← 朱利安

厌胡者

§27-28

安提阿人的放纵与对统治者的嘲弄

尤利安极尽讽刺地批判了安提阿人甚至敢于侮辱统治者与诸神的极度放纵及败坏教养,并针对市民用来贬抑他而抬高基督与君士坦提乌斯的谜语进行了反讽性的驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

Ἔδωκάν ποτε τῶν τοιούτων σκωμμάτων Ῥωμαίοις Ταραντῖνοι δίκας, ὅτι μεθύοντες ἐν τοῖς Διονυσίοις ὕβρισαν αὐτῶν τὴν πρεσβείαν. ὑμεῖς δέ ἐστε τῶν Ταραντίνων τὰ πάντα εὐδαιμονέστεροι, ἀντὶ μὲν ὀλίγων ἡμερῶν ὅλον εὐπαθοῦντες ἐνιαυτόν, ἀντὶ δὲ τῶν ξένων πρέσβεων εἰς αὐτοὺς ἐξυβρίζοντες τοὺς ἄρχοντας καὶ τούτων εἰς τὰς ἐπὶ τοῦ γενείου τρίχας καὶ τὰ ἐν τοῖς νομίσμασι χαράγματα. εὖ γε, ὦ πολῖται σώφρονες, οἵ τε παίζοντες τὰ τοιαῦτα καὶ οἱ τῶν παιζόντων ἀποδεχόμενοι καὶ ἀπολαύοντες. δῆλον γάρ, ὅτι τοῖς μὲν ἡδονὴν παρέχει τὸ λέγειν, τοὺς δὲ τὸ ἀκροᾶσθαι τῶν τοιούτων σκωμμάτων εὐφραίνει. ταύτης ὑμῖν ἐγὼ τῆς ὁμονοίας συνήδομαι, καὶ εὖ γε ποιεῖτε μία δὴ πόλις ὄντες τὰ τοιαῦτα, ὡς ἐκεῖνό γε οὐδαμοῦ σπουδαῖον οὐδὲ ζηλωτὸν εἴργειν καὶ κολάζειν τῶν νέων τὸ ἀκόλαστον. παραιρεῖσθαι γάρ ἐστι καὶ ἀποθραύειν τῆς ἐλευθερίας τὸ κεφάλαιον, εἴ τις ἀφέλοιτο τοῦ λέγειν καὶ πράττειν ὅ,τι βούλονται τοὺς ἀνθρώπους. ὀρθῶς οὖν ὑμεῖς τοῦτο εἰδότες, ὅτι δεῖ τὰ πάντα ἐλευθέρους εἶναι, πρῶτον ἐπετρέψατε ταῖς γυναιξὶν ἄρχειν αὑτῶν, ἵνα ὑμῖν ὦσι λίαν ἐλεύθεραι καὶ ἀκόλαστοι, εἶτα ἐκείναις ξυνεχωρήσατε ἀνάγειν τὰ παιδία, μή ποτε ὑμῖν ἀρχῆς πειρώμενα τραχυτέρας ἔπειτα ἀποφανθῇ δοῦλα, καὶ γενόμενα μειράκια πρῶτον αἰδεῖσθαι διδαχθῇ τοὺς πρεσβυτέρους, ὑπὸ δὲ τῆς οὕτω κακῆς συνηθείας εὐλαβέστερα γένηται πρὸς τοὺς ἄρχοντας, καὶ τέλος οὐκ εἰς ἄνδρας, ἀλλ’ εἰς ἀνδράποδα τελέσαντες καὶ γενόμενοι σώφρονες καὶ ἐπιεικεῖς καὶ κόσμιοι λάθωσι διαφθαρέντες1 παντάπασι. τί οὖν αἱ γυναῖκες; ἐπὶ τὰ σφέτερα σεβάσματα ἄγουσιν αὐτὰ δι’ ἡδονῆς, ὃ δὴ μακαριώτατον εἶναι φαίνεται καὶ πολυτίμητον οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ θηρίοις. ἔνθεν οἶμαι συμβαίνει μάλα ὑμῖν εὐδαίμοσιν εἶναι πᾶσαν ἀρνουμένοις δουλείαν, ἀπὸ τῆς εἰς τοὺς θεοὺς ἀρξαμένοις πρῶτον, εἶτα τοὺς νόμους καὶ τρίτον τοὺς νομοφύλακας ἡμᾶς. ἄτοποί τε ἂν εἴημεν ἡμεῖς, εἰ τῶν θεῶν περιορώντων οὕτως ἐλευθέραν τὴν πόλιν καὶ οὐκ ἐπεξιόντων ἀγανακτοίημεν καὶ χαλεπαίνοιμεν. εὖ γὰρ ἴστε ὅτι ταύτης ἡμῖν ἐκοινώνησαν οἱ θεοὶ τῆς ἀτιμίας παρὰ τῇ πόλει.

