← 朱利安

厌胡者

§42-44

限价引发的反弹与对忘恩市民的离弃

尤利安叙述了限价措施以及纠正土地私分如何招致市民的怨恨,并因对他们的忘恩负义感到失望而表明离开该城的决心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42

ταύτης ἕνεκεν ὑμῖν ἀπηχθόμην ἐγὼ τῆς πράξεως, ὅτι τὸν οἶνον ὑμῖν οὐκ ἐπέτρεψα καὶ τὰ λάχανα καὶ τὰς ὀπώρας ἀποδόσθαι χρυσοῦ, καὶ τὸν ὑπὸ τῶν πλουσίων ἀποκεκλεισμένον ἐν ταῖς ἀποθήκαις σῖτον ἄργυρον αὐτοῖς καὶ χρυσὸν ἐξαίφνης παρ’ ὑμῶν γενέσθαι.1 ἐκεῖνοι μὲν γὰρ αὐτὸν ἔξω τῆς πόλεως διέθεντο καλῶς, ἐργασάμενοι τοῖς ἀνθρώποις λιμὸν ἀλοιητῆρα βρότειον, ὡς ὁ θεὸς ἔφη τοὺς ταῦτα ἐπιτηδεύοντας ἐξελέγχων. ἡ πόλις δ’ ἐν ἀφθονίᾳ γέγονεν ἄρτων ἕνεκα μόνον, ἄλλου δ’ οὐδενός. Συνίην μὲν οὖν καὶ τότε ταῦτα ποιῶν ὅτι μὴ πᾶσιν ἀρέσοιμι, πλὴν ἔμελεν οὐδὲν ἐμοί· τῷ γὰρ ἀδικουμένῳ πλήθει βοηθεῖν ᾤμην χρῆναι καὶ τοῖς ἀφικνουμένοις ξένοις, ἐμοῦ τε ἕνεκα καὶ τῶν συνόντων ἡμῖν ἀρχόντων. ἐπεὶ δ’ οἶμαι συμβαίνει τοὺς μὲν ἀπιέναι, τὴν πόλιν δ’ εἶναι τὰ πρὸς ἐμὲ γνώμης μιᾶς· οἱ μὲν γὰρ μισοῦσιν, οἱ δ’ ὑπ’ ἐμοῦ τραφέντες ἀχαριστοῦσιν· Ἀδραστείᾳ πάντα ἐπιτρέψας ἐς ἄλλο ἔθνος οἰχήσομαι καὶ δῆμον ἕτερον, οὐδὲν ὑμᾶς ὑπομνήσας ὧν ἐνιαυτοῖς ἔμπροσθεν ἐννέα δίκαια δρῶντες εἰς ἀλλήλους εἰργάσασθε, φέρων μὲν ὁ δῆμος ἐπὶ τὰς οἰκίας τῶν δυνατῶν ξὺν βοῇ τὴν φλόγα καὶ ἀποκτιννὺς τὸν ἄρχοντα, δίκην δ’ αὖθις ἀποτίνων2 ὑπὲρ τούτων, ὧν ὀργιζόμενος δικαίως ἔπραξεν οὐκέτι μετρίως.

我正是由于这一举措而招致你们的仇恨:因为我不准许你们以黄金出卖葡萄酒、蔬菜和果品,也不准许富人关在仓库里的小麦突然从你们手中变成属于他们的白银和黄金。因为他们把这些粮食运到城外牟取暴利,给人们带来了“毁灭凡人的饥荒”,正如神在斥责行此类事之人时所说的那样。然而,城邦仅仅在面包上变得充裕,而在其他任何东西上都绝非如此。 因此,即便在当时行此事之际,我也明白自己不会令所有人满意;但我完全不在意。因为我认为应当救助蒙受不公的群众,以及因我和随从我们的官吏而前来的外邦人。然而,我想如今这些外邦人既然离去,而城邦在对待我的态度上却异口同声——一部分人怀恨在心,而受我供养的人则忘恩负义——那么我便将一切托付给复仇女神,前往另一个民族和另一群民众那里,不再向你们提及九年前你们自称主持正义时彼此相残之事:民众叫喊着将烈火引向权贵的宅邸并杀害长官,继而又为那些起初出于正义愤怒、随后却全无节制所行的暴行付出代价。

§43

Ὑπὲρ τίνος οὖν πρὸς θεῶν ἀχαριστούμεθα; ὅτι τρέφομεν ὑμᾶς οἴκοθεν, ὃ μέχρι σήμερον ὑπῆρξεν οὐδεμιᾷ πόλει, καὶ τρέφομεν οὕτω λαμπρῶς; ὅτι τὸν κατάλογον ὑμῶν ηὐξήσαμεν; ὅτι κλέπτοντας ἑλόντες οὐκ ἐπεξήλθομεν; ἑνὸς ἢ δύο βούλεσθε ὑμᾶς ὑπομνήσω, μή τις ὑπολάβῃ σχῆμα καὶ ῥητορείαν εἶναι3 καὶ προσποίησιν τὸ πρᾶγμα; γῆς κλήρους οἶμαι τρισχιλίους ἔφατε ἀσπόρους εἶναι καὶ ᾐτήσασθε λαβεῖν, λαβόντες δ’ ἐνείμασθε πάντες οἱ μὴ δεόμενοι. τοῦτο ἐξετασθὲν ἀνεφάνη σαφῶς. ἀφελόμενος δ’ αὐτοὺς ἐγὼ τῶν ἐχόντων οὐ δικαίως, καὶ πολυπραγμονήσας οὐδὲν ὑπὲρ τῶν ἔμπροσθεν, ὧν ἔσχον ἀτελεῖς, οὓς μάλιστα ἐχρῆν ὑποτελεῖς εἶναι, ταῖς βαρυτάταις ἔνειμα λειτουργίαις αὐτοὺς τῆς πόλεως. καὶ νῦν ἀτελεῖς ἔχουσιν οἱ καθ’ ἕκαστον ὑμῖν ἐνιαυτὸν ἱπποτροφοῦντες γῆς κλήρους ἐγγὺς τρισχιλίους, ἐπινοίᾳ μὲν καὶ οἰκονομίᾳ τοῦ θείου τοὐμοῦ καὶ ὁμωνύμου, χάριτι δ’ ἐμῇ, ὃς δὴ τοὺς πανούργους καὶ κλέπτας οὕτω κολάζων εἰκότως ὑμῖν φαίνομαι τὸν κόσμον ἀνατρέπειν. εὖ γὰρ ἴστε ὅτι πρὸς τοὺς τοιούτους ἡ πρᾳότης αὔξει καὶ τρέφει τὴν ἐν τοῖς ἀνθρώποις κακίαν.

