- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:29-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安援引加图当年被安条克人误认为庞培释奴而迎奉的轶事,借此反讽道:比起加图更为粗粝、习惯于日耳曼与凯尔特质朴风尚的自己,在这个沉溺于奢靡与剧场的城邦中沦为笑柄自是理所当然。
Ἀλλ’ ὁ Ῥωμαῖος Κάτων, ὅπως μὲν ἔχων πώγωνος1 οὐκ οἶδα, παρ’ ὁντινοῦν δὲ τῶν ἐπὶ σωφροσύνῃ καὶ μεγαλοψυχίᾳ καὶ τὸ μέγιστον ἀνδρείᾳ μέγα φρονούντων ἄξιος ἐπαινεῖσθαι, προσιὼν τῇδε τῇ πολυανθρώπῳ καὶ τρυφερᾷ καὶ πλουσίᾳ πόλει τοὺς ἐφήβους ἰδὼν ἐν τῷ προαστείῳ μετὰ τῶν ἀρχόντων ἐσταλμένους ὡς ἐπί τινα δορυφορίαν ἐνόμισεν αὑτοῦ χάριν ὑμῶν τοὺς προγόνους τὴν παρασκευὴν πᾶσαν πεποιῆσθαι· καὶ θᾶσσον ἀποβὰς τοῦ ἵππου προῆγεν ἅμα καὶ πρὸς τοὺς προλαβόντας τῶν φίλων δυσχεραίνων ὡς μηνυτὰς γενομένους αὐτοῖς, ὅτι Κάτων προσάγει, καὶ ἀναπείσαντας ἐκδραμεῖν. ὄντος δ’ ἐν τοιούτοις αὐτοῦ καὶ διαποροῦντος ἠρέμα καὶ ἐρυθριῶντος, ὁ γυμνασίαρχος προσδραμών, Ὦ ξένε, ἔφη, ποῦ Δημήτριος; ἦν δ’ οὗτος ἀπελεύθερος Πομπηίου, κεκτημένος οὐσίαν πολλὴν πάνυ· μέτρον δ’ αὐτῆς εἰ ποθεῖτε μαθεῖν· οἶμαι γὰρ ὑμᾶς ἐκ πάντων τῶν λεγομένων πρὸς ταύτην μάλιστα ὡρμῆσθαι τὴν ἀκοήν· ἐγὼ τὸν εἰπόντα φράσω. Δαμοφίλῳ τῷ Βιθυνῷ πεποίηται συγγράμματα τοιαῦτα, ἐν οἷς δρεπόμενος ἐκ βίβλων πολλῶν εἰργάσατο λόγους ἡδίστους νέῳ φιληκόῳ καὶ πρεσβυτέρῳ· φιλεῖ γὰρ τὸ γῆρας ἐπανάγειν αὖθις εἰς τὴν τῶν νέων φιληκοΐαν τοὺς ἀφηλικεστέρους· ὅθεν οἶμαι συμβαίνει νέους καὶ πρεσβύτας ἐξ ἴσης εἶναι φιλομύθους· εἶεν. ὁ δὲ δὴ Κάτων ὅπως ἀπήντησε τῷ γυμνασιάρχῳ βούλεσθε φράσω; μή με λοιδορεῖν ὑπολάβητε τὴν πόλιν· οὐκ ἔστιν ὁ λόγος ἐμός. εἴ τις ἀφῖκται περιφερομένη καὶ εἰς ὑμᾶς ἀκοὴ Χαιρωνέως ἀνδρὸς ἐκ τοῦ φαύλου γένους, ὃ δὴ λέγεται παρὰ τῶν ἀλαζόνων φιλόσοφον·2 οὗ δὴ καὶ αὐτὸς οὐκ ἐφικόμην μέν, ηὐξάμην δὲ ὑπὸ ἀμαθίας κοινωνῆσαι καὶ μετασχεῖν. ταῦτα οὖν ἐκεῖνος ἔφρασεν, ὡς ὁ Κάτων ἀπεκρίνατο μὲν οὐδέν, βοήσας δὲ μόνον οἷά τις ἔμπληκτος καὶ ἀνόητος ἄνθρωπος, Ὢ τῆς κακοδαίμονος πόλεως, ἀπιὼν ᾤχετο.
