← 朱利安

书信集

§19.1-19.3

佩加修斯敬神之举与接纳改宗者

尤利安以自己探访伊利昂的亲身经历作证,说明佩加修斯即便在担任主教期间亦暗中敬奉诸神并保护圣所,主张应当尊重而非排斥这批改宗者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Πηγάσιον ἡμεῖς οὔποτ’ ἂν προσήκαμεν ῥᾳδίως, εἰ μὴ σαφῶς ἐπεπείσμεθα, ὅτι καὶ πρότερον εἶναι δοκῶν τῶν Γαλιλαίων ἐπίσκοπος ἠπίστατο σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς. οὐκ ἀκοὴν ἐγώ σοι ταῦτα ἀπαγγέλλω τῶν πρὸς ἔχθραν καὶ φιλίαν λέγειν εἰωθότων, ἐπεὶ καὶ ἐμοὶ πάνυ διετεθρύλητο τὰ τοιαῦτα περὶ αὐτοῦ, καὶ ναὶ μὰ τοὺς θεοὺς ᾤμην οὕτω χρῆναι μισεῖν αὐτὸν ὡς οὐδένα τῶν πονηροτάτων. ἐπεὶ δὲ κληθεὶς εἰς τὸ στρατόπεδον ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου ταύτην ἐπορευόμην τὴν ὁδόν, ἀπὸ τῆς Τρῳάδος ὄρθρου βαθέος διαναστὰς ἦλθον εἰς τὸ Ἴλιον περὶ πλήθουσαν ἀγοράν. ὁ δὲ ὑπήντησέ μοι καὶ βουλομένῳ τὴν πόλιν ἱστορεῖν—ἦν γάρ μοι τοῦτο πρόσχημα τοῦ φοιτᾶν εἰς τὰ ἱερά—περιηγητής τε ἐγένετο καὶ ἐξενάγησέ με πανταχοῦ. ἄκουε τοίνυν ἔργα καὶ λόγους, ἀφ’ ὧν ἄν τις εἰκάσειεν οὐκ ἀγνώμονα τὰ πρὸς τοὺς θεοὺς αὐτόν.

若非我们已明确确信,佩加修斯即便在从前被视作加利利人的主教时,也懂得敬奉与尊崇诸神,我们绝不会轻易接纳他。我向你报告这些事,并非听信那些惯于因私怨或私谊而言者的传闻;因为关于他的流言此前在我耳边也甚嚣尘上,凭诸神起誓,我曾认为应当像憎恨任何最邪恶之徒一样去憎恨他。然而,当我受已故的君士坦提乌斯召唤前往军营并沿此路行进时,我在黎明破晓时分从特罗阿斯启程,约在集市熙攘之时抵达了伊利昂。他前来迎候我,由于我想要探访这座城市——这正是我巡访圣域的借口——他便担当向导,引我巡视了各处。那么,且听听他的言行,由此人们可以推知他对诸神绝非不敬。

§19.2

Ἡρῷόν ἐστιν Ἕκτορος, ὅπου χαλκοῦς ἕστηκεν ἀνδριὰς ἐν ναΐσκῳ βραχεῖ. τούτῳ τὸν μέγαν ἀντέστησαν Ἀχιλλέα κατὰ τὸ ὕπαιθρον. εἰ τὸν τόπον ἐθεάσω, γνωρίζεις δήπουθεν ὃ λέγω. τὴν μὲν οὖν ἱστορίαν, δι’ ἣν ὁ μέγας Ἀχιλλεὺς ἀντιτεταγμένος αὐτῷ πᾶν τὸ ὕπαιθρον κατείληφεν, ἔξεστί σοι τῶν περιηγητῶν ἀκούειν. ἐγὼ δὲ καταλαβὼν ἐμπύρους ἔτι, μικροῦ δέω φάναι1 λαμπροὺς ἔτι τοὺς βωμοὺς καὶ λιπαρῶς ἀληλιμμένην τὴν τοῦ Ἕκτορος εἰκόνα, πρὸς Πηγάσιον ἀπιδὼν Τί ταῦτα; εἶπον, Ἰλιεῖς θύουσιν; ἀποπειρώμενος ἠρέμα, πῶς ἔχει γνώμης· ὁ δὲ Καὶ τί τοῦτο ἄτοπον, ἄνδρα ἀγαθὸν ἑαυτῶν πολίτην, ὥσπερ ἡμεῖς, ἔφη, τοὺς μάρτυρας, εἰ θεραπεύουσιν; ἡ μὲν οὖν εἰκὼν οὐχ ὑγιής· ἡ δὲ προαίρεσις ἐν ἐκείνοις ἐξεταζομένη τοῖς καιροῖς ἀστεία.2 τί δὴ τὸ μετὰ τοῦτο; Βαδίσωμεν, ἔφην, ἐπὶ τὸ τῆς Ἰλιάδος Ἀθηνᾶς τέμενος. ὁ δὲ καὶ μάλα προθύμως ἀπήγαγέ με καὶ ἀνέῳξε τὸν νεών, καὶ ὥσπερ μαρτυρόμενος ἐπέδειξέ μοι πάντα ἀκριβῶς σῶα τὰ ἀγάλματα, καὶ ἔπραξεν οὐδὲν ὧν εἰώθασιν οἱ δυσσεβεῖς ἐκεῖνοι πράττειν, ἐπὶ τοῦ μετώπου τοῦ δυσσεβοῦς τὸ ὑπόμνημα σκιαγραφοῦντες, οὐδὲ ἐσύριττεν, ὥσπερ ἐκεῖνοι, αὐτὸς καθ’ ἑαυτόν· ἡ γὰρ ἄκρα θεολογία παρ’ αὐτοῖς ἐστι δύο ταῦτα, συρίττειν τε πρὸς τοὺς δαίμονας καὶ σκιαγραφεῖν ἐπὶ τοῦ μετώπου τὸν σταυρόν.

