- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:35-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安回忆起自己曾在议事会痛斥安条克人宁可为私人宴饮挥霍无度、纵容妻子救济加利利人,却在阿波罗年度庆典上一毛不拔,并指出市民如今在集市上借嘲讽他的胡须与品性来实施报复。
Δεινόν, ἔφην ἐγώ, τὴν τοσαύτην πόλιν οὕτω τῶν θεῶν ὀλιγώρως ἔχειν,1 ὡς οὐδεμία παροικοῦσα ταῖς ἐσχατιαῖς τοῦ Πόντου κώμη· μυρίους κλήρους γῆς ἰδίας κεκτημένη, τῷ πατρίῳ θεῷ νῦν πρῶτον ἐπιστάσης ἑορτῆς ἐνιαυσίου, ἐπειδὴ διεσκέδασαν οἱ θεοὶ τῆς ἀθεότητος τὴν νεφέλην, μίαν ὄρνιν ὑπὲρ αὑτῆς οὐ προσάγει, ἣν ἐχρῆν μάλιστα μὲν καὶ κατὰ φυλὰς βουθυτεῖν, εἰ δὲ μὴ ῥᾴδιον, ἕνα γε κοινῇ πᾶσαν ὑπὲρ αὑτῆς προσφέρειν τῷ θεῷ ταῦρον. ὑμῶν δ’ ἕκαστος ἰδίᾳ μὲν εἰς τὰ δεῖπνα καὶ τὰς ἑορτὰς χαίρει δαπανώμενος, καὶ εὖ οἶδα πολλοὺς ὑμῶν πλεῖστα εἰς τὰ δεῖπνα τοῦ Μαϊουμᾶ χρήματα ἀπολέσαντας, ὑπὲρ δ’ ὑμῶν αὐτῶν καὶ τῆς σωτηρίας τῆς πόλεως οὐδεὶς θύει οὔτε ἰδίᾳ τῶν πολιτῶν οὔτε ἡ πόλις κοινῇ, μόνος δ’ ὁ ἱερεύς, ὃν οἶμαι δικαιότερον ἦν ἀπὸ τοῦ πλήθους τῶν προσφερομένων τῷ θεῷ παρ’ ὑμῶν οἴκαδε ἀπιέναι μερίδας ἔχοντα. τοῖς μὲν γὰρ ἱερεῦσιν οἱ θεοὶ καλοκἀγαθίᾳ τιμᾶν αὑτοὺς καὶ ἀρετῆς ἐπιτηδεύσει προσέταξαν καὶ λειτουργεῖν σφίσι τὰ εἰκότα· πρέπει δ’ οἶμαι τῇ πόλει θύειν ἰδίᾳ καὶ δημοσίᾳ· νυνὶ δὲ ὑμῶν ἕκαστος ἐπιτρέπει μὲν τῇ γυναικὶ πάντα ἐκφέρειν ἔνδοθεν εἰς τοὺς Γαλιλαίους, καὶ τρέφουσαι ἀπὸ τῶν ὑμετέρων ἐκεῖναι τοὺς πένητας πολὺ τῆς ἀθεότητος ἐργάζονται θαῦμα πρὸς τοὺς τῶν τοιούτων δεομένους· ἔστι δὲ τοιοῦτον οἶμαι τὸ πλεῖστον τῶν ἀνθρώπων γένος· ὑμεῖς δ’ αὐτοὶ πρῶτον μὲν τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀμελῶς ἔχοντες πράττειν οὐδὲν ἄτοπον ὑπολαμβάνετε· πρόσεισι δ’ οὐδεὶς τῶν δεομένων τοῖς ἱεροῖς· οὐ γὰρ ἔστιν οἶμαι πόθεν διατραφῇ. καὶ γενέθλια μέν τις ἑστιῶν ἱκανῶς παρασκευάζει δεῖπνον καὶ ἄριστον, ἐπὶ πολυτελῆ τράπεζαν τοὺς φίλους παραλαμβάνων· ἐνιαυσίου δ’ ἑορτῆς οὔσης οὐδεὶς ἐκόμισεν ἔλαιον εἰς λύχνον τῷ θεῷ οὐδὲ σπονδὴν οὐδ’ ἱερεῖον οὐδὲ λιβανωτόν. ἐγὼ μὲν οὖν οὐκ οἶδα, ὅπως ἄν τις ταῦτα ἀνὴρ ἀγαθὸς ὁρῶν παρ’ ὑμῖν ἀποδέξαιτο, νομίζω δ’ ἔγωγε μηδὲ τοῖς θεοῖς ἀρέσκειν.