昔日塔兰托人曾因这般的嘲弄向罗马人抵偿罪责,因为他们在酒神节上酩酊大醉,侮辱了罗马使团。然而你们在各方面都远比塔兰托人更为幸福:你们并非只放纵享乐数日,而是整整一年都在欢饮;你们侮辱的并非外国使节,而是统治者自身,乃至涉及他们下巴上的胡须与钱币上的印纹。干得好啊,有节制的公民们,无论是那些开此类玩笑的人,还是赞许并享受玩笑者之举的人!因为显而易见,言说给前者带来快感,而倾听此类嘲弄则令后者心生欢愉。我为你们这种同心协力而感到高兴,你们作为一整座城邦如此行事实在是妙极了,因为去约束和惩戒年轻人的放肆,无论如何都是既不严肃也不值得羡慕的。倘若有人剥夺了人们随心所欲言谈举止的权利,那简直就是剥夺并截断了自由的根本。 因此,你们正确地认识到凡事皆当自由,便首先准许女人们自主掌权,好让她们对你们而言极尽自由与放纵;随后你们又听任她们抚养孩子,以免孩子们在你们手中遭受更严苛的管治,日后竟显出奴性来,或者长成少年后首先被教导敬重长者,因这等恶习而对官长格外驯顺,最终未长成堂堂男子,反而落为奴颜婢膝之徒,因变得审慎、温和且守序而不知不觉彻底败坏。那么女人们做了什么呢?她们通过享乐,将孩子们引向她们自己的崇拜对象——而享乐不仅在人类看来,即便在禽兽看来似乎也是最为幸福和受人推崇的。我想,正是由此,你们才得以极其幸福地拒绝一切奴役:首先始于对诸神的奴役,其次是对法律,第三则是对我们这些守法之人。倘若诸神对如此自由的城邦尚且不予过问亦不追究,我们若是愤愤不平、大发雷霆,那才真是不可理喻。因为你们当深知,在城邦面前,诸神与我们共同分担了这份耻辱。

§28

Τὸ Χῖ, φασίν, οὐδὲν ἠδίκησε τὴν πόλιν οὐδὲ τὸ Κάππα. τί μέν ἐστι τοῦτο τῆς ὑμετέρας σοφίας τὸ αἴνιγμα ξυνεῖναι χαλεπόν, τυχόντες δ’ ἡμεῖς ἐξηγητῶν ἀπὸ τῆς ὑμετέρας πόλεως ἐδιδάχθημεν ἀρχὰς ὀνομάτων εἶναι τὰ γράμματα, δηλοῦν δ’ ἐθέλειν τὸ μὲν Χριστόν, τὸ δὲ Κωνστάντιον. ἀνέχεσθε οὖν μου λέγοντος μετὰ παρρησίας. ἓν μόνον ὑμᾶς ὁ Κωνστάντιος ἠδίκησεν, ὅτι με καίσαρα ποιήσας οὐκ ἀπέκτεινεν· ὡς τά γε ἄλλα ὑμῖν μόνοις ἐκ πάντων Ῥωμαίων πολλῶν δοῖεν οἱ θεοὶ Κωνσταντίων πειραθῆναι,2 μᾶλλον δὲ τῶν ἐκείνου φίλων τῆς πλεονεξίας. ἐμοὶ γὰρ ὁ ἀνὴρ καὶ ἀνεψιὸς ἐγένετο καὶ φίλος. ἐπεὶ δὲ πρὸ τῆς φιλίας εἵλετο τὴν ἔχθραν, εἶτα ἡμῖν οἱ θεοὶ τὸν πρὸς ἀλλήλους ἀγῶνα λίαν ἐβράβευσαν φιλανθρώπως, ἐγενόμην αὐτῷ πιστότερος φίλος ἢ προσεδόκησεν ἕξειν με πρὶν ἐχθρὸν γενέσθαι. τί οὖν οἴεσθέ με τοῖς ἐκείνου λυπεῖν ἐγκωμίοις, ὃς ἄχθομαι τοῖς λοιδορουμένοις αὐτῷ; Χριστὸν δὲ ἀγαπῶντες ἔχετε πολιοῦχον ἀντὶ τοῦ Διὸς καὶ τοῦ Δαφναίου καὶ τῆς Καλλιόπης, ἣ τὸ σόφισμα ὑμῶν ἀπεγύμνωσεν. Ἐμισηνοὶ Χριστὸν ἐπόθουν οἱ πῦρ ἐμβαλόντες τοῖς τάφοις τῶν Γαλιλαίων; ἐλύπησα δ’ ἐγὼ τίνας Ἐμισηνῶν πώποτε; ὑμῶν μέντοι πολλοὺς καὶ ὀλίγου δέω φάναι πάντας, τὴν βουλήν, τοὺς εὐπόρους, τὸν δῆμον. ὁ μὲν γὰρ δῆμος ἄχθεταί μοι τῷ πλείστῳ μέρει, μᾶλλον δ’ ἅπας ἀθεότητα προελόμενος, ὅτι τοῖς πατρίοις ὁρᾷ τῆς ἁγιστείας θεσμοῖς προσκείμενον, οἱ δὲ δυνατοὶ κωλυόμενοι πολλοῦ πάντα πωλεῖν ἀργυρίου, πάντες δὲ ὑπὲρ τῶν ὀρχηστῶν καὶ τῶν θεάτρων,3 οὐχ ὅτι τοὺς ἄλλους ἀποστερῶ τούτων, ἀλλ’ ὅτι μέλει μοι τῶν τοιούτων ἧττον ἢ τῶν ἐν τοῖς τέλμασι βατράχων. εἶτα οὐκ εἰκότως ἐμαυτοῦ κατηγορῶ τοσαύτας ἀπεχθείας λαβὰς παρασχόντος;

