← 朱利安

厌胡者

§8-10

安提阿的风气与市民对皇帝的嘲弄

尤利安承认其禁欲作风与安提阿人纵情享乐的风气背道而驰,并借安提阿市民之口,对自己提出刻薄的控诉与讽刺性的嘲弄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

Οὕτω μὲν οὖν ἐγὼ καὶ ἐν Κελτοῖς κατὰ τὸν τοῦ Μενάνδρου Δύσκολον αὐτὸς ἐμαυτῷ πόνους προσετίθην. ἀλλ’ ἡ Κελτῶν μὲν ταῦτα ῥᾷον ἔφερεν ἀγροικία, πόλις δ’ εὐδαίμων καὶ μακαρία καὶ πολυάνθρωπος εἰκότως ἄχθεται, ἐν ᾗ πολλοὶ μὲν ὀρχησταί, πολλοὶ δ’ αὐληταί, μῖμοι δὲ πλείους τῶν πολιτῶν, αἰδὼς δ’ οὐκ ἔστιν ἀρχόντων. ἐρυθριᾶν γὰρ πρέπει τοῖς ἀνάνδροις, ἐπεὶ τοῖς γε ἀνδρείοις, ὥσπερ ὑμεῖς, ἕωθεν κωμάζειν,1 νύκτωρ ἡδυπαθεῖν, ὅτι τῶν νόμων ὑπερορᾶτε μὴ λόγῳ διδάσκειν, ἀλλὰ τοῖς ἔργοις ἐνδείκνυσθαι. καὶ γὰρ οἱ νόμοι φοβεροὶ διὰ τοὺς ἄρχοντας· ὥστε ὅστις ἄρχοντα ὕβρισεν οὗτος ἐκ περιουσίας2 τοὺς νόμους κατεπάτησεν· ὡς δ’ ἐπὶ τούτοις εὐφραινόμενοι δῆλον ποιεῖτε πολλαχοῦ μέν, οὐχ ἥκιστα δ’ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς θεάτροις, ἀπὸ μὲν τῶν κρότων καὶ ἀπὸ τῆς βοῆς ὁ δῆμος, οἱ δ’ ἐν τέλει τῷ γνωριμώτεροι μᾶλλον εἶναι καὶ ὀνομάζεσθαι παρὰ πᾶσιν ἀφ’ ὧν εἰς τὰς τοιαύτας ἑορτὰς ἐδαπάνησαν ἢ Σόλων ὁ Ἀθηναῖος ἀπὸ τῆς πρὸς Κροῖσον τὸν Λυδῶν βασιλέα συνουσίας. καλοὶ δὲ πάντες καὶ μεγάλοι καὶ λεῖοι καὶ ἀγένειοι, νέοι τε ὁμοίως καὶ πρεσβύτεροι ζηλωταὶ τῆς εὐδαιμονίας τῶν Φαιάκων, "Εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνὰς "ἀντὶ τῆς ὁσίας ἀποδεχόμενοι.

正因如此,即使在凯尔特人之中,我也像米南德笔下的《古怪人》一样,自顾自地给自己增添辛劳。然而凯尔特人的淳朴乡风较为容易承受这些,而一座繁华、受福且人口稠密的城邦自然会感到苦恼——在这座城邦里,舞者众多,笛手众多,滑稽戏演员比市民还多,对统治者毫无敬畏之情。因为面红耳赤是懦弱者的本分,而对于像你们这样勇敢的人,理当从清晨便纵酒狂欢,在黑夜沉溺享乐,不是用言语来说明,而是用行动来彰显你们蔑视法律。因为法律正是因统治者而令人畏惧的;因此,凡侮辱了统治者的人,更是毫不费力地践踏了法律。你们对此感到欢欣,并在许多地方显露无遗,尤其是在广场和剧场里:平民通过掌声和呼喊,长官们则通过因在这些节日上的花费而名扬四方、人尽皆知,其声名远甚于雅典人梭伦因与吕底亚国王克洛伊索斯的交往所获之名。并且人人俊美、高大、光洁、无须,无论是年轻人还是长者,都同样是帕埃阿喀亚人幸福的追慕者,“更换的衣服、温热的浴水与床榻,”将这些纳为己有以取代神圣之物。

