- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引古代诗人作为对比,声明自己将创作一部不攻击他人而专事自嘲的散文诗篇,并随即自嘲式地历数自己浓密的胡须、不修边幅的容貌及身体特征。
Ἀνακρέοντι τῷ ποιητῇ πολλὰ ἐποιήθη μέλη χαρίεντα· τρυφᾶν γὰρ ἔλαχεν ἐκ μοιρῶν· Ἀλκαίῳ δ’ οὐκέτι οὐδ’ Ἀρχιλόχῳ τῷ Παρίῳ τὴν μοῦσαν ἔδωκεν ὁ θεὸς εἰς εὐφροσύνας καὶ ἡδονὰς τρέψαι·1 μοχθεῖν γὰρ ἄλλοτε ἄλλως ἀναγκαζόμενοι τῇ μουσικῇ πρὸς τοῦτο ἐχρῶντο, κουφότερα ποιοῦντες αὑτοῖς ὅσα ὁ δαίμων ἐδίδου τῇ εἰς τοὺς ἀδικοῦντας λοιδορίᾳ. ἐμοὶ δὲ ἀπαγορεύει μὲν ὁ νόμος ἐπ’ ὀνόματος αἰτιᾶσθαι τοὺς ἀδικουμένους μὲν οὐδέν, εἶναι δ’ ἐπιχειροῦντας δυσμενεῖς, ἀφαιρεῖται δὲ τὴν ἐν τοῖς μέλεσι μουσικὴν ὁ νῦν ἐπικρατῶν ἐν τοῖς ἐλευθέροις τῆς παιδείας τρόπος. αἴσχιον γὰρ εἶναι δοκεῖ νῦν μουσικὴν ἐπιτηδεύειν, ἢ πάλαι ποτὲ ἐδόκει τὸ πλουτεῖν ἀδίκως. οὐ μὴν ἀφέξομαι διὰ τοῦτο τῆς ἐμοὶ δυνατῆς ἐκ μουσῶν ἐπικουρίας. ἐθεασάμην τοι καὶ τοὺς ὑπὲρ τὸν Ῥῆνον βαρβάρους ἄγρια μέλη λέξει πεποιημένα παραπλησίᾳ τοῖς κρωγμοῖς τῶν τραχὺ βοώντων ὀρνίθων ᾄδοντας καὶ εὐφραινομένους ἐπὶ τοῖς μέλεσιν. εἶναι γὰρ οἶμαι συμβαίνει τοῖς φαύλοις τὴν μουσικὴν λυπηροῖς μὲν τοῖς θεάτροις, σφίσι δ’ αὐτοῖς ἡδίστοις. ὃ δὴ καὶ αὐτὸς ξυννοήσας εἴωθα πρὸς ἐμαυτὸν λέγειν ὅπερ ὁ Ἰσμηνίας οὐκ ἀπὸ τῆς ἴσης μὲν ἕξεως, ἀπὸ δὲ τῆς ὁμοίας, ὡς ἐμαυτὸν πείθω, μεγαλοφροσύνης, ὅτι δῆτα ταῖς μούσαις ᾄδω καὶ ἐμαυτῷ.
诗人阿那克里翁作有许多优美典雅的诗歌,因为命运注定他享受奢华。然而对于阿尔卡埃乌斯和帕罗斯岛的阿基罗库斯,神却不再赐予他们将缪斯转向欢乐与享乐的能力;因为他们在不同时期被迫承受各样劳苦,便将乐艺用于此途,以对加害者们的辱骂,来减轻神明加于自身的苦难。至于我,法律禁止我指名道姓地指责那些虽未受任何侵害却蓄意怀有敌意的人;而当今在自由民中占据主导的教养方式,又剥夺了存在于诗歌中的乐艺。因为在当今看来,从事乐艺似乎比从前不义致富更为可耻。然而,我决不会因此便放弃从缪斯那里获得力所能及的慰藉。我甚至曾亲眼目睹莱茵河彼岸的蛮族用近似粗鸣鸟啼的语言歌唱粗野的曲调,并在这些歌声中自得其乐。因为我想,拙于音乐之人对听众而言固然令人痛苦,对他们自身而言却最为可喜。我省察到这一点,也常常对自己重复伊斯梅尼亚斯所说的话——虽非出于同等的才艺,但据我自勉,乃是出于类似的豪气——那就是:我确实是为缪斯也是为我自己歌唱。
Τὸ δ’ ᾆσμα πεζῇ μὲν λέξει πεποίηται, λοιδορίας δ’ ἔχει πολλὰς καὶ μεγάλας, οὐκ εἰς ἄλλους μὰ Δία· πῶς γάρ; ἀπαγορεύοντος τοῦ νόμου· εἰς δὲ τὸν ποιητὴν αὐτὸν καὶ τὸν ξυγγραφέα. τὸ γὰρ εἰς ἑαυτὸν γράφειν εἴτε ἐπαίνους εἴτε ψόγους εἴργει νόμος οὐδείς. ἐπαινεῖν μὲν δὴ καὶ σφόδρα ἐθέλων ἐμαυτὸν οὐκ ἔχω, ψέγειν δὲ μυρία, καὶ πρῶτον ἀρξάμενος ἀπὸ τοῦ προσώπου.
