← 朱利安

厌胡者

§37-39

决意离开安条克与对市民忘恩负义的质问

尤利安声明他不会惩处市民们的讥嘲讽刺,并决意离开安条克,回顾了他与同僚们所施行的廉洁统治以及大幅减税等恩惠。他援引鸢鸟的寓言与阿那克里翁的诗句表明自己在晚年绝不会改变节制的本性,并质问城邦为何对他的善政报以荒谬的忘恩负义与敌意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

ὑπὲρ μὲν δὴ τῶν βλασφημιῶν, ἃς ἰδίᾳ τε καὶ δημοσίᾳ κατεχέατέ μου παίζοντες ἐν τοῖς ἀναπαίστοις, ἐμαυτοῦ προσκατηγορήσας ὑμῖν ἐπιτρέπω χρῆσθαι μετὰ μείζονος αὐτῷ παρρησίας, ὡς οὐδὲν ὑμᾶς ἐγὼ διὰ τοῦτο πώποτε δεινὸν ἐργάσομαι1 σφάττων ἢ τύπτων ἢ δῶν ἢ ἀποκλείων ἢ κολάζων. πῶς γάρ; ὅς, ἐπείπερ ὑμῖν ἐμαυτὸν ἐπιδείξας μετὰ τῶν φίλων σωφρονοῦντα,2 φαυλότατον ἰδεῖν ὑμῖν καὶ ἀηδέστατον, οὐδὲν ἐπέδειξα καλὸν θέαμα, μεταστῆναι τῆς πόλεως ἔγνωκα καὶ ὑποχωρῆσαι, πεπεισμένος μὲν οὐδαμῶς, ὅτι πάντως ἐκείνοις ἀρέσω, πρὸς οὓς πορεύομαι, κρίνων δ’ αἱρετώτερον, εἰ διαμάρτοιμι τοῦ δόξαι γοῦν ἐκείνοις καλὸς κἀγαθός, ἐν μέρει μεταδοῦναι πᾶσι τῆς ἀηδίας τῆς ἐμαυτοῦ καὶ μὴ τὴν εὐδαίμονα ταύτην ἀποκναῖσαι πόλιν ὥσπερ ὑπὸ δυσωδίας τῆς ἐμῆς μετριότητος καὶ τῶν ἐμῶν ἐπιτηδείων τῆς σωφροσύνης. Ἡμῶν γὰρ οὐδεὶς ἀγρὸν οὐδὲ κῆπον ἐπρίατο παρ’ ὑμῖν οὐδὲ οἰκίαν ᾠκοδόμησεν οὐδ’ ἔγημε παρ’ ὑμῶν οὐδ’ ἐξέδωκεν εἰς ὑμᾶς οὐδὲ ἠράσθημεν τῶν παρ’ ὑμῖν καλῶν, οὐδ’ ἐζηλώσαμεν Ἀσσύριον πλοῦτον οὐδ’ ἐνειμάμεθα τὰς προστασίας οὐδὲ παραδυναστεύειν ἡμῖν ἠνεσχόμεθά τινας τῶν ἐν τέλει οὐδ’ ἐπείσαμεν τὸν δῆμον εἰς παρασκευὰς δείπνων ἢ θεάτρων, ὃν οὕτως ἐποιήσαμεν τρυφᾶν, ὥστε ἄγων σχολὴν ἀπὸ τῆς ἐνδείας τοὺς ἀναπαίστους εἰς τοὺς αἰτίους αὑτῷ τῆς εὐθηνίας ξυνέθηκεν, οὐδ’ ἐπεγράψαμεν χρυσίον οὐδὲ ᾐτήσαμεν ἀργύριον οὐδὲ ηὐξήσαμεν φόρους· ἀλλὰ πρὸς τοῖς ἐλλείμμασιν ἀνεῖται πᾶσι τῶν εἰθισμένων εἰσφορῶν τὸ πέμπτον. οὐκ οἶμαι δ’ ἐξαρκεῖν τὸ σωφρονεῖν ἐμέ, ἀλλὰ καὶ μέτριον ἔχω ναὶ μὰ Δία καὶ θεούς, ὡς ἐμαυτὸν πείθω, τὸν εἰσαγγελέα, καλῶς ὑφ’ ὑμῶν ἐπιτιμηθέντα, διότι γέρων ὢν καὶ φαλακρὸς ἠρέμα τὰ πρόσω διὰ δυστροπίαν αἰσχύνεται κομᾶν ἐξόπισθεν, ὥσπερ Ὅμηρος ἐποίησε τοὺς Ἄβαντας, οὐδὲν δ’ ἐκείνου φαυλοτέρους ἄνδρας οἴκοι παρ’ ἐμαυτῷ δύο καὶ τρεῖς, ἀλλὰ καὶ τέτταρας, εἰ βούλεσθε δὲ νυνὶ καὶ πέμπτον. Ὁ δέ μοι θεῖος καὶ ὁμώνυμος οὐ δικαιότατα μὲν ὑμῶν προύστη, μέχρις ἐπέτρεπον οἱ θεοὶ ξυνεῖναι ἡμῖν αὐτὸν καὶ ξυμπράττειν; οὐ προμηθέστατα δὲ πάσαις ἐπεξῆλθε ταῖς οἰκονομίαις τῆς πόλεως;