§9

Τὴν δὴ σὴν ἀγροικίαν καὶ ἀπανθρωπίαν καὶ σκαιότητα τούτοις ἁρμόσειν ὑπέλαβες; οὕτως ἀνόητόν ἐστί σοι καὶ φαῦλον, ὦ πάντων ἀνθρώπων ἀμαθέστατε καὶ φιλαπεχθημονέστατε, τὸ λεγόμενον ὑπὸ τῶν ἀγεννεστάτων σῶφρον τουτὶ ψυχάριον, ὃ δὴ σὺ κοσμεῖν καὶ καλλωπίζειν σωφροσύνῃ χρῆναι νομίζεις; οὐκ ὀρθῶς, ὅτι πρῶτον μὲν ἡ σωφροσύνη ὅ,τι ποτ’ ἔστιν οὐκ ἴσμεν, ὄνομα δ’ αὐτῆς ἀκούοντες μόνον ἔργον οὐχ ὁρῶμεν. εἰ δ’ ὁποῖον σὺ νῦν ἐπιτηδεύεις ἐστίν,3 ἐπίστασθαι μὲν ὅτι θεοῖς χρὴ δουλεύειν καὶ νόμοις, ἐκ τῶν ἴσων δὲ τοῖς ὁμοτίμοις προσφέρεσθαι, καὶ τὴν ἐν τούτοις ὑπεροχὴν φέρειν πρᾳότερον, ἐπιμελεῖσθαι καὶ προνοεῖν, ὅπως οἱ πένητες ὑπὸ τῶν πλουτούντων ἥκιστα ἀδικήσονται, καὶ ὑπὲρ τούτου πράγματα ἔχειν, ὁποῖα εἰκός ἐστί σοι γενέσθαι πολλάκις, ἀπεχθείας, ὀργάς, λοιδορίας· εἶτα καὶ ταῦτα φέρειν ἐγκρατῶς καὶ μὴ χαλεπαίνειν μηδ’ ἐπιτρέπειν τῷ θυμῷ, παιδαγωγεῖν δὲ αὑτόν, ὡς ἐνδέχεται, καὶ σωφρονίζειν· εἰ δὲ καὶ τοῦτό τις ἔργον θεῖτο σωφροσύνης, ἀπέχεσθαι πάσης ἡδονῆς οὐ λίαν ἀπρεποῦς οὐδ’ ἐπονειδίστου δοκούσης ἐν τῷ φανερῷ, πεπεισμένος ὡς οὐκ ἔστιν ἰδίᾳ σωφρονεῖν καὶ λάθρᾳ τὸν δημοσίᾳ καὶ φανερῶς ἀκόλαστον εἶναι θέλοντα καὶ τερπόμενον τοῖς θεάτροις· εἰ δὴ οὖν ὄντως ἡ σωφροσύνη τοιοῦτόν ἐστιν, ἀπόλωλας μὲν αὐτός, ἀπολλύεις δὲ ἡμᾶς οὐκ ἀνεχομένους ἀκούειν πρῶτον ὄνομα δουλείας οὔτε πρὸς θεοὺς οὔτε πρὸς νόμους· ἡδὺ γὰρ ἐν πᾶσι τὸ ἐλεύθερον.

“难道你以为你的粗鄙、冷酷和笨拙能与这些人相合吗?你这全人类中最无知、最招人怨恨的家伙,这颗被最卑贱之人称为有节制的渺小灵魂——你自以为应当用节制来装饰和美化的灵魂——对你而言竟如此愚妄而微不足道吗?这绝非正确;因为首先,我们根本不知道何为节制,仅仅听闻其名,却未见其实。但如果它是你如今所推行的那般——懂得应当侍奉神明与法律,以平等姿态对待同僚,更温和地承受其中的卓越地位,关照并预先筹划使穷人绝不受富人侵害,并为此承担诸如你常常遭遇的那类麻烦:怨恨、愤怒、辱骂;继而克制地忍受这些,既不发怒也不任凭血气用事,而是尽可能管教自己并使之归于节制;即使有人将这亦归为节制之举,即远离一切在明处看来不致过分不合体统或可耻的快乐,坚信一个在公开场合公然放荡且纵情于剧场的人,不可能在私下里暗中守节——那么,如果节制真正是这样一种事物,你不仅毁了你自己,也毁了我们,因为我们起初就无法容忍听到对神明或对法律有任何‘奴役’之名;因为在一切事中,自由才是甘美的。

