← 朱利安

厌胡者

§32-34

与凯尔特人的对比及达夫涅祭典的怠慢

尤利安将凯尔特人对他的爱戴与安条克人的敌意及诬陷邻邦之举作对比,并回忆起在达夫涅阿波罗节庆中城邦仅备有一只鹅作为牺牲而引发他对议事会的严厉斥责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32

Καὶ οὐκ ἀγανακτῶ τῷ πράγματι. καὶ γὰρ ἂν εἴην ἄδικος εἰ μὴ καὶ τοῖς παροῦσι στέργοιμι, διαφερόντως ἀσπασάμενος ἐκεῖνα. Κελτοὶ μὲν γὰρ οὕτω με δι’ ὁμοιότητα τρόπων ἠγάπησαν, ὥστε ἐτόλμησαν οὐχ ὅπλα μόνον ὑπὲρ ἐμοῦ λαβεῖν, ἀλλὰ καὶ χρήματα ἔδωκαν πολλά, καὶ παραιτούμενον ὀλίγου καὶ ἐβιάσαντο λαβεῖν, καὶ πρὸς πάντα ἑτοίμως ὑπήκουσαν. ὃ δὲ δὴ μέγιστον, ἐκεῖθεν εἰς ὑμᾶς ἐφέρετο πολὺ τὸ ἐμὸν ὄνομα, καὶ ἐβόων πάντες ἀνδρεῖον, συνετόν, δίκαιον, οὐ πολέμῳ μόνον ὁμιλῆσαι δεινόν, ἀλλὰ καὶ εἰρήνῃ χρήσασθαι δεξιόν, εὐπρόσιτον, πρᾷον· ὑμεῖς δὲ αὐτοῖς ἀντιδεδώκατε νῦν ἐνθένδε πρῶτον μέν, ὅτι παρ’ ἐμὲ1 τὰ τοῦ κόσμου πράγματα ἀνατέτραπται· σύνοιδα δὲ οὐδὲν ἀνατρέπων ἐμαυτῷ οὔτε ἑκὼν οὔτε ἄκων· εἶτα, ὡς ἐκ τοῦ πώγωνός μου χρὴ πλέκειν σχοινία, καὶ ὅτι πολεμῶ τῷ Χῖ, πόθος δὲ ὑμᾶς εἴσεισι τοῦ Κάππα.2

而我对这般处境并不愤懑。因为若是我在格外热爱彼处风物之后,却不能甘心忍受当下的境遇,那我便是不公正的了。事实上,凯尔特人因与我性情相仿而如此爱戴我,以至于他们不仅敢于为我执戈荷戟,更赐予重金,且在我谢绝之时几乎强要我收下,在一切事上皆欣然听命。而尤为重大的在于,我的盛名从彼处传入你们之中,众皆称颂我勇敢、明达、公允,不仅善于用兵交战,亦精于处断和平,平易近人,性情温和。然而你们如今却从本地向他们回赠了这般回报:首先是声称因我的缘故天下的秩序已被倾覆——而我自知无论出于自愿抑或违心,皆未曾倾覆任何事物;其次是宣称应当用我的胡须编织绳索,且我与‘希’为敌,而你们心中却潜生了对‘卡帕’的渴慕之情。