然而罗马人加图——我不知他蓄着怎样的胡须,但在那些以审慎、宽宏尤其是以勇气自诩的人当中,他理应受到高于任何人的称赞——当走近这座人口稠密、奢靡富庶的城邦,看到郊外的青年与官长们整饬仪容,如同某种卫队一般,便以为是你们的祖先为了尊奉他而做出了这一切准备。他匆忙下马向前走去,同时对先行一步的朋友们大为恼火,以为他们向众人通风报信,称加图正在前来,并说动众人出城奔迎。正当他处于这般境况,略感困惑且面泛微红之时,体育馆长跑上前来问道:‘外乡人,德米特里乌斯在何处?’此人原是庞培的一名释奴,拥有极丰厚的资财。倘若你们渴望了解其资财的数额——因为我猜想在所有言谈中,你们最热衷倾听的莫过于此——我便将记载此事的人告诉你们。比提尼亚人达莫菲洛斯曾撰写此类著作,在其中他采撷群书,编织出对于嗜好听闻故事的青年与老者而言皆极甘美的叙述;因为老年往往使上了年纪的人重回青年时期嗜听故事的趣味,由此我想,青年与老者便同样成了喜好传说之人。好吧,且不论此。加图究竟如何回应了那位体育馆长,你们想要我讲一讲吗?可千万别以为我是在侮辱这座城邦;这话可不是我说的。不知是否曾有一则关于喀罗尼亚人的传闻辗转传入你们的耳中,那人出自被夸夸其谈者称作哲学家的那卑微族类——我自己虽未达到那般境界,却曾因愚钝而祈愿去分享并参与其中。正是那个人记述道,加图当时一语不发,仅仅像个癫狂且愚钝之人一样高呼道:‘啊,多么不幸的城邦!’便转身扬长而去。
Μὴ δὴ θαυμάσητε, τοῦτο εἰ καὶ ἐγὼ νυνὶ πάσχω πρὸς ὑμᾶς, ἀνὴρ ἀγριώτερος ἐκείνου καὶ θρασύτερος τοσούτῳ καὶ αὐθαδέστερος, ὅσον οἱ Κελτοὶ Ῥωμαίων. ὁ μὲν γὰρ ἐκεῖσε τεχθεὶς ἐγγὺς ἦλθε γήρως ἅμα τοῖς πολίταις τρεφόμενος· ἐμοὶ δὲ Κελτοὶ καὶ Γερμανοὶ καὶ δρυμὸς Ἑρκύνιος ἔμελεν ἄρτι πρῶτον εἰς ἄνδρας τελοῦντι,3 καὶ διέτριψα πολὺν ἤδη χρόνον, ὥσπερ τις κυνηγέτης ἀγρίοις ὁμιλῶν καὶ συμπλεκόμενος θηρίοις, ἤθεσιν ἐντυγχάνων οὔτε θωπεύειν οὔτε κολακεύειν εἰδόσιν, ἁπλῶς δὲ καὶ ἐλευθέρως ἐκ τοῦ ἴσου πᾶσι προσφέρεσθαι. γέγονεν οὖν μοι μετὰ τὴν ἐκ παίδων τροφὴν ἥ τε ἐν μειρακίοις ὁδὸς διὰ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λόγων οὐδαμῶς ἐπιτηδείων δήμοις ἐντυγχάνειν οἰομένοις ὑπὸ τρυφῆς εὐδαιμονεστάτοις εἶναι, ἥ τε ἐν ἀνδράσιν αὐτουργία παρὰ τοῖς μαχιμωτάτοις καὶ θυμικωτάτοις τῶν ἐθνῶν, ὅπου τὴν γαμηλίαν Ἀφροδίτην καὶ τὸν μεθυδότην Διόνυσον γάμου τε ἕνεκα καὶ παιδοποιίας οἴνου τε ὁπόσης ἑκάστῳ δυνατὸν πόσεως ἴσασι μόνον. ἀσέλγεια δ’ οὐκ ἔστιν ἐν τοῖς θεάτροις οὐδὲ ὕβρις, οὐδὲ ἕλκει τις εἴσω τῆς σκηνῆς τὸν κόρδακα.
因此,倘若如今我对你们亦怀有同样的心绪,你们切莫感到惊异;我比他更为粗粝,而且更为鲁莽与顽梗,其程度恰如凯尔特人之于罗马人。加图生于彼处,与同胞公民共同成长直至垂暮之年;而我则在方步入成年之际,所关涉的尽是凯尔特人、日耳曼人与赫耳库尼亚森林。我已度过了很长一段岁月,宛若猎人与凶残的野兽交接搏斗,接触着那些既不懂逢迎谄媚,唯知以简朴、自由和平等之礼待人的风尚。因此,在我经历童年抚育之后,既有青年时代研读柏拉图与亚里士多德著作的历程——这些学说绝不适宜去面对自以为凭奢华而最为幸福的民众——又有成年时期在那最为骁勇善战、血气方刚的部族中躬行实践的经历。在他们那里,人们认识掌管婚事的阿佛洛狄忒和赐酒的狄奥尼索斯,仅是为了成婚与繁衍后代,以及饮用各人所能量力的酒水。他们的剧场里毫无放肆,亦无侮慢,更无人将科尔达克斯舞蹈拽入舞台内部。
Λέγεταί τοι μικρῷ πρόσθεν ὡς ἐνθένδε ἐκεῖσέ τις Καππαδόκης φυγάς, ἐν τῇ παρ’ ὑμῖν τραφεὶς πόλει παρὰ τῷ χρυσοχόῳ· γνωρίζετε δήπουθεν ὃν λέγω· μαθὼν ὅπου καὶ ἔμαθεν, ὡς οὐ δέον ὁμιλεῖν γυναιξί, μειρακίοις δ’ ἐπιχειρεῖν, οὐκ οἶδα ὁπόσα ἐνθάδε δράσας καὶ παθών, ἐπειδὴ παρὰ τὸν ἐκεῖσε βασιλέα πρῴην ἀφίκετο, μνήμῃ τῶν τῇδε πολλοὺς μὲν ὀρχηστὰς αὐτοῖς ἐπαγαγεῖν, ἄλλα δὲ τὰ ἐντεῦθεν ἀγαθὰ τοιαῦτα, καὶ δὴ καὶ τέλος ὡς ἐνεδέησεν ἔτι κοτυλιστοῦ· τοῦτο δ’ ὑμεῖς ἴστε πρὸς τῷ ἔργῳ τὸ ὄνομα· καὶ τοῦτον ἐνθένδε ἐκάλει πόθῳ καὶ ἔρωτι τῆς σεμνῆς παρ’ ὑμῖν διαίτης. οἱ Κελτοὶ δὲ τὸν μὲν κοτυλιστὴν ἠγνόησαν, ἐδέξατο γὰρ αὐτὸν αὐτίκα τὰ βασίλεια, τοὺς ὀρχηστὰς δὲ ἐπιτραπέντας ἐπιδείκνυσθαι ἐν τῷ θεάτρῳ τὴν τέχνην εἴασαν4 οἰόμενοι τοῖς νυμφολήπτοις αὐτοὺς ἐοικέναι. καὶ ἦν αὐτοῖς ἐκεῖ παραπλησίως ἐμοὶ καταγελαστότατον τὸ θέατρον· ἀλλ’ οἱ μὲν ὀλίγοι πολλῶν κατεγέλων, ἐγὼ δὲ ξὺν ὀλίγοις ἐνθάδε γελοῖος ὑμῖν ἅπασι τὰ πάντα φαίνομαι.
据说不久前有一位从本地逃往那方的卡帕多西亚流亡者——此人是在你们城中的金匠门下抚养长大的,你们想必知道我指的是谁——不知在何处习得不当与妇人交往、反当向少年下手的恶习,在此地历尽诸般行径与遭遇后,近日抵达彼处国王的御前。因对这里的风物念念不忘,他带给他们许多舞者以及来自此地的诸如此类的‘美事’;到最后,仿佛还缺少一位弄杯艺人——你们对这桩把戏和这一名称自是知晓——出于对你们这里‘庄严’生活方式的渴望与迷恋,他甚至将此人也从这里召了过去。然而凯尔特人对弄杯艺人一无所知,因为王宫随即接纳了他;至于获准在剧场中展示技艺的舞者,凯尔特人则听任其自便,以为他们如同被林仙摄魂的癫狂之徒。在彼处,剧场对他们而言犹如对我一样,是彻底荒唐可笑的;然而彼处是少数人嘲笑多数人,我与少数人在此地,却成了在一切事上任凭你们所有人嘲弄的笑柄。
- 29ὅπως μὲν ἔχων πώγωνος
此为 ἔχω 与表方式的间接疑问词 ὅπως 及表属性、状态的属格 πώγωνος 连用的惯用句式,意为“至于蓄着何等胡须”。此处带有反讽意味,呼应上文安条克人对皇帝本人胡须的嘲弄。
- 359aεἴ τις ἀφῖκται περιφερομένη καὶ εἰς ὑμᾶς ἀκοὴ Χαιρωνέως ἀνδρὸς ἐκ τοῦ φαύλου γένους, ὃ δὴ λέγεται παρὰ τῶν ἀλαζόνων φιλόσοφον
破格句(anacoluthon):以 εἴ τις 引导的条件或间接探问从句起始,其后插入了关系从句及作者自嘲性质的插入语,主句动词并未如期出现,而是由后文的 ταῦτα οὖν ἐκεῖνος ἔφρασεν 重新承接。“喀罗尼亚人”指普鲁塔克,作者在此以自嘲的方式假借对哲学家的贬抑。
- 359bἐμοὶ δὲ Κελτοὶ καὶ Γερμανοὶ καὶ δρυμὸς Ἑρκύνιος ἔμελεν ἄρτι πρῶτον εἰς ἄνδρας τελοῦντι
动词 μέλει(未完成过去时 ἔμελεν)与表人的与格 ἐμοί(修饰它的分词 τελοῦντι 与之一致)连用,搭配复合主格主语。尽管主语包含并列的复数名词,动词仍保持单数形式,此为品达句式(schema Pindaricum)或受最近的单数名词 δρυμός 吸引所致。
- 360bτοὺς ὀρχηστὰς δὲ ἐπιτραπέντας ἐπιδείκνυσθαι ἐν τῷ θεάτρῳ τὴν τέχνην εἴασαν
被动态分词 ἐπιτραπέντας 支配不定式 ἐπιδείκνυσθαι,意为“获准展示技艺(的舞者们)”。主动词 εἴασαν(ἐάω 的不定过去时)意为“听凭他们自便”或“置之不理”,与前一分句的 ἠγνόησαν(“一无所知”)构成 μὲν ... δέ 对照,凸显出凯尔特人对安条克式浮华享乐的冷漠态度。