这首歌是用散文写成的,包含着许多巨大的斥责——指着宙斯起誓,绝不是针对他人(怎会如此呢?毕竟法律明令禁止),而是针对诗人自己和作者本人。因为没有任何法律阻止人针对自己写下赞词抑或贬斥。若要赞美自己,纵使我极为渴望,也无从谈起;若要贬责自己,却有千条万端,首先便从容貌开始。
τούτῳ γὰρ οἶμαι φύσει γεγονότι μὴ λίαν καλῷ μηδ’ εὐπρεπεῖ μηδ’ ὡραίῳ ὑπὸ δυστροπίας καὶ δυσκολίας αὐτὸς προστέθεικα τὸν βαθὺν τουτονὶ πώγωνα, δίκας αὐτὸ πραττόμενος, ὡς ἔοικεν, οὐδενὸς μὲν ἄλλου, τοῦ δὲ μὴ φύσει γενέσθαι καλόν.2 ταῦτά τοι διαθεόντων ἀνέχομαι τῶν φθειρῶν ὥσπερ ἐν λόχμῃ τῶν θηρίων. ἐσθίειν δὲ λάβρως ἢ πίνειν χανδὸν οὐ συγχωροῦμαι· δεῖ γὰρ οἶμαι προσέχειν, μὴ λάθω συγκαταφαγὼν τὰς τρίχας τοῖς ἄρτοις. ὑπὲρ δὲ τοῦ φιλεῖσθαι καὶ φιλεῖν ἥκιστα ἀλγῶ. καίτοι καὶ τοῦτο ἔχειν ἔοικεν ὁ πώγων ὥσπερ τὰ ἄλλα λυπηρόν, οὐκ ἐπιτρέπων καθαρὰ λείοις καὶ διὰ τοῦτο οἶμαι γλυκερώτερα χείλεσι χείλη προσμάττειν, ὅπερ ἤδη τις ἔφη τῶν ἐργασαμένων ξὺν τῷ Πανὶ καὶ τῇ Καλλιόπῃ εἰς τὸν Δάφνιν ποιήματα. ὑμεῖς δέ φατε δεῖν καὶ σχοινία πλέκειν ἐνθένδε· καὶ ἕτοιμος παρέχειν, ἢν μόνον ἕλκειν δυνηθῆτε καὶ μὴ τὰς ἀτρίπτους ὑμῶν καὶ μαλακὰς χεῖρας ἡ τραχύτης αὐτῶν δεινὰ ἐργάσηται. νομίσῃ δὲ μηδεὶς δυσχεραίνειν ἐμὲ τῷ σκώμματι. δίδωμι γὰρ αὐτὸς τὴν αἰτίαν ὥσπερ οἱ τράγοι τὸ γένειον ἔχων, ἐξὸν οἶμαι λεῖον αὐτὸ ποιεῖν3 καὶ ψιλόν, ὁποῖον οἱ καλοὶ τῶν παίδων ἔχουσιν ἅπασαί τε αἱ γυναῖκες, αἷς φύσει πρόσεστι τὸ ἐράσμιον. ὑμεῖς δὲ καὶ ἐν τῷ γήρᾳ ζηλοῦντες τοὺς ὑμῶν αὐτῶν υἱέας καὶ τὰς θυγατέρας ὑπὸ ἁβρότητος βίου καὶ ἴσως ἁπαλότητος τρόπου λεῖον ἐπιμελῶς ἐργάζεσθε, τὸν ἄνδρα ὑποφαίνοντες καὶ παραδεικνύντες διὰ τοῦ μετώπου καὶ οὐχ ὥσπερ ἡμεῖς ἐκ τῶν γνάθων. Ἐμοὶ δὲ οὐκ ἀπέχρησε μόνον ἡ βαθύτης τοῦ γενείου, ἀλλὰ καὶ τῇ κεφαλῇ πρόσεστιν αὐχμός, καὶ ὀλιγάκις κείρομαι καὶ ὀνυχίζομαι, καὶ τοὺς δακτύλους ὑπὸ τοῦ καλάμου τὰ πολλὰ ἔχω μέλανας. εἰ δὲ βούλεσθέ τι καὶ τῶν ἀπορρήτων μαθεῖν, ἔστι μοι τὸ στῆθος δασὺ καὶ λάσιον ὥσπερ τῶν λεόντων, οἵπερ βασιλεύουσι τῶν θηρίων, οὐδὲ ἐποίησα λεῖον αὐτὸ πώποτε διὰ δυσκολίαν καὶ μικροπρέπειαν, οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος εἰργασάμην λεῖον οὐδὲ μαλακόν. εἶπόν γ’ ἂν ὑμῖν, εἴ τις ἦν μοι καὶ ἀκροχορδὼν4 ὥσπερ τῷ Κικέρωνι· νυνὶ δ’ οὐκ ἔστι. καὶ εἰ συγγινώσκετε, φράσω ὑμῖν καὶ ἕτερον.