‘骇人听闻,’我说道,‘如此伟大的一座城邦竟对众神如此蔑视,连紧邻本都极边之地的任何村落都不至如此。坐拥万顷私有田产,如今在众神驱散了无神论的阴云之后,祖传神明的年度庆典初次莅临,城邦竟不曾为自身献上一只禽鸟——而它本应当按部族宰牛献祭,若觉不易,全城至少也当共同为自身向神献上一头公牛。你们每个人都乐于为私人的宴饮与节庆挥霍,我深知你们当中许多人为迈乌马节的盛宴耗费了巨额钱财;然而为了你们自身以及城邦的存续,无论公民个人还是城邦全体,皆无人献祭,唯独祭司一人在献祭——依我之见,更公道的本应是由他带着你们向神奉献的海量供品的分额返回家中。因为众神吩咐祭司们以优美高尚与美德修养来尊奉他们,并为他们举行适宜的礼仪;但城邦在私人与公共场合举行献祭,我认为才是合宜之举。然而如今你们每个人却任凭自己的妻子把一切财物从家中搬出送给加利利人,她们用你们的财产救济穷人,在匮乏此等救济之人中为无神论赢得了极大的惊叹——而我认为人类的大多数便是这般性情。可你们自己首先懈怠了对众神的崇敬,却还自以为未做任何出格之事。没有任何贫困者走近圣所,因为我认为那里已无供其维生之物。某人操办生日宴席时,会丰盛地备妥晚宴与午餐,邀集友人共享豪奢之席;但在年度节庆降临之际,竟无一人为神明带来点灯之油,亦无奠酒、牺牲,乃至乳香。我委实不知,任何善良之人若在你们之中目睹此景怎能认可,而我至少认为众神亦绝不欢悦。’
Τοιαῦτα εἰπὼν τότε μέμνημαι, καὶ ὁ μὲν θεὸς ἐμαρτύρησέ μου τοῖς λόγοις, ὡς μήποτε ὤφελεν,2 ἐκλιπὼν τὸ προάστειον, ὃ πολὺν ἐτήρησε χρόνον, ἐν ἐκείνῃ τῇ ζάλῃ τρέψας ἀλλαχοῦ τῶν κρατούντων τὴν διάνοιαν καὶ τὼ χεῖρε βιασάμενος. ὑμῖν δ’ ἀπηχθόμην ἐγὼ ποιῶν ἀνοήτως. ἐχρῆν γὰρ σιωπᾶν, ὥσπερ οἶμαι πολλοὶ καὶ ἄλλοι τῶν συνεισελθόντων ἐμοί, καὶ μὴ πολυπραγμονεῖν μηδ’ ἐπιτιμᾶν. ἀλλ’ ὑπὸ προπετείας ἐγὼ καὶ τῆς καταγελάστου κολακείας· οὐ γὰρ δὴ νομιστέον ὑπ’ εὐνοίας ἐμοὶ τότε εἰρῆσθαι τοὺς πρὸς ὑμᾶς λόγους, ἀλλ’ οἶμαι δόξαν θηρεύων εὐλαβείας τε εἰς τοὺς θεοὺς καὶ εἰς ὑμᾶς εὐνοίας ἀδόλου· τοῦτο δ’ ἐστὶν οἶμαι παγγέλοιος κολακεία· πολλὰ ὑμῶν μάτην κατέχεα. δίκαια τοίνυν ἐργάζεσθέ με τῶν ἐπιτιμήσεων ἐκείνων ἀμυνόμενοι καὶ ἐναλλάττοντες τὰ χωρία.3 ἐγὼ μὲν ὑπὸ τῷ θεῷ πρὸς τῷ βωμῷ καὶ τοῖς τοῦ ἀγάλματος ἴχνεσιν ἐν ὀλίγοις ὑμῶν κατέδραμον· ὑμεῖς δ’ ἐπὶ τῆς