人们说:‘开与卡皆未加害城邦。’要参透你们这等智慧构成的谜语本是困难的,但我们从你们城中找到了解谜之人,得知这些字母是名字的首字,分别意指基督与君士坦提乌斯。因此,请容我直言不讳。君士坦提乌斯仅在一件事上亏负了你们:那便是在封我为恺撒之后没有将我处死。至于其他方面,但愿诸神在所有罗马人中唯独赐予你们去经历许多个君士坦提乌斯,或者说去品尝他党羽的贪婪!因为那个人对我而言既是堂兄又是密友。然而,当他弃绝友谊而选择敌意之后,诸神又以极其仁慈的方式裁决了我们之间的争斗,我对他的忠诚胜过了他在反目成仇之前所指望得到的友谊。既然我对辱骂他的人深恶痛绝,你们又怎会以为是在用对他的赞颂使我苦恼呢?你们爱慕基督,便拥戴他为城邦守护神,以替代宙斯、达芙妮之神,以及揭露你们这套诡辩的卡利俄佩。 那些放火焚烧加利利人墓穴的埃梅萨人,难道是渴慕基督吗?我又何曾使埃梅萨人中的哪一个受过苦楚?然而我却得罪了你们当中的许多人,我几乎可以说是全部人——议事会、富豪们以及民众。因为民众的大多数,或者说选择了不敬神的全体民众,因见我恪守祖传的敬神典章而怨恨于我;权贵们因被禁止以重金居奇售物而心生怨怼;全城之人则为了舞者与剧场而忿忿不平——这并非因为我剥夺了其他人享用这些的权利,而是因为我对这些事情的关切,还不如对沼泽里的青蛙来得多。既然如此,我提供了如此多的仇恨把柄,难道不应当归咎于我自己吗?

语法注3 条
  1. 356bκαὶ τέλος οὐκ εἰς ἄνδρας, ἀλλ’ εἰς ἀνδράποδα τελέσαντες ... λάθωσι διαφθαρέντες

    阳性复数主格分词 τελέσαντες 与 γενόμενοι 依从文意(依意一致,constructio ad sensum)照应前文的中性复数主语 τὰ παιδία / μειράκια。接续法动词 λάθωσι 由否定连接词 μή 引导(表防备/负面目的从句),与分词 διαφθαρέντες 构成 λανθάνω 搭配,表示“在不知不觉中彻底败坏”。

  2. 357bὡς τά γε ἄλλα ὑμῖν μόνοις ἐκ πάντων Ῥωμαίων πολλῶν δοῖεν οἱ θεοὶ Κωνσταντίων πειραθῆναι

    连词 ὡς 引导表愿望的希求法动词 δοῖεν(δίδωμι 的主动不定过去时第三人称复数),构成表示愿望的句式(“至于其余之事,愿诸神恩赐……”)。τά γε ἄλλα 为关系宾格/限定宾格(“至于其他方面”)。πειραθῆναι 是依附于 δοῖεν 的不定词,后接属格补足语 πολλῶν Κωνσταντίων,意为“经历许多个君士坦提乌斯”。

  3. 357dπάντες δὲ ὑπὲρ τῶν ὀρχηστῶν καὶ τῶν θεάτρων

    承接前文句式(ὁ μὲν γὰρ δῆμος ἄχθεταί μοι... οἱ δὲ δυνατοὶ [ἄχθονται]...),此处省略了主要谓语动词 ἄχθονταί μοι(“对我心生怨怼”)。介词短语 ὑπὲρ τῶν ὀρχηστῶν 则表示怨恨的缘由或焦点(“为了舞者与剧场的事情”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:27-28