← 朱利安

厌胡者

§11-14

拒绝神殿喝彩与禁欲自律的自嘲

尤利安以自嘲的口吻重述了市民对他的指责,讽刺自己为何拒绝圣地中剧场般的喝彩而要求肃穆的祈祷,并斥责自己过着禁欲、孤僻且毫无声色之乐的生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Ἰδού, βούλομαι πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἐμαυτῷ λοιδορήσασθαι. Φοιτᾷς εἰς τὰ ἱερά, δύσκολε καὶ δύστροπε καὶ πάντα μοχθηρέ. συρρεῖ διὰ σὲ τὰ πλήθη πρὸς τὰ τεμένη καὶ μέντοι καὶ οἱ πλείους τῶν ἐν τέλει, καὶ ἀποδέχονταί σε σὺν βοῇ μετὰ κρότων λαμπρῶς ἐν τοῖς τεμένεσιν ὥσπερ ἐν τοῖς θεάτροις. τί οὖν οὐκ ἀγαπᾷς οὐδ’ ἐπαινεῖς, ἀλλ’ ἐπιχειρεῖς εἶναι σοφώτερος τὰ τοιαῦτα τοῦ Πυθίου, καὶ δημηγορεῖς ἐν τῷ πλήθει, καὶ καθάπτῃ τῶν βοώντων πικρῶς αὐτὸ δὴ τοῦτο λέγων, ὡς Ὑμεῖς τῶν θεῶν ἕνεκεν ὀλιγάκις εἰς τὰ τεμένη συνέρχεσθε, συνδραμόντες δὲ δι’ ἐμὲ πολλῆς ἀκοσμίας ἀναπίμπλατε τὰ ἱερά. πρέπει δ’ ἀνδράσι σώφροσι κεκοσμημένως εὔχεσθαι σιγῇ παρὰ τῶν θεῶν αἰτουμένοις τὰ ἀγαθά. τοῦτον οὐκ ἠκροᾶσθε τὸν νόμον Ὁμήρου "Σιγῇ ἐφ’ ὑμείων—," οὐδ’ ὡς Ὀδυσσεὺς ἐπέσχε τὴν Εὐρύκλειαν ἐκπεπληγμένην ὑπὸ μεγέθους τοῦ κατορθώματος, "Ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ’ ὀλόλυζε;" τὰς δὲ δὴ Τρῳάδας οὔτι πρὸς τὸν Πρίαμον ἤ τινα τῶν τούτου θυγατέρων ἢ υἱέων, οὐ μὴν οὐδ’ αὐτὸν τὸν Ἕκτορα· καίτοι τούτῳ φησὶν ὡς θεῷ τοὺς Τρῶας εὔχεσθαι· εὐχομένας δὲ οὐκ ἔδειξεν1 ἐν τῇ ποιήσει οὔτε γυναῖκας οὔτε ἄνδρας, ἀλλὰ τῇ Ἀθηνᾷ ὀλολυγῇ πᾶσαι, φησί, χεῖρας ἀνέσχον, βαρβαρικὸν μὲν καὶ τοῦτο καὶ γυναιξὶ πρέπον, οὐ μὴν ἀνόσιον πρὸς τοὺς θεοὺς ὥσπερ τὸ παρ’ ὑμῶν ποιούμενον. ἐπαινεῖτε γὰρ ἀντὶ τῶν θεῶν τοὺς ἀνθρώπους, μᾶλλον δὲ ἀντὶ τῶν θεῶν τοὺς ἀνθρώπους ἡμᾶς κολακεύετε. κάλλιστον δ’ ἔστιν οἶμαι μηδ’ ἐκείνους κολακεύειν, ἀλλὰ θεραπεύειν σωφρόνως.