ἀγορᾶς ἐν τῷ δήμῳ διὰ τῶν ἱκανῶν τὰ τοιαῦτα χαριεντίζεσθαι πολιτῶν. εὖ γὰρ ἴστε, πάντες οἱ λέγοντες κοινοῦνται πρὸς τοὺς ἀκούοντας τοὺς λόγους, καὶ ὁ ξὺν ἡδονῇ τῶν βλασφημιῶν ἀκροασάμενος, μετέχων τῆς ἴσης ἡδονῆς ἀπραγμονέστερον τοῦ λέγοντος, κοινωνός ἐστι τῆς αἰτίας. Εἴρηται οὖν ὑμῖν δι’ ὅλης καὶ ἠκρόαται τῆς πόλεως ὁπόσα εἰς τουτονὶ πέπαικται τὸν φαῦλον πώγωνα καὶ τὸν οὐδὲν ἐπιδείξαντα ὑμῖν καλὸν οὐδὲ ἐπιδείξοντα τρόπον. οὐ γὰρ ἐπιδείξει βίον ὑμῖν, ὁποῖον ὑμεῖς ἀεὶ μὲν ζῆτε, ποθεῖτε δὲ ὁρᾶν καὶ ἐν τοῖς ἄρχουσιν.
我记得当时曾说过这番话,而神明也为我的话作了见证——真希望他从未这般作证!——他遗弃了长期庇护的这处郊区,在那场风暴中将掌权者的心思引向他处,强行束缚了他们的双手。而我却因愚蠢的举动招致了你们的怨恨。因为我本应当保持沉默,正如想来随我同入的许多其他人一样,而不该多管闲事或妄加斥责。然而出于鲁莽与可笑的奉承——切不可认为我当时向你们所说的话是出于善意,想来我不过是在猎取对神的虔敬以及对你们纯真善意的美名,依我看,这乃是十足可笑的奉承——我徒然向你们倾泻了大量的斥责。因此,你们向我报复那些斥责并调换了场所,所做甚是公正:我是在神明面前、在祭坛旁与神像足下,在你们少数人面前发起抨击;而你们却是在集市上、在民众当中,通过那些擅长此等嘲谑之事的公民行之。你们且当深知,一切言说者皆与倾听者共享其言辞,而欣然倾听毁谤之言者,既以比言说者更省力的方式分享了同等的快感,便同为罪咎的承担者。 因此,整个城邦中都由你们传唱着、倾听着所有针对这把鄙陋胡须以及从未向你们展现过、亦绝不展现任何优雅之举的品性所作的嘲弄。因为它绝不会向你们展现一种你们一贯过着、并渴望在统治者身上亦能见到的生活。
- 35Δεινόν ... τὴν τοσαύτην πόλιν οὕτω τῶν θεῶν ὀλιγώρως ἔχειν
述语形容词 Δεινόν 之后省略了系动词 ἐστί,后接对格不定式结构(τὴν τοσαύτην πόλιν ... ἔχειν)作主语从句,表达强烈的惊骇与斥责:“如此伟大的一座城邦竟对众神如此蔑视,委实骇人听闻。”
- 363cὡς μήποτε ὤφελεν
由 ὤφελεν(ὀφείλω 的第二不定过去时)加否定词 μή 构成的表示过去不可实现的愿望的习语(“真希望他从未这般!”),作为插入句,抒发了尤利安对神明以悲剧性方式(神庙大火与离去)作证的痛心之情。
- 364aἐναλλάττοντες τὰ χωρία
分词 ἐναλλάττοντες 表示方式或伴随状况(“调换场所”)。正如紧随其后的对照所示(尤利安在“神明面前、少数人之前”进行谴责,而市民则在“集市上、大众之中”加以报复),指双方对抗舞台与立场的转变。
