- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:4-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安将自己远离剧场与赛马、甘受少眠与粗食的克己性情与安条克人的享乐风气相对照。随后他记叙了在卢切提亚(巴黎)过冬时因固执拒暖导致炭烟中毒、经历自己担任恺撒以来唯一一次呕吐的往事。
ἐμοὶ γὰρ οὐκ ἀπόχρῃ τὸ σῶμα εἶναι τοιοῦτο, πρὸς δὲ καὶ δίαιτα παγχάλεπος ἐπιτηδεύεται. εἴργω τῶν θεάτρων ἐμαυτὸν ὑπ’ ἀβελτηρίας, οὐδ’ εἴσω τῆς αὐλῆς παραδέχομαι τὴν θυμέλην ἔξω τῆς νουμηνίας τοῦ ἔτους ὑπ’ ἀναισθησίας, ὥσπερ τινὰ φόρον ἢ δασμὸν εἰσφέρων καὶ ἀποδιδοὺς ἄγροικος ὀλίγα ἔχων οὐκ ἐπιεικεῖ δεσπότῃ. καὶ τότε δὲ εἰσελθὼν τοῖς ἀφοσιουμένοις ἔοικα. κέκτημαι δὲ οὐδένα, καὶ ταῦτα βασιλεὺς ἀκούων μέγας, ὃς καθάπερ ὕπαρχος ἢ στρατηγὸς διὰ πάσης τῆς οἰκουμένης ἄρξει τῶν μίμων καὶ τῶν ἡνιόχων·1 ὅπερ ὑμεῖς ὁρῶντες ὀλίγῳ πρότερον "ἀναμιμνήσκεσθε νῦν ἥβης ἐκείνης νοῦ τ’ ἐκείνου καὶ φρενῶν."
因为对于我来说,仅仅身体处于这般状态尚不足够,此外还奉行着一种极其严苛的生活方式。我出于愚钝而使自己远离剧场,又出于麻木,除了一年的岁首之外,绝不容许剧场歌舞进入宫廷之内,宛如一个家产菲薄的乡下人,向毫不宽容的主人交纳并交付某种贡赋或捐税一般。即便在那时走入其中,我也像是那些敷衍塞责之人。我未曾蓄养任何人,而且这还是在我被称为“大王”的情况下——仿佛是一位总督或将军,本该统治遍及整个普世的滑稽戏演员和车手;你们在不久前看到这一点,“你们如今忆起那昔日的青春,忆起那往昔的才智与心胸。”
Ἦν μὲν οὖν ἴσως καὶ τοῦτο βαρὺ καὶ δεῖγμα ἐναργὲς μοχθηρίας τρόπου· προστίθημι δὲ ἐγώ τι καινότερον ἀεί· μισῶ τὰς ἱπποδρομίας, ὥσπερ οἱ χρήματα ὠφληκότες τὰς ἀγοράς. ὀλιγάκις οὖν εἰς αὐτὰς φοιτῶ ἐν ταῖς ἑορταῖς τῶν θεῶν οὐδὲ διημερεύω, καθάπερ εἰώθεσαν ὅ τε ἀνεψιὸς ὁ ἐμὸς καὶ ὁ θεῖος καὶ ὁ ἀδελφὸς ὁ ὁμοπάτριος. ἓξ δὲ τοὺς πάντας θεώμενος δρόμους, οὐδ’ αὐτοὺς ὡς ἄν τις ἐρῶν τοῦ πράγματος ἢ ναὶ μὰ Δία μὴ μισῶν αὐτὸ μηδὲ ἀποστρεφόμενος, ἄσμενος ἀπαλλάττομαι.