那里有一处赫克托耳的英雄祠,在微型神龛内伫立着一尊青铜塑像。与此相对,人们在露天之处立起了伟大的阿喀琉斯的塑像。你若见过那地方,想必明白我的意思。至于伟大的阿喀琉斯为何与他对立并占据了整片露天之地的缘由,你尽可从当地向导处听闻。然而,当我发现祭坛上仍有余烬——我几乎可以说仍在明亮地燃烧——且赫克托耳的雕像被涂抹了光润的油脂时,我望向佩加修斯,悄悄试探他的想法说道:“这是怎么回事?难道伊利昂人仍在献祭吗?”他回答说:“如果他们崇奉自己城邦的一位善人同胞,正如我们崇奉殉道者一样,这又有何不妥呢?”这番比附固然并不妥当,但若置于当年的时局中加以考量,其意图却是极其巧妙得体的。那么此后又如何呢?我说:“让我们步行前往伊利昂的雅典娜圣域吧。”他极为热切地引我前去并打开了神殿,仿佛作证一般向我展示了所有雕像都完好无损;他既未做出那些不敬神之人惯常做的事——在额头上勾画那不敬神的标志,也没有像他们那样在私下嘘声作响;因为在他们当中,最高的宗教学问无非就是这两件事:向精灵嘘声驱邪,以及在额头上画十字。

§19.3

Δύο ταῦτα ἐπηγγειλάμην εἰπεῖν σοι· τρίτον δὲ ἐλθὸν ἐπὶ νοῦν οὐκ οἶμαι χρῆναι σιωπᾶν. ἠκολούθησέ μοι καὶ πρὸς τὸ Ἀχίλλειον ὁ αὐτός, καὶ ἀπέδειξε τὸν τάφον σῶον· ἐπεπύσμην δὲ καὶ τοῦτον ὑπ’ αὐτοῦ διεσκάφθαι. ὁ δὲ καὶ μάλα σεβόμενος αὐτῷ προσῄει. ταῦτα εἶδον αὐτός. ἀκήκοα δὲ παρὰ τῶν νῦν ἐχθρῶς ἐχόντων πρὸς αὐτόν, ὅτι καὶ προσεύχοιτο λάθρᾳ καὶ προσκυνοίη τὸν Ἥλιον. ἆρα οὐκ ἂν ἐδέξω με καὶ ἰδιώτην μαρτυροῦντα; τῆς περὶ τοὺς θεοὺς διαθέσεως ἑκάστου τίνες ἂν εἶεν ἀξιοπιστότεροι μάρτυρες αὐτῶν τῶν θεῶν; ἡμεῖς ἂν ἱερέα Πηγάσιον ἐποιοῦμεν, εἰ συνεγνώκειμεν αὐτῷ τι περὶ τοὺς θεοὺς δυσσεβές; εἰ δὲ ἐν ἐκείνοις τοῖς χρόνοις εἴτε δυναστείας ὀρεγόμενος, εἴθ̓, ὅπερ πρὸς ἡμᾶς ἔφη πολλάκις, ὑπὲρ τοῦ σῶσαι τῶν θεῶν τὰ ἕδη τὰ ῥάκια ταῦτα περιαμπέσχετο καὶ τὴν ἀσέβειαν μέχρις ὀνόματος ὑπεκρίνατο· πέφηνε γὰρ οὐδὲν οὐδαμοῦ τῶν ἱερῶν ἠδικηκὼς πλὴν ὀλίγων παντάπασι λίθων ἐκ καλύμματος, ἵνα αὐτῷ σώζειν ἐξῇ τὰ λοιπά· τοῦτο ἐν λόγῳ ποιούμεθα καὶ οὐκ αἰσχυνόμεθα3 ταῦτα περὶ αὐτὸν πράττοντες ὅσαπερ Ἀφόβιος ἐποίει καὶ οἱ Γαλιλαῖοι πάντες προσεύχονται πάσχοντα ἰδεῖν αὐτόν; εἴ τί μοι προσέχεις, οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, οἳ μετατέθεινται, τιμήσεις, ἵν’ οἱ μὲν ῥᾷον ὑπακούσωσιν ἡμῖν ἐπὶ τὰ καλὰ προκαλουμένοις, οἱ δ’ ἧττον χαίρωσιν. εἰ δὲ τοὺς αὐτομάτους ἰόντας ἀπελαύνοιμεν, οὐδεὶς ὑπακούσεται ῥᾳδίως παρακαλοῦσιν.

