← 朱利安

书信集

§18.1

殴打祭司官员受斥与停职处分

尤利安皇帝严厉斥责了一位殴打祭司的官员,援引祭司职分的尊严、荷马传统及迪迪马阿波罗神谕加以诫勉,对其处以三个月的停职处分,并主张以祈愿宽恕代替神明诅咒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

τοῦθ’ ὅπερ ὑπάρχει τοῖς ξύλοις, οὐκ ἄξιόν ἐστι νέμειν ἀνθρώποις; ὑποκείσθω γὰρ ἄνθρωπον ἱερωσύνης ἀντειλῆφθαι τυχὸν οὐκ ἄξιον· οὐ χρὴ φείδεσθαι μέχρι τοσούτου, μέχρις ἂν ἐπιγνόντες ὡς πονηρός ἐστι καὶ τῆς λειτουργίας αὐτὸν εἴρξαντες τὸ προπετῶς ἴσως προστεθὲν ὄνομα τοῦ ἱερέως ὑπεύθυνον ἀποδείξωμεν ὕβρει καὶ κολάσει καὶ ζημίᾳ; ταῦτα εἰ μὲν ἀγνοεῖς, οὐδὲ τῶν ἄλλων ἔοικας εἰδέναι τι τῶν μετρίων. ἐπεὶ σοὶ ποῦ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὃς οὐκ οἶσθα τί μὲν ἱερεύς, τί δὲ ἰδιώτης; ποῦ δέ σοι μέτεστι σωφροσύνης, ὅσπερ ᾐκίσω τοῦτον, ᾧ καὶ θώκων ἐχρῆν ἐξανίστασθαι; ὃ αἴσχιστον ἁπάντων1 καί σοι μάλιστα μήτε πρὸς θεοὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς. οἱ μὲν τῶν Γαλιλαίων ἴσως ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίᾳ δι’ ἐμέ, λάθρᾳ καὶ ἐν τῷ οἴκῳ· διὰ σὲ δὲ τέτυπται ὁ ἱερεύς· οὐ γὰρ ἂν ἦλθεν ἐπὶ ταύτην ὁ παρ’ ὑμῖν ἀρχιερεὺς μὰ Δία τὴν δέησιν. ἀλλ’ ἐπειδή σοι πέφηνε μυθώδη τὰ παρ’ Ὁμήρῳ, τῶν τοῦ Διδυμαίου δεσπότου χρησμῶν ἐπάκουσον, εἴ σοι φανείη πάλαι μὲν ἔργῳ νουθετήσας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς οὐ σωφρονοῦντας διδάσκων τοῖς λόγοις· "Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν.2" ὁ μὲν οὖν θεὸς οὐ τοὺς τύπτοντας οὐδὲ τοὺς ὑβρίζοντας, ἀλλὰ τοὺς ἀποστεροῦντας τῶν τιμῶν εἶναι φησί θεοῖς ἐχθρούς· ὁ δὲ τυπτήσας ἱερόσυλος ἂν εἴη. ἐγὼ τοίνυν, ἐπειδήπερ εἰμὶ κατὰ μὲν τὰ πάτρια μέγας ἀρχιερεύς, ἔλαχον δὲ νῦν καὶ τοῦ Διδυμαίου προφητεύειν, ἀπαγορεύω σοι τρεῖς περιόδους σελήνης μὴ τοι τῶν εἰς ἱερέα μηδὲν ἐνοχλεῖν· εἰ δὲ ἐν τούτῳ τῷ χρόνῳ φανείης ἄξιος, ἐπιστείλαντός μοι τοῦ τῆς πόλεως ἀρχιερέως, εἰ παραδεκτὸς εἴης ἡμῖν, ἐσαῦθις μετὰ τῶν θεῶν βουλεύσομαι. ταύτην ἐγώ σοι τῆς προπετείας ἐπιτίθημι ζημίαν.τὰς δὲ ἐκ τῶν θεῶν ἀρὰς πάλαι μὲν εἰώθεσαν οἱ παλαιοὶ λέγειν καὶ γράφειν, οὐ μὴν ἔμοιγε φαίνεται καλῶς ἔχειν· οὐδαμοῦ γὰρ αὐτοὶ πεποιηκότες οἱ θεοὶ φαίνονται. καὶ ἄλλως εὐχῶν εἶναι δεῖ διακόνους ἡμᾶς. ὅθεν οἶμαι καὶ συνεύχομαί σοι πολλὰ λιπαρήσαντι τοὺς θεοὺς ἀδείας τυχεῖν ὧν ἐπλημμέλησας.3