§10

Ἡ δὲ εἰρωνεία πόση; δεσπότης εἶναι οὐ φὴς οὐδὲ ἀνέχῃ τοῦτο ἀκούων, ἀλλὰ καὶ ἀγανακτεῖς, ὥστε ἤδη ἔπεισας τοὺς πλείστους ἐθάδας πάλαι γενομένους ἀφελεῖν ὡς ἐπίφθονον τῆς ἀρχῆς τοῦτο τὸ ὄνομα, δουλεύειν δ’ ἡμᾶς ἀναγκάζεις ἄρχουσι καὶ νόμοις. καίτοι πόσῳ κρεῖττον ἦν ὀνομάζεσθαι μέν σε δεσπότην, ἔργῳ δὲ ἐᾶν ἡμᾶς εἶναι ἐλευθέρους, ὦ τὰ μὲν ὀνόματα πρᾳότατε, πικρότατε δὲ τὰ ἔργα; πρὸς δὲ τούτοις ἀποκναίεις βιαζόμενος μὲν τοὺς πλουσίους ἐν δικαστηρίοις μετριάζειν, τοὺς πένητας δὲ εἴργεις συκοφαντεῖν. ἀφεὶς δὲ τὴν σκηνὴν καὶ τοὺς μίμους καὶ τοὺς ὀρχηστὰς ἀπολώλεκας ἡμῶν τὴν πόλιν, ὥστε οὐδὲν ἡμῖν ἀγαθὸν ὑπάρχει παρὰ σοῦ πλὴν τῆς βαρύτητος, ἧς ἀνεχόμενοι μῆνα ἕβδομον τουτονὶ τὸ μὲν εὔχεσθαι πάντως ἀπαλλαγῆναι τοῦ τοσούτου κακοῦ τοῖς περὶ τοὺς τάφους καλινδουμένοις γρᾳδίοις ξυνεχωρήσαμεν, ἡμεῖς δὲ αὐτὸ διὰ τῆς ἡμῶν αὐτῶν εὐτραπελίας ἐξειργασάμεθα βάλλοντές σε τοῖς σκώμμασιν ὥσπερ τοξεύμασι. σὺ δέ, ὦ γενναῖε, πῶς ἀνέξῃ τὰ Περσῶν βέλη, τὰ ἡμέτερα τρέσας σκώμματα;

而你的虚伪又是何其巨大!你声称自己不是主人,甚至不愿听闻此称呼,反而愤慨不已,以致你已经说服了大多早已习惯于此的人,将这令人反感的称呼从统治权力中剥离,然而你却强迫我们做长官和法律的奴隶。然而,言辞上最温和、行动上最严苛的人啊,名义上称你为主人,实际上却容许我们享有自由,岂不更加美好?此外,你强迫富人在法庭上克制,又阻遏穷人进行诬告,从而使我们疲惫不堪。而由于你废弃了舞台、滑稽戏演员和舞者,你毁了我们的城邦,以致除了你的严酷之外,我们未从你那里得到任何好处;忍受这严酷已达整整第七个月,我们把祈求彻底摆脱如此巨大灾祸之事让给了那些在坟墓周围打滚的老妇,而我们自己则凭借我们自身的机智,像射箭一般用嘲弄向你发起攻击,从而实现了这一点。然而,尊贵的阁下,你既然害怕我们的嘲弄,又将如何承受波斯人的弓箭呢?”

语法注3 条
  1. 342bἐπεὶ τοῖς γε ἀνδρείοις, ὥσπερ ὑμεῖς, ἕωθεν κωμάζειν

    承接前句的 ἐρυθριᾶν γὰρ πρέπει τοῖς ἀνάνδροις(因为脸红适合于懦弱者),非人称动词 πρέπει 在此处被省略。在由 ἐπεὶ 引导的从句中,不定式 κωμάζειν、ἡδυπαθεῖν 和 ἐνδείκνυσθαι 均由该省略的动词统辖,与与格 τοῖς ἀνδρείοις 构成搭配。

  2. 342bἐκ περιουσίας

    介词短语 ἐκ περιουσίας 字面意思是“出于剩余”,但在此处作为副词性习语使用,意为“绰绰有余地”、“顺理成章地”或“不言而喻地”,表明凡敢公开侮辱长官者,践踏法律更是不在话下。

  3. 343aεἰ δ’ ὁποῖον σὺ νῦν ἐπιτηδεύεις ἐστίν

    由此处开始的冗长条件句(εἰ δ’ ... ἐστίν)包含了一连串解释节制内涵的不定式短语(ἐπίστασθαι、προσφέρεσθαι、φέρειν 等),并在插入第二个条件分句(εἰ δὲ καὶ τοῦτό τις ἔργον θεῖτο...)后,最终由 εἰ δὴ οὖν ὄντως ἡ σωφροσύνη τοιοῦτόν ἐστιν 加以总括,方才引出主句(ἀπόλωλας μὲν αὐτός, ἀπολλύεις δὲ ἡμᾶς),形成一个带有破格语法的重层复合长句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:8-10