὲν ἀνθρώπων οὐδενί, τοῖς θεοῖς δὲ μόνον, οὓς δὴ καὶ μάλιστα ταῦτα εἰκὸς εἰδέναι μόνους, εἴ γε χρὴ καλεῖν εἰκὸς τὸ ἀναγκαῖον· ὡς τοῖς μὲν ἀνθρώποις ἁρμόζει περὶ τῶν τοιούτων εἰκάζειν, ἐπίστασθαι δὲ αὐτὰ τοὺς θεοὺς ἀνάγκη.

我致你的这封信采用了不同于他人的特殊体例,因为我认为你与我的友谊远深于他人;诚然,我们共同的导师绝非微不足道的纽带,想必你也记得。自我在西方逗留时,得知你深得他的赏识,便已视你为友,距今已非短暂的时日;尽管出于过度的谨慎,我向来认为“我未曾遇见过,亦未曾谋面”那句话极有道理,且理当认为相知是友谊的前提,而亲身体验又是相知的前提。然而,看来甚至那句“宗师亲口说过”在我这里也具有非同小可的分量。因此,我当时便认为应当将你列入知己之中,如今更是将一件于我心所悦、于天下万民又最为有益的事业托付于你。你要知道,如果你能像理当指望的那样妥善处理此事,不仅将在此世带来莫大的欣慰,更会为来世提供更为巨大的美好指望。因为我们绝不属于那些确信灵魂要么先于肉体消灭、要么与肉体一同消灭之列;我们不信从任何凡人,而唯独信从诸神,若将必然之事称为“理所应当”尚且妥当的话,那么诸神理所应当是唯一对此了如指掌者;因为对于此类事物,凡人适于推测,而诸神则必然洞悉。

§20.2

Τί τοῦτο οὖν ἐστιν ὅ φημί σοι νῦν ἐπιτρέπειν; ἄρχειν τῶν περὶ τὴν Ἀσίαν ἱερῶν ἁπάντων αἱρουμένῳ τοὺς καθ’ ἑκάστην πόλιν ἱερέας καὶ ἀπονέμοντι τὸ πρέπον ἑκάστῳ. πρέπει δὲ ἐπιείκεια μὲν πρῶτον ἄρχοντι χρηστότης τε ἐπ’ αὐτῇ καὶ φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν. ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος δ’ ἐστὶ πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, ἢ διδακτέος μετὰ παρρησίας ἐστὶν ἢ μετ’ ἐμβριθείας κολαστέος. ὅσα μὲν οὖν χρὴ κοινῇ συντάξαι περὶ τῶν ἱερέων ἁπάντων ἐντελέστερον, αὐτίκα μάλα σὺν τοῖς ἄλλοις εἴσει, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι. δίκαιος δὲ εἶ πείθεσθαί μοι τὰ τοιαῦτα.2 καὶ γὰρ οὐδὲ ἀποσχεδιάζω τὰ πολλὰ τῶν τοιούτων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀλλά, εἴπερ τις ἄλλος, εὐλαβής εἰμι καὶ φεύγω τὴν καινοτομίαν ἐν ἅπασι μέν, ὡς ἔπος εἰπεῖν, ἰδίᾳ δὲ ἐν τοῖς πρὸς τοὺς θεούς, οἰόμενος χρῆναι τοὺς πατρίους ἐξ ἀρχῆς φυλάττεσθαι νόμους, οὓς ὅτι μὲν ἔδοσαν οἱ θεοί, φανερόν· οὐ γὰρ ἂν ἦσαν οὕτω καλοὶ παρὰ ἀνθρώπων ἁπλῶς γενόμενοι. συμβὰν δὲ αὐτοὺς ἀμεληθῆναι καὶ διαφθαρῆναι πλούτου καὶ τρυφῆς ἐπικρατησάντων, οἶμαι δεῖν ὥσπερ ἀφ’ ἑστίας3 ἐπιμεληθῆναι τῶν τοιούτων. ὁρῶν οὖν πολλὴν μὲν ὀλιγωρίαν οὖσαν ἡμῖν πρὸς τοὺς θεούς, ἅπασαν δὲ εὐλάβειαν τὴν εἰς τοὺς κρείττονας ἀπεληλαμένην ὑπὸ τῆς ἀκαθάρτου καὶ χυδαίας τρυφῆς, ἀεὶ μὲν ὠδυράμην ἐγὼ κατ’ ἐμαυτὸν τὰ τοιαῦτα, τοὺς μὲν τῇ Ἰουδαίων εὐσεβείας σχολῇ προσέχοντας οὕτω διαπύρους, ὡς αἱρεῖσθαι μὲν ὑπὲρ αὐτῆς θάνατον, ἀνέχεσθαι δὲ πᾶσαν ἔνδειαν καὶ λιμόν, ὑείων ὅπως μὴ γεύσαιντο μηδὲ πνικτοῦ μηδ’ ἄρα τοῦ ἀποθλιβέντος· ἡμᾶς δὲ οὕτω ῥᾳθύμως τὰ πρὸς τοὺς θεοὺς διακειμένους,4 ὥστε ἐπιλελῆσθαι μὲν τῶν πατρίων, ἀγνοεῖν δὲ λοιπόν, εἰ καὶ ἐτάχθη πώποτέ τι τοιοῦτον. ἀλλ’ οὗτοι μὲν ἐν μέρει θεοσεβεῖς ὄντες, ἐπείπερ θεὸν τιμῶσι τὸν ὡς ἀληθῶς ὄντα δυνατώτατον καὶ ἀγαθώτατον, ὃς ἐπιτροπεύει τὸν αἰσθητὸν κόσμον, ὃν εὖ οἶδ’ ὅτι καὶ ἡμεῖς ἄλλοις θεραπεύομεν ὀνόμασιν, εἰκότα μοι δοκοῦσι ποιεῖν, τοὺς νόμους μὴ παραβαίνοντες, ἐκεῖνο δὲ μόνον ἁμαρτάνειν, ὅτι μὴ καὶ τοὺς ἄλλους θεοὺς, ἀρέσκοντες τούτῳ μάλιστα τῷ θεῷ, θεραπεύουσιν, ἀλλ’ ἡμῖν οἴονται τοῖς ἔθνεσιν ἀποκεκληρῶσθαι μόνοις αὐτούς, ἀλαζονείᾳ βαρβαρικῇ πρὸς ταυτηνὶ τὴν ἀπόνοιαν ἐπαρθέντες· οἱ δὲ ἐκ τῆς Γαλιλαίας δυσσεβείας ὥσπερ τι νόσημα τῷ βίῳ τὴν ἑαυτῶν

