← 朱利安

书信集

§17.1

赞扬医者芝诺并劝其重返亚历山大里亚

作者赞美医者芝诺的高超医术与崇高德行,指出亚历山大里亚城民对其深切思慕以及此前流放的不公,劝勉他恢复名誉荣耀回归。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Πολλὰ μὲν καὶ ἄλλα σοι μαρτυρεῖ καὶ τῆς ἰατρικῆς τέχνης εἰς τὰ πρῶτα ἀνήκειν, καὶ ἤθους καὶ ἐπιεικείας καὶ βίου σωφροσύνης συμφώνως πρὸς τὴν τέχνην ἔχειν,1 νῦν δὲ προσῆλθε τὸ κεφάλαιον τῆς μαρτυρίας· τὴν τῶν Ἀλεξανδρέων πόλιν ἀπὼν ἐπιστρέφεις εἰς σεαυτόν· τοσοῦτον αὐτῇ κέντρον ὥσπερ μέλιττα ἐγκαταλέλοιπας. εἰκότως· καλῶς γὰρ εἰρῆσθαι καὶ Ὁμήρῳ δοκεῖ τὸ "Εἷς ἰητρὸς ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων." σὺ δὲ οὐκ ἰατρὸς ἁπλῶς, ἀλλὰ καὶ διδάσκαλος τοῖς βουλομένοις τῆς τέχνης, ὥστε σχεδὸν ὃ πρὸς τοὺς πολλούς εἰσιν οἱ ἰατροί, τοῦτο ἐκείνοις σύ.2 λύει δέ σοι τὴν φυγὴν καὶ ἡ πρόφασις αὐτή, καὶ μάλα λαμπρῶς. εἰ γὰρ διὰ Γεώργιον μετέστης τῆς Ἀλεξανδρείας, οὐ δικαίως μετέστης, καὶ δικαιότατα ἂν ὀπίσω κατέλθοις. κάτιθι τοίνυν ἐπίτιμος καὶ τὸ πρότερον ἔχων ἀξίωμα, καὶ ἡμῖν κοινὴ παρ’ ἀμφοτέροις χάρις ἀποκείσθω, Ἀλεξανδρεῦσι μὲν Ζήνωνα, σοὶ δὲ ἀποδοῦσα3 τὴν Ἀλεξάνδρειαν.

许多其他事实已然证明,您位列医术之首,且在品行、温良以及生活的节制方面皆与这门技艺和谐相应;而如今,这项见证的至高顶点亦已到来:您虽不在城中,却使亚历山大里亚人的城邦向您倾心;您如同蜜蜂一般,在城中留下了如此深切的蜇针。这理所当然;因为人们认为荷马亦说得极好: “一人医士足当众人之值。” 而您不仅是一位纯粹的医者,更是向好学之人传授技艺的导师;是以,医者之于寻常大众如何,您之于他们便几乎如何。况且,那借口本身亦极完满地消解了您的流亡;盖因您若系因乔治之故而离开亚历山大里亚,则您的离开本属不义,而您的归来则最为正当。因此,请您保有公权与昔日的尊严归来罢;愿借由将芝诺奉还予亚历山大里亚人、而将亚历山大里亚交还予您,在双方心中皆为我们存留一份共同的感激。

语法注3 条
  1. 426aἤθους καὶ ἐπιεικείας καὶ βίου σωφροσύνης συμφώνως πρὸς τὴν τέχνην ἔχειν

    副词 συμφώνως 与动词 ἔχειν 连用,带有名词属格(ἤθους, ἐπιεικείας, σωφροσύνης)以表示在何种方面处于何种状态(关涉属格),意即“在品行、温和及生活节制方面与医术相契合”。

  2. 426bὃ πρὸς τοὺς πολλούς εἰσιν οἱ ἰατροί, τοῦτο ἐκείνοις σύ

    由关系词与指示词构成的比例句式(ὃ... τοῦτο...,“正如A之于B,C之于D亦然”)。主节中省略了系动词 εἶ(τοῦτο ἐκείνοις [εἶ] σύ),而 ἐκείνοις 则承接上文的“欲学医术者(τοῖς βουλομένοις τῆς τέχνης)”。

  3. 426cἀποδοῦσα

    阴性单数主格分词,在语法上与主句的主语阴性名词 χάρις(感激/恩惠)一致。此处的恩惠被拟人化,借由它将芝诺还给城民、将城邦还给芝诺来表达促成双方感恩的手段与方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:17.1