关于你们出于玩笑以抑扬抑扬格诗私下与公开向我倾泻的诽谤,既然我已经对自己作了控告,我便准许你们带着更大的直言坦白之权去运用它;因为我决不会因此对你们痛下毒手,施以屠杀、拷打、羁押、放逐或惩处。怎会如此呢?正因为我与友人一同展现出克己节制的姿态,在你们眼中成了最卑劣、最令人不快之景,未曾向你们呈现任何优雅的观瞻,我已决意离开这座城邦并退隐他处。我绝未深信我前去投奔的那些人定会喜欢我;但我判定这更为可取:即便我最终无法在他们眼中显得善良高尚,我也宁愿轮流把我的不快分担给所有人,而不愿让这座幸福的城邦被我这等适度与友人这般节制的恶臭所耗竭摧残。 因为我们之中无人曾在你们中间购买田地或园圃,亦未建造居所,未曾娶你们之女,亦未将女儿嫁与你们;我们不曾恋慕你们的美物,不曾艳羡亚述式的巨富,不曾瓜分庇护权,亦未容忍任何掌权之人借我们的权势横行霸道;我们未曾劝说民众去筹备宴席或剧场盛会,反而让他们从贫困中解脱而安享闲适,以致他们得以无所事事地创作抑扬抑扬格诗来讥刺那些为他们带来富庶之人;我们未曾征摊黄金,亦未索取白银,未曾增加赋税。相反,在勾销积欠之外,常例税收的五分之一亦对所有人予以免除。然而依我看,仅我自己克制尚不充足;指着宙斯与众神起誓,正如同我坚信的那样,我身边还留有一位秉性适度的引见官,他曾受到你们绝妙的讥刺,因为他虽已年老且前额微秃,却出于执拗耻于像荷马笔下的阿班忒斯人那样在脑后留起长发;而在我的官邸中,绝不比他卑劣的男子还有两三个,甚至四个,若你们愿意,如今还有第五个。 再者,我的同名叔父,只要众神允许他与我们同在并共襄大政,岂不是以至公之道统领了你们?他岂不是以极大的深谋远虑处理了城邦的所有政务?

