- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安引用柏拉图《法律篇》论述惩治不法与统治者当持守的节制之德,解释正是这一原则使他与极少数随行者沦为安提阿人憎恶的对象。随后他以安提阿连驴子都可以大摇大摆穿行柱廊以及年轻人纵情狂欢为例,讽刺该城邦过度的“自由”,自嘲其强求秩序与公义之举在此格格不入。
Τίμιος μὲν δὴ καὶ ὁ μηδὲν ἀδικῶν, ὁ δὲ μηδ’ ἐπιτρέπων τοῖς ἀδικοῦσιν ἀδικεῖν πλέον ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου· ὁ μὲν γὰρ ἑνός, ὁ δὲ πολλῶν ἀντάξιος ἑτέρων, μηνύων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν. ὁ δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῆς. τὸν αὐτὸν δὴ τοῦτον ἔπαινον καὶ περὶ σωφροσύνης χρὴ λέγειν καὶ περὶ φρονήσεως καὶ ὅσα ἄλλα ἀγαθά τις κέκτηται, δυνατὰ μὴ μόνον αὐτὸν ἔχειν, ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι. Ταῦτα ἐδίδασκέ με νομίζων ἰδιώτην ἔσεσθαι· καὶ γὰρ οὐδὲ προύγνω ταύτην ἐκ Διός μοι τὴν τύχην ἐσομένην, εἰς ἣν νῦν ὁ θεὸς φέρων κατέστησεν. ἐγὼ δὲ αἰσχυνόμενος ἄρχων ἰδιώτου φαυλότερος εἶναι λέληθα ἐμαυτόν,1 οὐδὲν δέον,2 ὑμῖν τῆς ἀγροικίας μεταδιδοὺς τῆς ἐμαυτοῦ. καί με ἕτερος τῶν Πλάτωνος νόμων ὑπομνησθέντα ἐμαυτοῦ πεποίηκεν ἀπεχθάνεσθαι πρὸς ὑμᾶς, ὅς φησι δεῖν αἰδῶ καὶ σωφροσύνην ἀσκεῖν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους, ἵνα τὰ πλήθη πρὸς αὐτοὺς ἀποβλέποντα κοσμῆται. μόνῳ οὖν μοι, μᾶλλον δὲ ξὺν ὀλίγοις ἐπιτηδεύοντι νῦν τοῦτο πρὸς θάτερα περιέστη καὶ γέγονεν οὐκ ἀπεικότως ἐν ὀνείδει. ἑπτὰ γάρ ἐσμεν οἵδε παρ’ ὑμῖν ξένοι νεήλυδες, εἷς δὲ καὶ πολίτης ὑμέτερος, Ἑρμῇ φίλος καὶ ἐμοί, λόγων ἀγαθὸς δημιουργός, οἷς οὐδέν ἐστι πρός τινα συμβόλαιον, οὐδ’ ἄλλην ὁδὸν βαδίζομεν ἢ πρὸς τὰ τῶν θεῶν ἱερά, καὶ ὀλιγάκις, οὐ πάντες, εἰς τὰ θέατρα, πεποιημένοι τὸ δυσκλεέστατον τῶν ἔργων καὶ ἐπονειδιστότατον τοῦ βίου τέλος· ἐπιτρέψουσί μοι πάντως οἱ τῶν Ἑλλήνων σοφοὶ φάναι τι τῶν παρ’ ὑμῖν ἐπιπολαζόντων· οὐ γὰρ ἔχω πῶς ἂν αὐτὸ μᾶλλον ἐνδειξαίμην· ἐπὶ τῆς μεσιτείας αὑτοὺς ἐτάξαμεν,3 οὕτω περὶ πολλοῦ ποιούμεθα τὸ προσκρούειν ὑμῖν καὶ ἀπεχθάνεσθαι, δέον ἀρέσκειν καὶ θωπεύειν.