因为对于这张生来既非甚美、又不端庄、亦乏青春风采的面容,我自己出于乖戾与执拗,给它添上了这把浓密的胡须,似乎是为了惩罚它除了未曾生得美貌之外并无其他的过错。正因如此,我任凭虱子在其中穿梭,宛如丛林中的野兽一般。我也不被允许狼吞虎咽或开怀痛饮,因为我想,必须格外留心,免得不知不觉将胡须连同面包一起咽下。至于被爱与去爱,我丝毫不觉痛心;尽管这把胡须在此事上似乎也如在其他方面一样令人烦恼,不容许人将清洁的嘴唇贴上光滑的嘴唇(我想正是因此才更为甘甜),正如某位曾与潘神及卡利俄佩一同就达夫尼斯创作诗篇的人所说的那样。但你们却说甚至应当以此编结绳索;只要你们能拉得动,且你们未生老茧的娇嫩双手不至被其粗糙所严重伤害,我也乐意奉献。请谁都不要以为我对此嘲弄心怀不满。因为是我自己长着如山羊般的胡须而提供了口实,尽管我想我本可以使之光滑且毫无须毛,如同美少年和所有天生具有迷人魅力的女子那样。然而你们即使到了晚年,也因生活的奢靡以及或许是性情的柔顺,极力效仿你们自己的儿女,精心使〔下巴〕变得光滑,借着额头来隐约展露并昭示男子的气概,而不是像我们这样出自下颌。 于我而言,单是胡须浓密还不够,而且头上也伴有污垢,我极少剪发修甲,手指也因芦苇笔而大半漆黑。如果你们还想探知某种隐秘之事,我的胸膛也如百兽之王狮子一般多毛且粗糙,我也因顽固与寒酸而从未使其光滑,亦未曾将身体的任何其他部位弄得光滑或柔软。若是我像西塞罗那样也有一颗疣,我定会向你们说及;但眼下并没有。若是你们肯原谅,我还要向你们讲述另一件事。
- 337aἈλκαίῳ δ’ οὐκέτι οὐδ’ Ἀρχιλόχῳ τῷ Παρίῳ τὴν μοῦσαν ἔδωκεν ὁ θεὸς εἰς εὐφροσύνας καὶ ἡδονὰς τρέψαι
动词 ἔδωκεν 接与格(Ἀλκαίῳ... Ἀρχιλόχῳ)和宾格(τὴν μοῦσαν),不定式 τρέψαι 表示目的或结果(“神未曾赐予他们将缪斯转向……”)。δίδωμι 搭配不定式常表示“允许/赋予某人做某事的能力”。
- 338cδίκας αὐτὸ πραττόμενος, ὡς ἔοικεν, οὐδενὸς μὲν ἄλλου, τοῦ δὲ μὴ φύσει γενέσθαι καλόν
中动分词 πραττόμενος 接双宾格(αὐτό“它[面容]”与 δίκας“惩罚”),意为“向其索取惩罚”。随后的 οὐδενὸς μὲν ἄλλου 与 τοῦ δὲ μὴ φύσει γενέσθαι καλόν 为表示原因的属格(genitive of cause),其中带冠词的不定式短语引出具体罪名/事由(“除未曾生来貌美之外并无其他”)。
- 339aἐξὸν οἶμαι λεῖον αὐτὸ ποιεῖν
无人称动词 ἔξεστι 的中性单数分词 ἐξόν 构成宾格绝对独立结构(accusative absolute),在此带有让步含义(“尽管本可以[使之光滑]”)。
- 339cεἶπόν γ’ ἂν ὑμῖν, εἴ τις ἦν μοι καὶ ἀκροχορδών
由带有 ἄν 的直陈式过去时(归结句 εἶπόν γ’ ἄν,不定过去时)和条件从句(εἴ τις ἦν μοι,未完成过去时)构成的非真实条件句(反事实虚拟),意为“要是我有一颗疣,我早就告诉你们了(但事实上没有)”。