这在当时或许也是令人难以忍受的,并且是恶劣性情的明显证据;然而我总是不断增添更新的东西:我憎恶赛马,就像负债累累的人憎恶广场一样。因此,在诸神的节日里我也极少前往赛马场,也不会像我的堂兄、叔父以及同父异母的兄长素常所做的那样在那里消磨一整天。纵然我总共只观看六场比赛,却也绝非像喜爱这项活动的人那样观看,甚至指着宙斯起誓,也绝非像不憎恶它、不避开它的人那样,而是欣然离去。
Ἀλλὰ τὰ μὲν ἔξω ταῦτα· καίτοι πόστον εἴρηταί μοι μέρος τῶν ἐμῶν εἰς ὑμᾶς ἀδικημάτων; τὰ δὲ ἔνδον ἄγρυπνοι νύκτες ἐν στιβάδι, καὶ τροφὴ παντὸς ἥττων κόρου2 πικρὸν ἦθος ποιεῖ καὶ τρυφώσῃ πόλει πολέμιον. οὐ μὴν ὑμῶν γ’ ἕνεκα τοῦτο ἐπιτηδεύεται παρ’ ἐμοῦ· δεινὴ δέ τις ἐκ παιδαρίου με καὶ ἀνόητος ἀπάτη καταλαβοῦσα τῇ γαστρὶ πολεμεῖν ἔπεισεν, οὐδὲ ἐπιτρέπω πολλῶν ἐμπίμπλασθαι σιτίων αὐτῇ. ὀλιγιστάκις οὖν ἐμοὶ τῶν πάντων ἐμέσαι συνέβη. καὶ μέμνημαι αὐτὸ παθὼν ἐξ ὅτου καῖσαρ ἐγενόμην ἅπαξ ἀπὸ συμπτώματος, οὐ πλησμονῆς. ἄξιον δὲ ὑπομνησθῆναι διηγήματος οὐδὲ αὐτοῦ πάνυ χαρίεντος, ἐμοὶ δὲ διὰ τοῦτο μάλιστα οἰκείου.
但这些都是外在之事;然而,我对你们犯下的种种过失,何尝道出了几分之几?至于内在之事,草垫上的不眠之夜,以及远不及饱腹的饮食,造就了严酷的性格,并且与一座沉溺奢华的城邦为敌。诚然,我实行这些并非为了你们;而是一种可怕而愚蠢的幻象从小就攫住了我,说服我与肚腹开战,我亦不容许它填满许多食物。因此,在所有人当中,我极少发生呕吐之事。而且我记得,自成为恺撒以来,我仅因一次偶然的变故经历过一次,绝非出于过饱。回忆起一段故事也是值得的,这故事本身虽并不优雅,却正因如此而与我最为相宜。
Ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην Λουκετίαν· ὀνομάζουσι δ’ οὕτως οἱ Κελτοὶ τῶν Παρισίων τὴν πολίχνην· ἔστι δ’ οὐ μεγάλη νῆσος ἐγκειμένη τῷ ποταμῷ, καὶ αὐτὴν κύκλῳ πᾶσαν τεῖχος περιλαμβάνει, ξύλιναι δ’ ἐπ’ αὐτὴν ἀμφοτέρωθεν εἰσάγουσι γέφυραι, καὶ ὀλιγάκις ὁ ποταμὸς ἐλαττοῦται καὶ μείζων γίνεται, τὰ πολλὰ δ’ ἔστιν ὁποῖος ὥρᾳ θέρους καὶ χειμῶνος, ὕδωρ ἥδιστον καὶ καθαρώτατον ὁρᾶν καὶ πίνειν ἐθέλοντι παρέχων. ἅτε γὰρ νῆσον οἰκοῦντας ὑδρεύεσθαι μάλιστα ἐνθένδε χρή. γίνεται δὲ καὶ ὁ χειμὼν ἐκεῖ πρᾳότερος εἴτε ὑπὸ τῆς θέρμης τοῦ ὠκεανοῦ· στάδια γὰρ ἀπέχει τῶν ἐννακοσίων οὐ πλείω, καὶ διαδίδοται τυχὸν λεπτή τις αὔρα τοῦ ὕδατος, εἶναι δὲ δοκεῖ θερμότερον τὸ θαλάττιον τοῦ γλυκέος· εἴτε οὖν ἐκ ταύτης εἴτε ἔκ τινος ἄλλης αἰτίας ἀφανοῦς ἐμοί, τὸ πρᾶγμά ἐστι τοιοῦτον, ἀλεεινότερον ἔχουσιν οἱ τὸ χωρίον οἰκοῦντες τὸν χειμῶνα, καὶ φύεται παρ’ αὐτοῖς ἄμπελος ἀγαθή, καὶ συκᾶς ἤδη εἰσιν οἳ ἐμηχανήσαντο, σκεπάζοντες αὐτὰς τοῦ χειμῶνος ὥσπερ ἱματίοις τῇ καλάμῃ τοῦ πυροῦ καὶ τοιούτοις τισίν, ὅσα εἴωθεν εἴργειν τὴν ἐκ τοῦ ἀέρος ἐπιγιγνομένην τοῖς δένδροις βλάβην. ἐγένετο δὴ οὖν ὁ χειμὼν τοῦ εἰωθότος σφοδρότερος, καὶ παρέφερεν ὁ ποταμὸς ὥσπερ μαρμάρου πλάκας· ἴστε δήπου τὸν Φρύγιον λίθον τὸν λευκόν· τούτῳ ἐῴκει μάλιστα τὰ κρύσταλλα, μεγάλα καὶ ἐπάλληλα φερόμενα· καὶ δὴ καὶ συνεχῆ ποιεῖν ἤδη τὸν πόρον ἔμελλε καὶ τὸ ῥεῦμα γεφυροῦν. ὡς οὖν ἐν τούτοις ἀγριώτερος ἦν τοῦ συνήθους, ἐθάλπετο δὲ τὸ δωμάτιον οὐδαμῶς, οὗπερ ἐκάθευδον, ὅνπερ εἰώθει τρόπον ὑπογαίοις καμίνοις τὰ πολλὰ τῶν οἰκημάτων ἐκεῖ θερμαίνεσθαι, καὶ ταῦτα ἔχον εὐτρεπῶς πρὸς τὸ παραδέξασθαι τὴν ἐκ τοῦ πυρὸς ἀλέαν· συνέβη δ’ οἶμαι καὶ τότε διὰ σκαιότητα τὴν ἐμὴν καὶ τὴν εἰς ἐμαυτὸν πρῶτον, ὡς εἰκός, ἀπανθρωπίαν· ἐβουλόμην γὰρ ἐθίζειν ἐμαυτὸν ἀνέχεσθαι τὸν ἀέρα ταύτης ἀνενδεῶς ἔχοντα τῆς βοηθείας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει καὶ ἀεὶ μείζων ἐπεγίνετο, θερμῆναι μὲν οὐδ’ ὣς ἐπέτρεψα τοῖς ὑπηρέταις τὸ οἴκημα, δεδιὼς κινῆσαι τὴν ἐν τοῖς τοίχοις ὑγρότητα, κομίσαι δ’ ἔνδον ἐκέλευσα πῦρ κεκαυμένον καὶ ἄνθρακας λαμπροὺς ἀποθέσθαι παντελῶς μετρίους. οἱ δὲ καίπερ ὄντες οὐ πολλοὶ παμπληθεῖς ἀπὸ τῶν τοίχων ἀτμοὺς ἐκίνησαν, ὑφ’ ὧν κατέδαρθον. ἐμπιμπλαμένης δέ μοι τῆς κεφαλῆς ἐδέησα μὲν ἀποπνιγῆναι,3 κομισθεὶς δ’ ἔξω, τῶν ἰατρῶν παραινούντων ἀπορρῖψαι τὴν ἐντεθεῖσαν ἄρτι τροφήν, οὔτι μὰ Δία πολλὴν οὖσαν, ἐξέβαλον, καὶ ἐγενόμην αὐτίκα ῥᾴων, ὥστε μοι γενέσθαι κουφοτέραν τὴν νύκτα καὶ τῆς ὑστεραίας πράττειν ὅ, τιπερ ἐθέλοιμι.