‘不作恶之人固然值得尊敬,但那连作恶者行恶也不予以容许之人,则配享超过前者双倍的荣誉;因为前者只抵得上一人,而后者向官长揭发他人的不法之举,因而抵得上许多人。至于那位还能尽己所能协助官长一同惩办不法之人,乃是城邦中伟大而完美的人物,当被宣告为美德的得胜者。这完全相同的赞辞,也当用来称道节制与明智,以及凡人所拥有的其他一切善德——这些善德不仅自身能够享有,亦能与他人分享。’ 他教导我这些,是以为我将作一个平民;因为他未曾预见从宙斯那里降下的这番命运会属于我,即如今神明引领并将我确立于其中的地位。然而我作为统治者,羞于比平民更为逊色,却在毫无必要的情形下,不知不觉将我自身的粗鄙习气施加给了你们。柏拉图的另一条法令——即声称官长与长者当修习谦逊与节制,以便民众仰望他们时能整饬自身的法令——因使我想起了自身的职分,反倒使我招致了你们的怨恨。因此,对于如今单单由我一人、或者说与少数几人一同奉行此道的我们而言,事态走向了反面,并且合乎情理地沦为了受人指摘的由头。因为我们这几个人,乃是初来你们这里的七位外邦异乡人,以及一位你们自己的同胞——他是赫尔墨斯与我的挚友,一位优秀的辞章匠人;我们与任何人皆无契约交涉,除了通往诸神圣所的道路外绝不涉足他途,极少涉足剧场且并非全员前往,竟把这最不光彩的事业和一生中最可鄙的目标立为己任。——希腊的智者们无论如何都会准许我说出一句在你们之间广为流传的俗语;因为我不知如何能更贴切地表达此意:我们把自己摆在了‘居间调停之席’上,以至于在应当讨好与奉承你们之时,竟如此看重激怒你们与招致嫌恶。
ὁ δεῖνα ἐβιάσατο τὸν δεῖνα. Τί τοῦτο, ὦ μῶρε, πρὸς σέ; κοινωνεῖν ἐξὸν μετ’ εὐνοίας τῶν ἀδικημάτων, ἀφεὶς τὸ κέρδος ἔχθραν ἐπαναιρῇ, καὶ τοῦτο ποιῶν ὀρθῶς οἴει ποιεῖν καὶ φρονεῖν ὑπὲρ τῶν σεαυτοῦ. λογίσασθαι ἐχρῆν, ὅτι τῶν μὲν ἀδικουμένων οὐδεὶς αἰτιᾶται τοὺς ἄρχοντας, ἀλλὰ τὸν ἀδικήσαντα, ὁ δ’ ἀδικῶν εἶτα εἰργόμενος, ἀφεὶς μέμφεσθαι τὸν ἀδικούμενον, εἰς τοὺς ἄρχοντας τρέπει τὸ ἄχθος. Ἐξὸν οὖν ὑπὸ τῆς εὐλογιστίας ταύτης4 ἀπέχεσθαι μὲν τοῦ τὰ δίκαια ποιεῖν ἀναγκάζειν, ἐπιτρέψαι δ’ ἑκάστῳ πράττειν ὅ, τι ἂν ἐθέλῃ καὶ δυνατὸς ᾖ· τὸ γὰρ τῆς πόλεως ἦθος οἶμαι τοιοῦτόν ἐστιν, ἐλεύθερον λίαν· σὺ δὲ οὐ ξυνεὶς ἄρχεσθαι αὐτοὺς μετὰ φρονήσεως ἀξιοῖς; οὐδ’ ἀπέβλεψας ὅση καὶ μέχρι τῶν ὄνων ἐστὶν ἐλευθερία παρ’ αὐτοῖς καὶ τῶν καμήλων; ἄγουσί τοι καὶ ταύτας οἱ μισθωτοὶ διὰ τῶν στοῶν ὥσπερ τὰς νύμφας· οἱ γὰρ ὑπαίθριοι στενωποὶ καὶ αἱ πλατεῖαι τῶν ὁδῶν