§38

ἡμῖν μὲν οὖν ἐδόκει ταῦτα καλά, πρᾳότης ἀρχόντων μετὰ σωφροσύνης, ᾠόμεθά τε ὑμῖν ἱκανῶς διὰ τούτων καλοὶ φανεῖσθαι τῶν ἐπιτηδευμάτων. ἐπεὶ δὲ ὑμᾶς ἥ τε βαθύτης ἀπαρέσκει τοῦ γενείου καὶ τὸ ἀτημέλητον τῶν τριχῶν καὶ τὸ μὴ παραβάλλειν τοῖς θεάτροις καὶ τὸ ἀξιοῦν ἐν τοῖς ἱεροῖς εἶναι σεμνοὺς καὶ πρὸ τούτων ἁπάντων ἡ περὶ τὰς κρίσεις ἡμῶν ἀσχολία καὶ τὸ τῆς ἀγορᾶς εἴργειν τὴν πλεονεξίαν, ἑκόντες ὑμῖν ἐξιστάμεθα τῆς πόλεως. οὐ γὰρ οἶμαι ῥᾴδιον ἐν γήρᾳ μεταθεμένῳ διαφυγεῖν τὸν λεγόμενον ὑπὲρ τοῦ ἰκτῖνος μῦθον. λέγεται γάρ τοι τὸν ἰκτῖνα φωνὴν ἔχοντα παραπλησίαν τοῖς ἄλλοις ὄρνισιν ἐπιθέσθαι τῷ χρεμετίζειν, ὥσπερ οἱ γενναῖοι τῶν ἵππων, εἶτα τοῦ μὲν ἐπιλαθόμενον, τὸ δὲ οὐ δυνηθέντα ἑλεῖν ἱκανῶς ἀμφοῖν στέρεσθαι καὶ φαυλοτέραν τῶν ἄλλων ὀρνίθων εἶναι τὴν φωνήν. ὃ δὴ καὶ αὐτὸς εὐλαβοῦμαι παθεῖν, ἀγροικίας τε ἅμα καὶ δεξιότητος ἁμαρτεῖν. ἤδη γάρ, ὡς καὶ ὑμεῖς αὐτοὶ συνορᾶτε, πλησίον ἐσμὲν ἐθελόντων θεῶν, "Εὖτέ μοι λευκαὶ μελαίναις ἀναμεμίξονται τρίχες," ὁ Τήιος ἔφη ποιητής.

因此,在我们看来,统治者兼具节制与温和实为美德,我们亦曾以为凭借这些举止,我们在你们面前便显得足够美好。然而,既然浓密的胡须、蓬乱的头发、不常去剧场、要求圣所中保持庄严,尤其是我们对司法审判的专注以及对市场贪婪的抑制,都令你们心生厌恶,我们便自愿为你们退避离开这座城邦。因为我认为,年届老境而改弦易辙之人,很难逃脱关于鸢鸟的那则寓言。相传鸢鸟本拥有与其他禽鸟相仿的声音,却一心想如骏马般嘶鸣;随后它既遗忘了原本的鸣声,又未能充分学会嘶鸣,最终两者兼失,声音反倒比其他鸟类更为拙劣。这正是我自己唯恐遭遇之事:既失去了朴讷,又未能习得机巧。因为正如你们自己所见,若得神明庇佑,我们已经逼近那个时刻—— ‘当白发将与我的黑发杂陈之时,’正如那位忒奥斯诗人所吟咏的那样。

§39

Εἶεν. ἀλλὰ τῆς ἀχαριστίας, πρὸς θεῶν καὶ Διὸς ἀγοραίου καὶ πολιούχου, ὑπόσχετε λόγον. ἠδίκησθέ τι παρ’ ἐμοῦ κοινῇ πώποτε ἢ καὶ ἰδίᾳ, καὶ δίκην ὑπὲρ τούτου λαβεῖν οὐ δυνάμενοι φανερῶς διὰ τῶν ἀναπαίστων ἡμᾶς, ὥσπερ οἱ κωμῳδοὶ τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον ἕλκουσι καὶ περιφέρουσιν, οὕτω δὲ καὶ ὑμεῖς ἐν ταῖς ἀγοραῖς ἐπιτρίβετε λοιδοροῦντες; ἢ τοῦ μὲν ποιεῖν τι χαλεπὸν εἰς ὑμᾶς ἀπεσχόμην, τοῦ λέγειν δὲ ὑμᾶς κακῶς οὐκ ἀπεσχόμην, ἵνα με καὶ ὑμεῖς διὰ τῶν αὐτῶν ἰόντες ἀμύνησθε; τίς οὖν ὑμῖν ἐστιν αἰτία τοῦ πρὸς ἡμᾶς προσκρούσματος καὶ τῆς ἀπεχθείας; ἐγὼ γὰρ εὖ οἶδα δεινὸν οὐδένα ὑμῶν οὐδὲν οὐδὲ ἀνήκεστον ἐργασάμενος3 οὔτε ἰδίᾳ τοὺς ἄνδρας οὔτε κοινῇ τὴν πόλιν, οὐδ’ εἰπὼν οὐδὲν φλαῦρον, ἀλλὰ καὶ ἐπαινέσας, ὡς ἔδοξέ μοι προσήκειν, καὶ μεταδοὺς χρηστοῦ τινος, ὅσον εἰκὸς ἦν τὸν ἐπιθυμοῦντα μετὰ τοῦ δυνατοῦ πολλοὺς εὖ ποιεῖν ἀνθρώπους. ἀδύνατον δ’ εὖ ἴστε καὶ τοῖς εἰσφέρουσι συγχωρεῖν ἅπαντα καὶ διδόναι πάντα τοῖς εἰωθόσι λαμβάνειν. ὅταν οὖν φανῶ μηδὲν ἐλαττώσας τῶν δημοσίων συντάξεων, ὅσας εἴωθεν ἡ βασιλικὴ νέμειν δαπάνη, ὑμῖν δ’ ἀνεὶς τῶν εἰσφορῶν οὐκ ὀλίγα, ἆρ’ οὐκ αἰνίγματι τὸ πρᾶγμα ἔοικεν;

