- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:40-41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝回顾了他赐予安条克的恩惠,包括减免赋税与扩充议事会名额,并谴责市民在公役指名上的舞弊滥权;随后他详述了富人囤积居奇所引发的粮食危机,以及自己如何自掏腰包调拨谷物平抑物价,以此揭露市民的忘恩负义。
Ἀλλ’ ὁπόσα μὲν κοινῇ πρὸς πάντας πεποίηται τοὺς ἀρχομένους ὑπ’ ἐμοῦ, πρέποι ἂν σιωπᾶν, ἵνα μὴ δοκοίην ὥσπερ ἐξεπίτηδες αὐτοπρόσωπος ἐπαίνους ᾄδειν ἐμαυτοῦ, καὶ ταῦτα ἐπαγγειλάμενος πολλὰς καὶ ἀσελγεστάτας ὕβρεις καταχέαι· τὰ δὲ ἰδίᾳ μοι πρὸς ὑμᾶς πεποιημένα προπετῶς μὲν καὶ ἀνοήτως, ἥκιστα δὲ ὑφ’ ὑμῶν ἄξια ἀχαριστεῖσθαι, πρέποι ἂν οἶμαι προφέρειν1 ὥσπερ τινὰ ἐμὰ ὀνείδη τοσούτῳ τῶν ἔμπροσθεν χαλεπώτερα, τοῦ τε αὐχμοῦ τοῦ περὶ τὸ πρόσωπον καὶ τῆς ἀναφροδισίας, ὅσῳ καὶ ἀληθέστερα ὄντα τῇ ψυχῇ μάλιστα προσήκει.2 καὶ δὴ πρότερον ἐπῄνουν ὑμᾶς ὡς ἐνεδέχετό μοι φιλοτίμως οὐκ ἀναμείνας τὴν πεῖραν οὐδ’ ὅπως ἕξομεν πρὸς ἀλλήλους ἐνθυμηθείς, ἀλλὰ νομίσας ὑμᾶς μὲν Ἑλλήνων παῖδας, ἐμαυτὸν δέ, εἰ καὶ γένος ἐστί μοι Θρᾴκιον, Ἕλληνα τοῖς ἐπιτηδεύμασιν ὑπελάμβανον, ὅτι μάλιστα ἀλλήλους ἀγαπήσομεν.3 ἓν μὲν δὴ τοῦτο ἔστω μοι τῆς προπετείας ὄνειδος. ἔπειτα πρεσβευσαμένοις ὑμῖν παρ’ ἐμὲ καὶ ἀφικομένοις ὑστέροις οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ Ἀλεξανδρέων τῶν ἐπ’ Αἰγύπτῳ, πολὺ μὲν ἀνῆκα χρυσίον, πολὺ δ’ ἀργύριον, φόρους δὲ παμπληθεῖς ἰδίᾳ παρὰ τὰς ἄλλας πόλεις, ἔπειτα τοῦ βουλευτηρίου τὸν κατάλογον διακοσίοις βουλευταῖς ἀνεπλήρωσα φεισάμενος οὐδενός. ἐσκόπουν γὰρ ὅπως ἡ πόλις ὑμῶν ἔσται μείζων καὶ δυνατωτέρα. Δέδωκα οὖν ὑμῖν καὶ ἀπὸ τῶν ἐπιτροπευσάντων τοὺς θησαυροὺς τοὺς ἐμοὺς καὶ ἀπὸ τῶν ἐργασαμένων τὸ νόμισμα τοὺς πλουσιωτάτους ἑλομένοις ἔχειν·4 ὑμεῖς δ’ ἐκείνων μὲν οὐ τοὺς δυναμένους εἵλεσθε, λαβόμενοι δὲ τῆς ἀφορμῆς εἰργάσασθε παραπλήσια πόλει μὲν οὐδαμῶς εὐνομουμένῃ, πρέποντα δ’ ὑμῶν ἄλλως τῷ τρόπῳ. βούλεσθε ἑνὸς ὑμᾶς ὑπομνήσω; βουλευτὴν ὀνομάσαντες, πρὶν προσγραφῆναι τῷ καταλόγῳ, μετεώρου τῆς δίκης οὔσης, ὑπεβάλετε λειτουργίᾳ τὸν ἄνθρωπον. ἄλλον ἀπ’ ἀγορᾶς εἱλκύσατε πένητα καὶ ἐκ τῶν ἁπανταχοῦ μὲν ἀπολελειμμένων, παρ’ ὑμῖν δὲ διὰ περιττὴν φρόνησιν ἀμειβομένων πρὸς χρυσίον συρφετῶν εὐποροῦντα μετρίας οὐσίας εἵλεσθε κοινωνόν. πολλὰ τοιαῦτα περὶ τὰς ὀνομασίας κακουργούντων ὑμῶν, ἐπειδὴ μὴ πρὸς ἅπαντα συνεχωρήσαμεν, ὧν τε εὖ εἰργασάμεθα τὴν χάριν ἀπεστερήθημεν, καὶ ὧν ἀπεσχόμεθα ξὺν δίκῃ παρ’ ὑμῶν δυσχεραινόμεθα.5
然而,关于我为所有受我统治之人公共所行之事,理当保持沉默,免得我看似有意亲自歌颂自己,况且在此之前我还曾承诺要倾泻大量且极其放肆的非难。但是,关于我私下对你们所行之事,虽属轻率与愚昧,却断不该受到你们的忘恩负义;我认为,将这些作为针对我自身的指责提出是恰当的,它们比先前的指责——即我面容的污垢与魅力的欠缺——更为沉重,正因为它们更加真实,且尤为切中灵魂。事实上,以前我曾竭尽所能地热切赞美你们,未曾等待实际的检验,亦未曾深思我们将如何彼此相待,而是认为你们是希腊人的子孙,而我自身纵使血统上属于色雷斯,在生活习性上却是希腊人,并认定我们将无比深爱彼此。那么,就让这一条成为对我轻率的责难吧。随后,当你们向我派遣使节,且不仅比其他各地,甚至比埃及的亚历山大人还要晚到达时,我私下免除了你们大量的黄金、大量的白银,以及远超其他城邦的巨额赋税;继而我毫不留情地用两百名议员填补了议事会的名册。因为我当时所考量的,正是如何使你们的城邦变得更为宏大与强盛。 因此,我准许你们从管理我库藏之人以及铸币工匠之中挑选最富有者担任议员。然而,你们并未从中挑选具有资力之人,反而乘此机会行事,其手段绝非适合一个法度严明的城邦,倒是完全符合你们的秉性。你们可愿我提醒你们一例?你们指名某人为议员,在其尚未登入名册、诉讼悬而未决之际,便将市政劳役强加于此人。你们又从市集上拉来另一个穷人,此人靠着在各地皆被遗弃、但在你们当中却因过度的刁巧而兑换成黄金的残渣碎屑发迹,获有适度的家产,你们便选他作为同僚。当你们在指名之事上犯下诸多此类恶行,而我们未能事事顺从之时,我们既因所行的善举而被剥夺了感激,又因正当地有所克制而遭到你们的怨恨。
Καὶ ταῦτα μὲν ἦν τῶν μικρῶν πάνυ καὶ οὔπω δυνάμενα τὴν πόλιν ἐκπολεμῶσαι· τὸ δὲ δὴ μέγιστον, ἐξ οὗ τὸ μέγα ἤρθη μῖσος, ἀφικομένου μου πρὸς ὑμᾶς ὁ δῆμος ἐν τῷ θεάτρῳ, πνιγόμενος ὑπὸ τῶν πλουσίων, ἀφῆκε φωνὴν πρῶτον ταύτην· Πάντα γέμει, πάντα πολλοῦ. τῆς ἐπιούσης διελέχθην ἐγὼ τοῖς δυνατοῖς ὑμῶν ἐπιχειρῶν πείθειν, ὅτι κρεῖττόν ἐστιν ὑπεριδόντας ἀδίκου κτήσεως εὖ ποιῆσαι πολίτας καὶ ξένους. οἱ δὲ ἐπαγγειλάμενοι τοῦ πράγματος ἐπιμελήσεσθαι μηνῶν ἑξῆς τριῶν ὑπεριδόντος μου καὶ περιμείναντος οὕτως ὀλιγώρως εἶχον τοῦ πράγματος, ὡς οὐδεὶς ἂν ἤλπισεν. ἐπεὶ δ’ ἑώρων ἀληθῆ τὴν τοῦ δήμου φωνὴν καὶ τὴν ἀγορὰν οὐχ ὑπ’ ἐνδείας, ἀλλ’ ὑπ’ ἀπληστίας τῶν κεκτημένων στενοχωρουμένην, ἔταξα μέτριον ἑκάστου τίμημα καὶ δῆλον ἐποίησα πᾶσιν. ἐπεὶ δ’ ἦν τὰ μὲν ἄλλα παρ’ αὐτοῖς πολλὰ πάνυ· καὶ γὰρ ἦν οἶνος καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάντα· σίτου δ’ ἐνδεῶς εἶχον, ἀφορίας δεινῆς ὑπὸ τῶν ἔμπροσθεν αὐχμῶν γενομένης, ἔδοξέ μοι πέμπειν εἰς Χαλκίδα καὶ Ἱερὰν πόλιν καὶ πόλεις τὰς πέριξ, ἔνθεν εἰσήγαγον ὑμῖν μέτρων τετταράκοντα μυριάδας. ὡς δ’ ἀνάλωτο καὶ τοῦτο, πρότερον μὲν πεντάκις χιλίους, ἑπτάκις χιλίους δ’ ὕστερον, εἶτα νῦν μυρίους, οὓς ἐπιχώριόν ἐστι λοιπὸν ὀνομάζειν μοδίους, ἀνάλισκον σίτου, πάντας οἴκοθεν ἔχων. ἀπὸ τῆς Αἰγύπτου κομισθέντα μοι σῖτον ἔδωκα τῇ πόλει, πραττόμενος ἀργύριον οὐκ ἐπὶ δέκα μέτρων, ἀλλὰ πεντεκαίδεκα τοσοῦτον, ὅσον ἐπὶ τῶν δέκα πρότερον.6 εἰ δὲ τοσαῦτα μέτρα θέρους ἦν παρ’ ὑμῖν τοῦ νομίσματος, τί προσδοκᾶν ἔδει τηνικαῦτα, ἡνίκα, φησὶν ὁ Βοιώτιος ποιητής, χαλεπὸν γενέσθαι τὸν λιμὸν ἐπὶ δώματι; ἆρ’ οὐ πέντε μόγις καὶ ἀγαπητῶς ἄλλως τε καὶ τηλικούτου χειμῶνος ἐπιγενομένου; Τί οὖν ὑμῶν οἱ πλούσιοι; τὸν μὲν ἐπὶ τῶν ἀγρῶν σῖτον λάθρᾳ ἀπέδοντο πλείονος, ἐβάρησαν δὲ τὸ κοινὸν τοῖς ἰδίοις ἀναλώμασι· καὶ οὐχ ἡ πόλις μόνον ἐπὶ τοῦτο συρρεῖ, οἱ πλεῖστοι δὲ καὶ ἐκ τῶν ἀγρῶν συντρέχουσιν, ὃ μόνον ἐστὶν εὑρεῖν πολὺ καὶ εὔωνον, ἄρτους ὠνούμενοι. καίτοι τίς μέμνηται παρ’ ὑμῖν εὐθηνουμένης τῆς πόλεως πεντεκαίδεκα μέτρα σίτου πραθέντα τοῦ χρυσοῦ;
这些本是极小之事,尚不足以使城邦陷入公开的敌对;然而导致巨大仇恨爆发的最大缘由乃是:当我抵达你们这里时,剧场中受富人压迫的民众首先发出了这声呼喊—— ‘万物充盈,万物昂贵。’ 次日,我便与你们的权贵商谈,试图说服他们:看轻不义之财而善待公民与客旅乃是更为崇高之事。他们虽承诺将处理此事,但在我连续三个月隐忍旁观并等待期间,他们对此事之漠视却达到了无人预料的地步。当我看出民众的呼声确凿属实,市集并非因匮乏,而是因产业主的贪婪而陷入窘迫时,我便为各样货品核定了适度的价格,并公之于众。由于他们那里的其他物品极为丰裕——实则兼有美酒、橄榄油以及其他一切货物——唯独匮乏小麦,乃因先前的旱灾造成了严重的歉收,我便决定派人前往哈尔基斯、希拉波利斯及周边各城,自彼处为你们运来了四十万计量的谷物。当这些亦被消耗殆尽时,我接连供给粮食——起初是五千,继而是七千,如今又是一万按当地习俗称为莫狄乌斯的计量——全部出自我的私产。我将从埃及运抵我处的谷物拨给城邦,收取银钱时不是按十计量,而是按十五计量收取以往十计量所需的数额。若在夏季你们那里一枚货币合如此多的计量,那么在正如波奥提亚诗人所言‘饥荒在屋中严酷降临’的时节,人们又该有何指望呢?尤其是在如此严冬降临之际,难道不是连勉强得到五计量亦当心满意足了吗? 然而你们的富人又做了什么?他们暗中以更高的价格将田间的粮食卖出,以私人的开销压迫公共社会;不仅城邦民众涌向此处,甚至大多数人亦自田野赶来购买面包,因为唯有面包是充裕且低廉之物。然而,当城邦繁荣之时,有谁记得曾以一枚金币买到十五计量的粮食呢?