§33

καὶ ὑμῖν γε αὐτὸ οἱ πολιοῦχοι τῆσδε τῆς πόλεως θεοὶ διπλοῦν δοῖεν,3 ὅτι πρὸς τούτῳ καὶ τὰς ἀστυγείτονας ἐσυκοφαντήσατε πόλεις ἱερὰς καὶ ὁμοδούλους ἐμοί, ὡς δὴ παρ’ αὐτῶν εἴη τὰ εἰς ἐμὲ ξυντεθέντα, ὃν εὖ οἶδ’ ὅτι φιλοῦσιν ἐκεῖναι μᾶλλον ἢ τοὺς ἑαυτῶν υἱέας, οἳ τὰ μὲν τῶν θεῶν ἀνέστησαν αὐτίκα τεμένη, τοὺς τάφους δὲ τῶν ἀθέων ἀνέτρεψαν πάντας. ἀπὸ τοῦ συνθήματος, ὃ δὴ δέδοται παρ’ ἐμοῦ πρῴην, οὕτως ἐπαρθέντες τὸν νοῦν καὶ μετέωροι γενόμενοι τὴν διάνοιαν, ὡς καὶ πλέον ἐπεξελθεῖν τοῖς εἰς τοὺς θεοὺς πλημμελοῦσιν ἢ βουλομένῳ μοι ἦν.4 Τὰ δ’ ὑμέτερα· πολλοὶ μὲν ἐγειρομένους ἄρτι τοὺς βωμοὺς ἀνέτρεψαν, οὓς ἡ πρᾳότης ἡμῶν ἐδίδαξε μόλις ἡσυχάζειν. ἐπεὶ δὲ ἀπεπεμψάμεθα τὸν νεκρὸν τῆς Δάφνης, οἱ μὲν ἀφοσιούμενοι τὰ πρὸς τοὺς θεοὺς ἐξ ὑμῶν ἀντέδωκαν τοῖς ὑπὲρ τῶν λειψάνων ἠγανακτηκόσι τοῦ νεκροῦ τὸ τέμενος τοῦ Δαφναίου θεοῦ, οἱ δὲ εἴτε λαθόντες εἴτε μὴ τὸ πῦρ ἐνεῖσαν ἐκεῖνο, τοῖς μὲν ἐπιδημοῦσι τῶν ξένων φρικῶδες, ὑμῶν δὲ τῷ δήμῳ μὲν ἡδονὴν παρασχόν, ὑπὸ δὲ τῆς βουλῆς ἀμεληθὲν καὶ εἰσέτι ἀμελούμενον.

愿守护这座城邦的众神将这等回报加倍赐予你们!因为除此之外,你们竟还诬陷邻近那些神圣且与我同为神明之仆的城邦,硬说那些针对我而作的讽刺辞章出自他们之手——而我深知那些城邦爱我甚于爱自己的亲生子,他们旋即重修了众神的圣域,并彻底倾覆了无神论者们的全部墓穴。因着我近日发出的号令,他们的精神如此受到鼓舞,心意如此昂扬,以至于他们惩处那些亵渎神明之徒的严厉程度,甚至超越了我的本意。 至于你们的作为:许多人推倒了方才立起的祭坛,我们的宽厚好不容易才规劝他们归于平静。而当我们从达夫涅移走那具尸骸之后,你们当中那些徒具敬神之表的人,便将达夫涅之神的圣所让给了那些为死者遗骸愤愤不平之徒,另外一些人则无论匿迹抑或公开,放了那场大火——这火令寄居于此的外邦人惊骇万分,却给你们的民众带来了欢愉,受到议事会的漠视,且至今仍被漠然置之。

§34

ἐμοὶ μὲν οὖν ἐδόκει καὶ πρὸ τοῦ πυρὸς ἀπολελοιπέναι τὸν νεὼν ὁ θεός, ἐπεσήμηνε γὰρ εἰσελθόντι μοι πρῶτον τὸ ἄγαλμα, καὶ τούτου μάρτυρα καλῶ τὸν μέγαν Ἥλιον πρὸς τοὺς ἀπιστοῦντας, ὑμᾶς δὲ ὑπομνῆσαι βούλομαι καὶ ἄλλης ἀπεχθείας ἐμῆς, ἔπειτα, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς, ὀνειδίσαι ἐμαυτῷ καὶ ὑπὲρ ταύτης καὶ κατηγορῆσαι καὶ μέμψασθαι. Δεκάτῳ γάρ που μηνὶ τῷ παρ’ ὑμῖν ἀριθμουμένῳ· Λῶον οἶμαι τοῦτον ὑμεῖς προσαγορεύετε· τοῦ θεοῦ τούτου πάτριός ἐστιν ἑορτή, καὶ ἔδει σπουδῇ πρὸς τὴν Δάφνην ἀπαντᾶν. ἐγὼ μὲν οὖν ἀπὸ τοῦ Κασίου Διὸς ἐπὶ τοῦτο ἔδραμον, οἰόμενος ἐνταῦθα μάλιστα τοῦ πλούτου καὶ τῆς φιλοτιμίας ὑμῶν ἀπολαύσειν. εἶτα ἀνέπλαττον παρ’ ἐμαυτῷ πομπήν, ὥσπερ ὀνείρατα ὁρῶν, ἱερεῖα καὶ σπονδὰς καὶ χοροὺς τῷ θεῷ καὶ θυμιάματα καὶ τοὺς ἐφήβους ἐκεῖ περὶ τὸ τέμενος θεοπρεπέστατα μὲν τὰς ψυχὰς κατεσκευασμένους, λευκῇ δ’ ἐσθῆτι καὶ μεγαλοπρεπεῖ κεκοσμημένους. ὡς δὲ εἴσω παρῆλθον τοῦ τεμένους, οὔτε θυμιάματα κατέλαβον οὔτε πόπανον οὔτε ἱερεῖον. αὐτίκα μὲν οὖν ἐθαύμασα καὶ ᾤμην ἔξω τοῦ τεμένους εἶναι, περιμένειν δ’ ὑμᾶς, ἐμὲ δὴ τιμῶντας ὡς ἀρχιερέα, τὸ σύνθημα παρ’ ἐμοῦ. ἐπεὶ δὲ ἠρόμην, τί μέλλει θύειν ἡ πόλις ἐνιαύσιον ἑορτὴν ἄγουσα τῷ θεῷ, ὁ ἱερεὺς εἶπεν· ἐγὼ μὲν ἥκω φέρων οἴκοθεν τῷ θεῷ χῆνα ἱερεῖον, ἡ πόλις δὲ τὰ νῦν οὐδὲν ηὐτρέπισται. Ἐνταῦθα ὁ φιλαπεχθήμων ἐγὼ πρὸς τὴν βουλὴν ἀνεπιεικεῖς πάνυ διελέχθην λόγους, ὧν ἴσως οὐκ ἄτοπον καὶ νῦν μνημονεῦσαι.