罢了!然而凭着众神、市集守护神宙斯以及城邦守护神的名义,你们且为自己的忘恩负义作出交待吧!你们在公共或私下何时曾受过我丝毫冤屈,以致你们因无法公然为此复仇,便借着抑扬抑扬格诗来攻击我们,如同喜剧演员拉扯与戏弄赫拉克勒斯和狄奥尼索斯那般,在集市上借着辱骂来折磨我们?抑或是我虽未向你们施加苛待,却未曾避免恶语伤人,以致你们亦采取同样手段向我报复?那么,你们与我们发生冲突并怀有怨恨的缘由究竟何在?因为我深知自己从未加害于你们当中的任何人,无论是对私人的公民还是对公共的城邦,皆未造成任何无法弥补的创伤,亦未吐露过半句毁谤之言,反而在自认为合宜之时予以褒扬,并在力所能及的范围内施予善行,正如一心希望尽可能兼善众人之人所理应为之的那样。你们当深知,既对纳税者全数宽免,又对惯于受赐者悉数馈赠,乃是断不可行之事。那么,当我显然并未削减皇室支出惯常分发的任何公共津贴,却又免除了你们为数可观的租税之时,这难道不恰似一个难解的谜团吗?

语法注3 条
  1. 364cὡς οὐδὲν ὑμᾶς ἐγὼ διὰ τοῦτο πώποτε δεινὸν ἐργάσομαι

    连词 ὡς 引导直陈式将来时(ἐργάσομαι),充当依附于主句动词 ἐπιτρέπω(允许)的副词性从句,表示保证或前提(‘准许你们……因为我断然确信我绝不会加害于你们’)。动词统领双宾格(ὑμᾶς 与 οὐδὲν δεινόν)。

  2. 364cὅς, ἐπείπερ ὑμῖν ἐμαυτὸν ἐπιδείξας μετὰ τῶν φίλων σωφρονοῦντα

    紧接着省略疑问句 πῶς γάρ?(怎会如此呢?)的关系代词 ὅς,引导表示原因的关系从句(相当于拉丁语的 quippe qui)。其指代的主语‘我’最终落实于该从句的核心动词 ἔγνωκα(已决意)。分词 ἐπιδείξας 带有反身代词宾语 ἐμαυτόν 及补充从属分词 σωφρονοῦντα。

  3. 366dἐγὼ γὰρ εὖ οἶδα δεινὸν οὐδένα ὑμῶν οὐδὲν οὐδὲ ἀνήκεστον ἐργασάμενος

    动词 οἶδα 接主格分词(ἐργασάμενος ... οὐδ’ εἰπών ... καὶ ἐπαινέσας ... καὶ μεταδούς)充当补足语的标准句式,指说话者深知自己未曾做出某行为(‘我深知自己未曾加害……’)。分词 ἐργασάμενος 支配双宾格:指人的 οὐδένα ὑμῶν 与指事的 δεινὸν οὐδὲν οὐδὲ ἀνήκεστον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:37-39