那么凭诸神起誓,我们究竟因何蒙受这般忘恩负义?是因为我们用私产供养你们——这种待遇直至今日尚无任何城邦享有——且供养得如此丰厚吗?是因为我们扩充了你们的议员名册吗?还是因为抓获你们行窃却没有予以深究?你们可愿我向你们提醒一两件事,免得有人以为这是做作、修辞与伪饰?我想你们曾说有三千块份地荒芜,请求赐予,但一旦拿到手,你们所有毫无匮乏之人便私分了它们。经调查,此事暴露无遗。但我从不义占有者手中收回这些土地,并未追究他们过去免税占有之事——而他们本是最应纳税之人——而是将这些土地分派给城邦最繁重的公共劳役。如今,每年为你们饲育赛马之人,凭借我同名叔父的构想与安排,以及我的恩惠,免税占有着近三千块份地;然而,我因这般惩处奸徒与盗贼,在你们眼中倒理所当然地成了颠倒乾坤之人。因为你们应当深知,对这类人施以温和,只会助长并滋养人间的邪恶。

§44

Ὁ λόγος οὖν μοι καὶ ἐνταῦθα περιίσταται πάλιν εἰς ὅπερ βούλομαι. πάντων γὰρ ἐμαυτῷ τῶν κακῶν αἴτιος γίγνομαι εἰς ἀχάριστα καταθέμενος ἤθη τὰς χάριτας. ἀνοίας οὖν ἐστι τῆς ἐμῆς τοῦτο καὶ οὐ τῆς ὑμετέρας ἐλευθερίας. ἐγὼ μὲν δὴ τὰ πρὸς ὑμᾶς εἶναι πειράσομαι τοῦ λοιποῦ συνετώτερος· ὑμῖν δὲ οἱ θεοὶ τῆς εἰς ἡμᾶς εὐνοίας καὶ τιμῆς, ἣν ἐτιμήσατε δημοσίᾳ, τὰς ἀμοιβὰς ἀποδοῖεν.

因此,我的话在此又转回到了我所要表达的要旨。因为我将恩惠施予忘恩负义之辈,乃是自作自受,成了一切灾祸的根源。所以,这是出于我的愚蠢,而非出于你们的自由。今后在对待你们的事上,我自当力求更为明智;而对于你们待我们的善意以及你们在公开场合赋予我们的荣耀,愿诸神向你们偿付相应的报应!

语法注3 条
  1. 42τὸν ὑπὸ τῶν πλουσίων ἀποκεκλεισμένον ἐν ταῖς ἀποθήκαις σῖτον ἄργυρον αὐτοῖς καὶ χρυσὸν ἐξαίφνης παρ’ ὑμῶν γενέσθαι

    由前文的 οὐκ ἐπέτρεψα(不准许)所支配的“宾格加不定式”结构。它与前面的 τὸν οἶνον... ἀποδόσθαι(出卖葡萄酒)并列,τὸν σῖτον 充当不定式 γενέσθαι 的逻辑主语。字面直译为“被关在仓库里的粮食成为属于他们的白银和黄金”。

  2. 370cφέρων μὲν ὁ δῆμος ἐπὶ τὰς οἰκίας τῶν δυνατῶν ξὺν βοῇ τὴν φλόγα καὶ ἀποκτιννὺς τὸν ἄρχοντα, δίκην δ’ αὖθις ἀποτίνων

    一种语法破格(主格绝对分词,或以主格分词对前文关系代词 ὧν 进行展开描写)。此处并未遵从前面的代词 ὑμᾶς(宾格)或关系从句的动词结构,而是将焦点的民众(ὁ δῆμος)置于主格,统领分词 φέρων、ἀποκτιννύς 与 ἀποτίνων,生动再现了九年前暴动中杀害长官的场景。

  3. 370cὧν ἔσχον ἀτελεῖς, οὓς μάλιστα ἐχρῆν ὑποτελεῖς εἶναι

    包含两个连续关系代词以及对照谓语形容词的紧凑结构。前一个 ὧν 指代他们此前免税占有的收益或权益(“免税持有的那些事物”),后一个 οὓς 则以人为先行词作不定式的宾格主语(“那些本最应当纳税的人”)。ἀτελεῖς(免税的)与 ὑποτελεῖς(当纳税的)两词形成鲜明对照,强化了讽刺意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:42-44