而在我看来,甚至在起火之前,神明便已舍弃了神庙;因为当我初次踏入时,神像便向我显现了征兆,对那些不信之人,我召唤伟大的赫利俄斯为此作证。然而我还想唤起你们对我所招致的另一桩怨恨的记忆,随后,正如我素来性情温和时所做的那样,就此也对自己加以责备、控告并归咎于己。 因为大约在你们所计历法的第十个月——我想你们称之为罗奥斯月——有这位神明祖传的节日,理当前往达夫涅赶赴盛典。于是我从卡西奥斯山宙斯神庙奔赴此地,以为在这里最能领略你们的财富与慷慨好胜之风。随后我心中勾勒出一支游行队伍,仿佛眼见梦境一般:为神献上的牺牲、奠酒、歌舞、熏香,以及神域周围那些心灵得到极虔敬整饬、身着洁白华服的青年们。然而当我步入神域内部时,既未见到熏香,亦未见到麦糕,更无牺牲。当下我惊异不已,以为自己尚在神域之外,而你们尊奉我为大祭司,正等候着我发出号令。但当我询问城邦在为神举行年度庆典时打算献祭何物,祭司却说道:‘我本人从家中带来了一只鹅作为给神的牺牲,而城邦眼下却毫无准备。’ 于是,我这个招人怨恨之人便向议事会发表了一番极不宽容的言论,如今重提这些话,或许也并非不合时宜。

语法注4 条
  1. 360dπαρ’ ἐμὲ

    介词 παρά 接宾格,在此作表示原因或过错的习惯用法(“因我的缘故”、“咎在于我”)。后文紧接着以 οὔτε ἑκὼν οὔτε ἄκων 说明其是否有意为之,亦印证了此处的因果责任含义。

  2. 360dπολεμῶ τῷ Χῖ, πόθος δὲ ὑμᾶς εἴσεισι τοῦ Κάππα

    字母 Χ(希)与 Κ(卡帕)分别代指基督(Χριστός)与前任皇帝君士坦提乌斯(Κωνστάντιος)的首字母。此处引述的是安条克市民嘲弄尤利安复兴多神教、表达对基督教信仰及前朝怀念的讽刺言辞。

  3. 360dκαὶ ὑμῖν γε αὐτὸ οἱ πολιοῦχοι τῆσδε τῆς πόλεως θεοὶ διπλοῦν δοῖεν

    此处使用了表示祈愿的希求语气(δοῖεν)。中性代词 αὐτό 指代前文所述市民们的讥刺与诽谤,与作谓语性形容词的 διπλοῦν 结合,构成一种报应性诅咒:“愿神明将此恶行加倍报应在你们身上”。

  4. 361bἢ βουλομένῳ μοι ἦν

    人称代词与格(μοι)与现在分词与格(βουλομένῳ)配合未完成过去时系动词(ἦν),构成表示意愿的习惯与格句式(相当于拉丁语的 mihi volenti est),意为“超越了我所期望的程度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:32-34