我曾答应向你讲述这两件事;如今想到了第三件,我认为也不应隐瞒。正是此人,亦陪同我前往阿喀琉斯祠,向我表明那座坟墓完好无损;而我此前曾听说连这座墓也被他掘毁了。不仅如此,他更是怀着极大的敬意走近那里。这些都是我亲眼所见。而我也从如今敌视他的人那里听闻,他甚至暗中向太阳神祈祷与膜拜。即便我仅作为一介平民作证,难道你就不予以采纳吗?关于每个人对诸神的态度,又有什么见证人能比诸神本身更值得信赖呢?如果我们察觉到他对诸神有任何不敬,难道还会任命佩加修斯为祭司吗?如果在那个年代,无论是出于对权柄的渴望,还是如他多次对我们所言的那样是为了保全诸神的圣所,他才披上那些破布僧袍并在名义上假装不敬——因为事实表明,他在任何地方都未毁损任何圣所,不过是作为掩护损及了极少量的几块石头,以便自己能够保全其余部分——难道我们要为此责难他,并且对他做出阿福比乌斯曾做过、且全体加利利人祈求看到他遭受的那些事而不知羞耻吗?你若对我尚有一丝听从,就不仅应当尊崇他,也应当尊崇其余归正之人,从而使一部分人在我们召唤其趋向美好事物时更乐于顺从,而让另一部分人少一些幸灾乐祸。但如果我们驱逐那些自愿归附之人,当我们发出召唤时,便再无人肯轻易听从了。

语法注3 条
  1. 19.2μικροῦ δέω φάναι

    相当于惯用语 μικροῦ δεῖν 的插入语,此处使用第一人称单数直陈式 δέω,意为“我几乎要说”或“差一点便可以说”。

  2. 19.2ἡ μὲν οὖν εἰκὼν οὐχ ὑγιής· ἡ δὲ προαίρεσις ἐν ἐκείνοις ἐξεταζομένη τοῖς καιροῖς ἀστεία.

    此处 εἰκών 并非指具象的“塑像”,而是指“比喻”或“类比”,即指佩加修斯将赫克托耳比作殉道者的辩解。与之相对,προαίρεσις 指其背后的“意图”或“动机”,尤利安认为若结合当时迫害异教的背景来看,这种用心是巧妙得体的(ἀστεία)。

  3. 19.3εἰ δὲ ἐν ἐκείνοις τοῖς χρόνοις ... τοῦτο ἐν λόγῳ ποιούμεθα καὶ οὐκ αἰσχυνόμεθα

    此长句的句法骨架为:条件从句 εἰ δὲ ... περιαμπέσχετο καὶ ... ὑπεκρίνατο(若他在那时披上僧袍、假装不敬)对应主句的修辞反问 τοῦτο ἐν λόγῳ ποιούμεθα καὶ οὐκ αἰσχυνόμεθα ...?(难道我们要以此为由问罪,并且不感到羞耻吗?)。其间插入了说明事实的解释从句 πέφηνε γάρ...(因为事实表明他并未真正破坏),从而拉开了主从句之间的距离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:19.1-19.3