看哪,我想从另一个由头再次责骂自己。 “你常去神殿,你这偏执、乖僻且处处惹人厌烦的家伙。为了你,人群涌向圣地,甚至长官中的大多数也是如此,他们在圣地里以欢呼和掌声盛情迎接你,就像在剧场里一样。那么,你为何不感到欣悦也不加赞赏,反而企图在这些事情上比皮托的神明更为睿智,对着人群高谈阔论,严厉指责那些呼喊的人,恰恰说着这样的话:‘你们绝少为了神明聚在圣地,却因我蜂拥而至,使神庙充满极大纷扰。谨严的男子本应规整有序地祈祷,静默地向神明祈求福祉。难道你们没有听过荷马的这条法则: “在心中静默地——”, 也没有听过奥德修斯如何制止因功绩之巨大而惊骇不已的欧律克勒亚: “在心底欢喜吧,老妇,克制自己,切莫发出呼号”?荷马更未曾展现特洛伊的妇女向普里阿摩斯或他的任何儿女祈祷,更不用说向赫克托尔本人了——尽管荷马说特洛伊人像敬奉神明一般向他祈求——然而荷马在诗中并未表明有女子或男子向凡人祈求,而是说所有人都发着呼喊向雅典娜举起双手;这虽然带有蛮族习气且适于妇人,但绝不像你们的所作所为那样对神明不敬。因为你们不赞美神明却赞美凡人,或者更确切地说,你们不赞美神明,却来谄媚作为凡人的我们。但我认为,最美好的乃是甚至不要谄媚神明,而是以节制之心侍奉他们。’

§12

Ἰδού, πάλιν ἐγὼ τὰ συνήθη τεχνιτεύω λεξείδια καὶ οὐδ’ ἐμαυτῷ συγχωρῶ φθέγγεσθαι ὡς ἔτυχεν ἀδεῶς καὶ ἐλευθέρως, ἀλλὰ ὑπὸ τῆς συνήθους σκαιότητος καὶ ἐμαυτὸν συκοφαντῶ. ταῦτά τις καὶ τοιαῦτ’ ἂν λέγοι πρὸς ἄνδρας οὐ τὰ πρὸς τοὺς ἄρχοντας μόνον, ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεοὺς ἐλευθέρους εἶναι θέλοντας, ὅπως τις εὔνους αὐτοῖς ὥσπερ πατὴρ ἤπιος νομισθείη, φύσει πονηρὸς ὢν ὥσπερ ἐγώ.

看哪,我又在耍弄我惯用的微末辞藻,甚至不容许自己随意、无畏且自由地发声,反倒因平素的拙劣而诬陷自己。这样的话以及诸如此类的话,有人或许会对那些不仅在对待统治者、而且在对待神明之事上也渴望自由的人们说出,好叫一个如我这般天性邪恶之人,能被视作像温和的父亲一样对他们怀有仁善。

§13

ἀνέχου τοίνυν αὐτῶν μισούντων καὶ λοιδορούντων λάθρᾳ ἢ καὶ φανερῶς, ἐπειδὴ κολακεύειν ἐνόμισας τοὺς ἐν τοῖς ἱεροῖς ὁρμῇ μιᾷ σε ἐπαινοῦντας. οὐ γὰρ οἶμαι διενοήθης ὅπως ἁρμόσει τῶν ἀνδρῶν οὔτε τοῖς ἐπιτηδεύμασιν οὔτε τοῖς βίοις οὔτε τοῖς ἤθεσιν.

因此,就忍受他们暗中甚至公开地憎恨与辱骂吧,既然你认为那些在神庙中一致冲动地赞美你的人是在谄媚。因为我想你无论对这些人的行事习惯,还是对他们的生活,抑或对他们的性情,都从未考虑过该如何去适应。