那么,我如今说托付给你的究竟是什么呢?那便是统辖亚细亚全境的一切圣所,选拔各城的祭司,并将相称之物分派予各人。对于长官而言,首先当具备公允,随之当有仁善,以及对配得之人施予爱人之心。凡欺凌世人、对神不敬且对所有人傲慢放肆之人,若非坦诚直言以施教诫,便当严厉施以惩治。至于关于全体祭司应当共同周全订立的规章,你稍后自会同其他人一起知晓,但我目前希望向你提出几点简要的规劝。而且,在这类事情上你理应听从我。因为全体诸神皆知,对此类事物的大多数,我绝非仓促草率而行;相反,若有任何人审慎行事,我便是那最审慎者,在一切事上,尤其是在对待诸神的事上,我几乎可以说是规避一切革新,因为我认为自古以来的祖传法令必须予以恪守;而这些法则是诸神所赐,也是显而易见的,盖因若仅出自凡人之手,断不可能如此崇美。然而,由于财富与奢靡盛行,致使它们遭受废弛与败坏,我认为必须犹如从炉灶之根基开始那样,重新整治此类事务。因此,眼见我们对诸神表现出巨大的漠视,而对更高存在的一切敬畏皆被不洁而鄙俗的奢靡驱逐殆尽,我心中便始终对此痛惜不已:那些追随犹太人敬虔之风的人是如此热忱,以至于甘愿为之赴死,忍受一切匮乏与饥馑,只为不尝猪肉、不食勒死之物或被压碎之物;而我们对待诸神的态度却如此怠惰,以至于不仅遗忘了祖制,甚至自此已茫然不知是否曾有过此类戒律。然而,他们由于敬奉那位真实至能至善、掌管有形世界的真神——我深知我们亦以其他名号崇奉之——在某种程度上尚属敬神之人,在我看来,他们不逾越律法的行为是合乎情理的;他们唯一的过错在于,想要尤为取悦此神,却不去一并崇奉其他诸神,反倒因蛮族的傲慢而陷入这等狂妄,以为他们〔其他诸神〕唯独被分派给了我们这些异教民族。至于那些出自加利利不敬之风的人,则犹如生命的一种疫病,将他们自己的……

语法注4 条
  1. 452bδοκεῖν ἔχον ἐκεῖνο καλῶς εἴωθεν ἐμοὶ διὰ περιττὴν εὐλάβειαν τὸ οὐ γὰρ ἔγωγε ἤντησ’ οὐδὲ ἴδον

    动词 εἴωθεν 的主语是由定冠词引导的诗句引用 τὸ "οὐ γὰρ ἔγωγε ἤντησ’ οὐδὲ ἴδον"(出自荷马《奥德赛》等,“我未曾遇见过,亦未曾谋面”)。前面的分词短语 δοκεῖν ἔχον καλῶς 作表语性修饰(“看似合理/得当”),ἔχον 与副词 καλῶς 结合表示处于良好状态,与不定词 δοκεῖν 连用。

  2. 453bδίκαιος δὲ εἶ πείθεσθαί μοι τὰ τοιαῦτα

    此处使用了“δίκαιός εἰμι + 不定词”的人称句式(相当于非人称的 δίκαιόν ἐστί σε πείθεσθαι),意为“你理应顺从我”。中性复数宾格 τὰ τοιαῦτα 是配合 πείθεσθαι 的关系宾格或内宾格,表示“在此类事情上”。

  3. 453cὥσπερ ἀφ’ ἑστίας

    成语 ἀφ’ ἑστίας(字面意为“从炉灶/赫斯提亚祭坛起”)是一个比喻表达,意为“从头开始”或“从根本的基础起”。在此指对废弛已久的圣所与礼制必须从最根本的核心予以彻底整顿。

  4. 453cἀεὶ μὲν ὠδυράμην ἐγὼ κατ’ ἐμαυτὸν τὰ τοιαῦτα, τοὺς μὲν τῇ Ἰουδαίων εὐσεβείας σχολῇ προσέχοντας... ἡμᾶς δὲ οὕτω ῥᾳθύμως... διακειμένους

    主句动词 ὠδυράμην 的直接宾语是 τὰ τοιαῦτα,随后由 μέν...δέ 连接的两个对格分词短语 τοὺς μὲν ... προσέχοντας(“那些追随……的人”)与 ἡμᾶς δὲ ... διακειμένους(“而我们却处于……状态”)构成对比,具体说明了作者所哀叹的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:20.1-20.2