- 40πρέποι ἂν σιωπᾶν ... πρέποι ἂν οἶμαι προφέρειν
两处均使用带有 ἄν 的潜能祈愿语气(πρέποι ἄν),表达委婉谨慎的主张(‘理当……’)。通过 μέν 与 δέ 的对比结构,将对全帝国臣民施行的公共善政(理应保持沉默)与专门针对安条克的私下作为(应当予以陈述)形成对举。
- 367bτοσούτῳ τῶν ἔμπροσθεν χαλεπώτερα, τοῦ τε αὐχμοῦ τοῦ περὶ τὸ πρόσωπον καὶ τῆς ἀναφροδισίας, ὅσῳ καὶ ἀληθέστερα ὄντα τῇ ψυχῇ μάλιστα προσήκει
由程度与格 τοσούτῳ ... ὅσῳ 构成的相关比较结构,意为‘比起先前的非难……因其切中灵魂而更加严重’。属格短语 τοῦ τε αὐχμοῦ ... καὶ τῆς ἀναφροδισίας 作为 τῶν ἔμπροσθεν(‘先前的指责’)的同格成分(同格属格),用以具体说明其内容。
- 367cνομίσας ὑμᾶς μὲν Ἑλλήνων παῖδας, ἐμαυτὸν δέ, εἰ καὶ γένος ἐστί μοι Θρᾴκιον, Ἕλληνα τοῖς ἐπιτηδεύμασιν ὑπελάμβανον, ὅτι μάλιστα ἀλλήλους ἀγαπήσομεν
此处出现轻微的句法转折(破格句):以分词 νομίσας 开头的结构在带有 δέ 的对举分句中转换为未完成过去时主谓动词 ὑπελάμβανον。随后的 ὅτι 从句承接思考内容,以相互代词 ἀλλήλους 表明皇帝当初误以为彼此定会深爱对方的判断。
- 368aἑλομένοις ἔχειν
与格分词 ἑλομένοις 与主句 δέδωκα 所支配的间接宾语 ὑμῖν 保持一致,不定词 ἔχειν 起到说明/目的作用,整句构成‘准许你们挑选并拥有(作为议员)’的句法结构。
- 368bὧν τε εὖ εἰργασάμεθα τὴν χάριν ἀπεστερήθημεν, καὶ ὧν ἀπεσχόμεθα ξὺν δίκῃ παρ’ ὑμῶν δυσχεραινόμεθα
兼具关系代词引申与多重属格功能的句法:前半句中的 ὧν 省略了先行词 τούτων,并由内宾格 ἃ 受 τὴν χάριν(‘对……的感激’)支配而引申为属格;后半句的 ὧν 既是动词 ἀπεσχόμεθα(‘克制不做’)所支配的属格,同时亦充当主句动词 δυσχεραινόμεθα(‘对……怀恨’)的原因/对象属格。
- 369bπραττόμενος ἀργύριον οὐκ ἐπὶ δέκα μέτρων, ἀλλὰ πεντεκαίδεκα τοσοῦτον, ὅσον ἐπὶ τῶν δέκα πρότερον
介词 ἐπί 接属格表示比率或交换条件(‘按……的比率’)。此处意为并非按十计量、而是按十五计量收取以往购买十计量所需的等额银钱,句法上清晰表达了皇帝通过维持原价而增加供应量(增量五成)以平抑粮价的举措。