§14

εἶεν. ἀλλ’ ἐκεῖνο τίς ἀνέξεταί σου; καθεύδεις ὡς ἐπίπαν νύκτωρ μόνος οὐδ’ ἔστιν οὐδέν, ὅ σου τὸν ἄγριον καὶ ἀνήμερον μαλάξει θυμόν· ἀποκέκλεισται δὲ πάσῃ πανταχοῦ πάροδος γλυκυθυμίᾳ· καὶ τὸ μέγιστον τῶν κακῶν, ὅτι τοιοῦτον ζῶν βίον εὐφραίνῃ καὶ πεποίησαι τὰς κοινὰς κατάρας ἡδονήν. εἶτα ἀγανακτεῖς, εἴ του τὰ τοιαῦτα ἀκούεις; ἐξὸν εἰδέναι χάριν2 τοῖς ὑπ’ εὐνοίας ἐμμελέστερόν σε νουθετοῦσιν ἐν τοῖς ἀναπαίστοις ἀποψιλῶσαι μὲν τὰς παρειάς, καλὰ δὲ ἀπὸ σαυτοῦ πρῶτον ἀρξάμενον δεικνύειν πάντα τῷ δήμῳ τῷ φιλογέλωτι τῷδε θεάματα, μίμους, ὀρχηστάς, ἥκιστα αἰσχυνομένας γυναῖκας, παιδάρια περὶ κάλλους ἁμιλλώμενα ταῖς γυναιξίν, ἄνδρας ἀπεψιλωμένους οὔτι τὰς γνάθους μόνον, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα, λειότεροι τῶν γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν,3 ἑορτάς, πανηγύρεις, οὔτι μὰ Δία τὰς ἱεράς, ἐν αἷς χρὴ σωφρονεῖν· ἅλις μὲν γὰρ ἐκείνων ἐστίν, ὥσπερ τῆς δρυός, καὶ πολὺς ὁ κόρος αὐτῶν.

好吧。但你的那一特点又有谁能忍受?你夜间大抵独自入眠,没有任何事物能软化你野蛮而粗暴的性情;一切温存之情在各处都被拒之门外;而诸多恶事中最大的一件,乃是你过着这般生活竟还自得其乐,把举世的咒骂当作快乐。既然如此,若你从别人那里听到这样的话,你又何必愤慨?你本可以感激那些出于善意、在短短长格诗中以更动听的调子规劝你的人:劝你刮净两颊,并首先从你自己做起,向这热爱欢笑的平民展现所有美妙的景观——滑稽戏演员、舞者、不知羞耻的妇人、与女子争妍斗丽的少年、不仅刮净下颌而且刮光全身毛发以求在相遇者眼中显得比女人更为光洁的男子,以及节日、盛大集会——凭宙斯起誓,绝非那些必须保持节制的神圣集会,因为对于那些,就像橡树一样,早已足够,且对其厌倦已深。”

语法注3 条
  1. 344dτὰς δὲ δὴ Τρῳάδας οὔτι πρὸς τὸν Πρίαμον ἤ τινα τῶν τούτου θυγατέρων ἢ υἱέων, οὐ μὴν οὐδ’ αὐτὸν τὸν Ἕκτορα· καίτοι τούτῳ φησὶν ὡς θεῷ τοὺς Τρῶας εὔχεσθαι· εὐχομένας δὲ οὐκ ἔδειξεν

    宾格短语 τὰς δὲ δὴ Τρῳάδας 在插入句(καίτοι τούτῳ φησὶν ὡς θεῷ τοὺς Τρῶας εὔχεσθαι)之后,作主要动词 ἔδειξεν 的宾语,带有表语分词 εὐχομένας。否定词 οὔτι... πρὸς τὸν Πρίαμον 修饰 εὐχομένας,意为“(荷马)并未展现特洛伊妇人向普里阿摩斯祈求”。

  2. 345dἐξὸν εἰδέναι χάριν

    ἐξόν 是非人称动词 ἔξεστι 的非人称独立宾格(accusative absolute),表达转折或让步(“本来可以/本应当能”)。随后的不定式短语(ἀποψιλῶσαι... δεικνύειν)具体说明了分词 τοῖς... νουθετοῦσιν(劝告者)的规劝内容。

  3. 346aλειότεροι τῶν γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν

    在目的从句 ὅπως φαίνοιντο 中,从句主语承接前文宾格 ἄνδρας ἀπεψιλωμένους,表语形容词 λειότεροι(比女人更光洁)相应地采用主格复数以与省略的主语一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:11-14