οὐκ ἐπὶ τούτῳ δήπου πεποίηνται, τῷ χρῆσθαι αὐταῖς τοὺς κανθηλίους, ἀλλ’ ἐκεῖναι μὲν αὐτὸ δὴ τοῦτο κόσμου τινὸς ἕνεκα πρόκεινται καὶ πολυτελείας, χρῆσθαι δὲ ὑπ’ ἐλευθερίας οἱ ὄνοι βούλονται ταῖς στοαῖς, εἴργει δ’ αὐτοὺς οὐδεὶς οὐδενός, ἵνα μὴ τὴν ἐλευθερίαν ἀφέληται· οὕτως ἡ πόλις ἐστὶν ἐλευθέρα. σὺ δὲ ἀξιοῖς τοὺς ἐν αὐτῇ νεανίσκους ἄγειν ἡσυχίαν καὶ μάλιστα μὲν φρονεῖν ὅ, τι σοι φίλον, εἰ δὲ μή, φθέγγεσθαι ὅσων ἂν ἡδέως ἀκούσῃς. οἱ δὲ ὑπ’ ἐλευθερίας εἰώθασι κωμάζειν, ἀεὶ μὲν ἐπιεικῶς αὐτὸ ποιοῦντες, ἐν δὲ ταῖς ἑορταῖς πλέον.
‘某人对某人施暴了。’蠢材,这与你何干?你本可怀着善意分享不法的利益,却舍弃了进益而招惹来仇恨,做出这等事来,难道还自以为做得正当,并为自己作了明智的打算吗?你本该思量:受害者绝不会怪罪官长,而只会怪罪行恶之人;然而行恶之人一旦受到弹压,便不再怨怪受害者,反将怨气全撒在官长身上。 因此,本可凭着这种明智的权衡,不去强迫人行公义之事,而是听凭每个人去做他所意愿且有能力做的事——因为我想,这座城邦的习性本是如此,极度崇尚自由;而你未能参透这一点,难道竟妄图让他们受到审慎理智的管辖吗?你难道没有看到,在他们当中,连驴子和骆驼享有的自由达到了何等境地?雇工们竟然牵着它们穿过柱廊,宛如迎娶新娘一般;因为露天的巷弄与宽阔的干道,想必并非为了驮驴使用而建造,那些道路摆在那里纯粹是为了某种点缀与豪奢,而驴子因着自由的缘故偏偏要使用柱廊,且无人加以任何阻拦,以免剥夺了它们的自由:这座城邦就是这般自由。而你难道还妄想城中的年轻人保持肃静,并且最好思考那些合你心意之事,若不然,也只说出那些你爱听的言辞吗?然而他们出于自由,素来习惯于狂欢作乐,平日里尚且经常如此,在节日期间更是变本加厉。
- 354bλέληθα ἐμαυτόν
动词 λανθάνω 搭配反身代词对格(ἐμαυτόν)和补充连带分词(μεταδιδούς)的句构,意为“不知不觉间做了某事”或“我未曾察觉自己竟然在分享”。
- 354bοὐδὲν δέον
无人称动词 δεῖ 的中性分词所构成的独立对格结构,起状语作用,带有让步意味:“在毫无必要的情形下”或“本无理由”。
- 354dἐπὶ τῆς μεσιτείας αὑτοὺς ἐτάξαμεν
前文特意声明为“在你们之间流行的俗语(τῶν παρ’ ὑμῖν ἐπιπολαζόντων)”的本地俚谚。字面义为“将自己置于调解/仲裁之席”,在此讽刺性地指自讨苦吃、置身于两头不讨好的尴尬中立地位,以至于非但没能讨好民众反而招来两边的嫌恶。
- 355aἘξὸν οὖν ὑπὸ τῆς εὐλογιστίας ταύτης
无人称动词 ἔξεστι 的中性分词 ἐξόν 构成的独立对格结构,统领其后的不定式(ἀπέχεσθαι ... ἐπιτρέψαι),表达过去未实现的可能性或让步语气:“本可以凭着这种……(而克制与任凭)”。