这种甚至属于木像的特权,难道不配赋予人类吗?且假定有人获得了祭司职分,而他恰巧是不配任此职的;难道不应当有所容忍留情,直到我们查明他是恶徒并停止他的圣职,从而宣告那个或许是轻率授予的祭司之名应受侮辱、惩处与罚款之时为止吗?你若连这都不明白,看来对其余温和公正之事也一无所知。对于你这连什么是祭司、什么是平民都不知晓的人,究竟何尝通晓半点正义之理?对于你这凌辱了本应为其起立致敬之人的人,究竟何尝存有丝毫自制?这是所有行径中最可耻的,对你而言,无论在神明面前还是在世人面前,都尤为不当。加利利人的主教和长老们大概会与你同席——即便碍于我不敢公然如此,也在私下并于你家中行之——但正因你的缘故,祭司被打受辱;凭宙斯起誓,若非如此,你们那里的最高大祭司绝不会来此呈请申诉。既然荷马的言辞在你眼中显得荒诞如神话,那么就听听迪迪马之主的神谕吧,看他是否古时以实际行动善加训诫希腊人,后又用言辞教导那些缺乏智慧之人: “凡因心中妄肆悖逆,而对不死诸神的 主祭之人妄行非礼,并以渎神的意图 谋图夺去其尊荣特权者, 绝不再能走完生命的全程—— 凡亵渎了那些赐福神明之人, 而祭司正是从神那里领受了受神敬畏的侍奉尊荣。” 因此,神明所宣称的诸神之敌,不仅是那些殴打或侮辱祭司之人,甚至连剥夺其尊荣者亦在其列;那么出手击打者,实与亵圣者无异。所以,由于我依祖制为最高大祭司,如今又获任为迪迪马神殿的先知代言人,我禁止你在三个月亮周期之内插手扰乱任何关涉祭司之事。在此期间,你若表现得当,且在城中最高大祭司向我呈报之后,届时我将再次与诸神一同裁决你是否可为我们所接纳。这就是我对你的轻率狂妄所施加的惩罚。至于借助诸神之咒诅,古人虽惯于言说并形诸笔墨,但在我看来却绝非善事;因为神明自身从未表现出曾行过此事。此外,我们应当是祈愿的侍者。因此,我认为理当并在心中同你一起祈愿:在你竭力向诸神恳求之后,能就自己所犯的罪愆蒙获宽赦。

语法注3 条
  1. 450cὃ αἴσχιστον ἁπάντων

    中性单数关系代词 ὃ 用作对前文整句(未向祭司致敬反而予以凌辱的行为)的同格说明,指代整个事件本身并加以定性评判,而非指代单一先行词名词。

  2. 451bὯν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν

    关系代词 ὧν 指向前文先行词 μακάρεσσιν θεοῖσιν,在此作表示出处或来源的属格(“他们从诸神那里获得了尊荣”)。动词 ἕλον(αἱρέω 的史诗不定过去式)的直接宾语为宾格短语 θεόσεπτον ... θεραπηίδα τιμήν。

  3. 451dὧν ἐπλημμέλησας

    关系代词的格吸引现象(attractio relativi)。本来与动词 πλημμελέω 搭配应为同族宾格或内宾格(即 ταῦτα ἃ ἐπλημμέλησας),但在先行词省略的情况下,被前置名词 ἀδείας(宽免)所要求的属格吸引,从而变为属格 ὧν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:18.1