当时我恰在亲爱的卢切提亚附近过冬;凯尔特人便是如此称呼巴黎西人的那座小城。它是位于河中的一座不大岛屿,城墙环绕其四周,两侧有木桥通向岛上;河流极少减少或暴涨,多半在夏季与冬季保持同样的水量,为愿意观看和饮用的人提供最甘美、最清冽的水。因为居住在岛上的人,主要必须从此处汲水。那里的冬季也更为温和,不知是由于大洋的温暖——因为它相距不过九百斯塔德,水汽中或许散发出一丝微风,而且海水似乎比淡水更温暖;无论是出于此因,还是出于某种我未知的其他原因,事实确是如此:居住该地的人过着较为温暖的冬季,当地生长着上好的葡萄,甚至已有人设法栽种无花果树,在冬季宛如给它们穿上衣服一般,用麦秸以及此类通常用于防止空气对树木造成伤害的东西覆盖起来。然而,那年冬季比往常更为严酷,河水冲下如大理石板一般的冰块;你们想必知道那白色的弗里吉亚石;那些巨大且层层相叠飘浮而来的冰块便极像此石;甚至即将使水道完全封冻并为水流架设冰桥。因此,在这般境况下,寒冷远甚于往常,但我睡觉的那间卧房却绝未以当地多数房屋通常由地下火道取暖的方式来加温,尽管它本已具备接收来自火源之温暖的完备设施。我想,当时这也发生于我自身的笨拙以及理所当然首先施加于自己的严酷;因为我希望使自己习惯于忍耐寒气,而无须这项救助。然而,随着严冬占据上风并日益加剧,我即便如此也不容许仆人们为房屋加温,生怕激起墙壁内的湿气,却命令他们把燃烧的火取来,在房内放置极其少量的明亮炭火。然而这些炭火尽管并不多,却从墙壁中激起了大量的蒸气,我受其影响而昏睡过去。随着我的头部充满沉重之感,我几乎窒息而死;但在被抬到室外后,由于医官们建议吐出刚刚进食的食物——指着宙斯起誓,那食物绝不算多——我便吐了出来,随即感到轻松,从而使夜晚更加安适,次日也能从事任何我想做的事。
- 339dὃς καθάπερ ὕπαρχος ἢ στρατηγὸς διὰ πάσης τῆς οἰκουμένης ἄρξει τῶν μίμων καὶ τῶν ἡνιόχων
主格关系代名词 ὅς 的先行词是紧邻其前的 βασιλεὺς μέγας(大王);尤利安以此自嘲,指自己贵为皇帝,理当“如同总督或将军一般在普世统治滑稽戏演员和车手”。虽然在文意上亦可设想将前句的 οὐδένα(宾格)视作先行词(即“未曾蓄养任何足以统管他们的人”),但根据主格的一致性以及讽刺皇帝亲自督管娱乐演出的语境,应以皇帝自身为先行词。
- 340bτροφὴ παντὸς ἥττων κόρου
比较级 ἥττων(不及、劣于)统辖比较属格 παντὸς κόρου(任何饱腹)。字面意为“不及任何饱足程度的食物”,意指极其匮乏、远未达到饱腹的极简粗食。
- 341dἐδέησα μὲν ἀποπνιγῆναι
通常用作无人称动词(ἔδει)的 δέω 在此处使用第一人称单数第一不定过去时 ἐδέησα,与不定词 ἀποπνιγῆναι(窒息)构成有人称句式。其功能相当于常见习语 ὀλίγου ἐδέησα,表示“我几乎要窒息而死”、“我差点窒息”。
