- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:22-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安揭示了对他施以严苛教育的侍童仆从马尔多纽斯的出身与自己的成长经历,并说明自己之所以热心处理司法审判,皆源于受古典哲学蛊惑的一位老者的劝导。
Ἆρα ποθεῖτε καὶ τοὔνομα ὑμῖν φράσω1 τοῦ παιδαγωγοῦ, καὶ ὅστις ὢν γένος ταῦτα ἔλεγε; βάρβαρος νὴ θεοὺς καὶ θεάς, Σκύθης μὲν τὸ γένος, ὁμώνυμος δὲ τοῦ τὸν Ξέρξην ἀναπείσαντος ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, καὶ τὸ πολυθρύλητον τοῦτο δὴ πρὸ μηνῶν μὲν εἴκοσι προσκυνούμενον ὄνομα, νυνὶ δὲ προφερόμενον ἀντ’ ἀδικήματος καὶ ὀνείδους, εὐνοῦχος ἦν, ὑπὸ τὠμῷ τεθραμμένος πάππῳ, τὴν μητέρα τὴν ἐμὴν ὅπως ἀγάγοι διὰ τῶν Ὁμήρου καὶ Ἡσιόδου ποιημάτων. ἐπεὶ δ’ ἐκείνη πρῶτον ἐμὲ καὶ μόνον τεκοῦσα μησὶν ὕστερον ὀλίγοις ἐτελεύτησεν ὑπὸ τῆς ἀμήτορος παρθένου πολλῶν συμφορῶν ἐκκλαπεῖσα κόρη καὶ νέα, μετ’ ἐνιαυτὸν ἕβδομον αὐτῷ παρεδόθην. οὗτος ἐξ ἐκείνου ταῦτα ἀνέπεισεν ἄγων ἐς διδασκάλου μίαν ὁδόν· ἄλλην δ’ οὔτ’ αὐτὸς εἰδέναι θέλων οὔτ’ ἐμοὶ βαδίζειν ξυγχωρῶν ἐποίησεν ἀπεχθάνεσθαί με πᾶσιν ὑμῖν.
你们或许渴望我告诉你们那侍童仆从的名字,以及说出这番话的他是何等出身?凭着诸神与女神起誓,他是个蛮族人,血统上是斯基泰人,与劝说薛西斯出征希腊的那位同名;而那名号本是人所共知的显赫之名,二十个月前尚受人敬仰,如今却被拿出来当作罪咎与耻辱的代名词。他是个宦官,是由我的外祖父抚养长大的,为的是让他用荷马与赫西俄德的诗篇引导我的母亲。然而,母亲在生下作为长子兼独子的我仅数月之后便去世了——她作为一位少女少妇,被那位无母的处女女神带走,从而免于承受往后的诸多灾祸——于是在我满七岁之后,我便被交托给了他。从那时起,他便在一面领我循着单单一途去往塾师那里的同时,一面将这些道理灌输给我;而他自己既不愿知晓别的道路,也不准许我去走,这才使我招致你们所有人的嫌怨。
ἀλλ’, εἰ δοκεῖ, σπεισώμεθα πρὸς αὐτὸν ἐγώ τε καὶ ὑμεῖς τὴν ἀπέχθειαν λύσαντες. οὔτε γὰρ ἠπίστατο πρὸς ὑμᾶς ἀφιξόμενον οὔτ’, εἰ τὰ μάλιστα φοιτᾶν μέλλοιμι, ὅτι καὶ ἄρχων προσεδόκα,2 καὶ τοσαύτην ἀρχήν, ὅσην ἔδωκαν οἱ θεοί, πολλὰ ὁμοῦ βιασάμενοι, πείσθητέ μοι, καὶ τὸν διδόντα καὶ τὸν δεχόμενον. ἐῴκει γὰρ ἡμῶν οὐδέτερος ἐθέλειν οὔτε ὁ διδοὺς τὴν τιμὴν ἢ χάριν ἢ ὅ, τι φίλον ὑμῖν αὐτὸ ὀνομάζειν δοῦναι, καὶ ὁ λαμβάνων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀληθῶς ἠρνεῖτο. καὶ δὴ τοῦτο μὲν ὅπῃ τοῖς θεοῖς φίλον ἔχει τε καὶ ἕξει. τυχὸν δὲ ὁ παιδαγωγὸς εἰ προύγνω τοῦτο, πολλὴν ἂν ἐποιήσατο προμήθειαν, ὅπως ὅ, τι μάλιστα ὑμῖν φανείην κεχαρισμένος. Εἶτα οὐκ ἔξεστιν ἀποθέσθαι νῦν καὶ μεταμαθεῖν εἴ τι πρότερον ἡμῖν ἄγροικον ἦθος ἐνετράφη; Ἔθος, φασί, δευτέρη φύσις· φύσει μάχεσθαι δ’ ἔργον, ἐτῶν τριάκοντα μελέτην ἀφεῖναι παγχάλεπον ἄλλως τε καὶ μετὰ τοσαύτης ἐγγενομένην τῆς χαλεπότητος· ἐμοὶ δὲ ἤδη πλείω τούτων ἐστίν.
不过,若是可行,我和你们且解开怨恨,与他和解吧。因为他既不知道我会来到你们这里,而且即使我注定要频频造访,他也未曾料到我竟会作为统治者前来,并掌管着诸神所赐予的如此巨大的权柄——请相信我,神明同时狠狠地强逼了授者与受者双方。因为我们两人似乎都不情愿:授者不愿赐予这荣耀、恩惠或随你们喜欢怎样称呼它的东西,而受者正如众神所鉴,确实是在极力推辞。如今这事自当按照诸神的心意留存并维系下去。或许,这位侍童仆从若是早先知晓此事,他必定会大费周折地预作筹谋,好让我在你们眼中显得尽可能顺眼合意。 ‘那么,难道现在就不能抛弃并重新改掉从前灌输给我们的鄙陋习性吗?’人们常说,习惯乃是第二本性;而与本性抗争乃是一桩难事,要放弃三十年的操练更是难上加难,尤其是当它是在如此苛刻严峻之中养成的时候——况且对我而言,岁月早已超过此数了。
Εἶεν· ἀλλὰ τί παθὼν3 αὐτὸς ἐπιχειρεῖς ἀκροᾶσθαι περὶ τῶν συμβολαίων καὶ δικάζειν; οὐ γὰρ δὴ καὶ τοῦτό σε ὁ παιδαγωγὸς ἐδίδασκεν, ὃς οὐδ’ εἰ ἄρξεις ἠπίστατο. Δεινὸς δὲ ἀνέπεισε γέρων, ὃν καὶ ὑμεῖς ὡς ὄντα μάλιστα αἰτιώτατον τῶν ἐμῶν ἐπιτηδευμάτων ὀρθῶς ποιοῦντες ξυλλοιδορεῖτέ μοι, καὶ τοῦτον δ̓, εὖ ἴστε, ὑπ’ ἄλλων ἐξηπατημένον. ὀνόματα ἥκει πρὸς ὑμᾶς πολλάκις κωμῳδούμενα, Πλάτων καὶ Σωκράτης καὶ Ἀριστοτέλης καὶ Θεόφραστος. ἐκείνοις ὁ γέρων οὗτος πεισθεὶς ὑπ’ ἀφροσύνης, ἔπειτα ἐμὲ νέον εὑρών, ἐραστὴν λόγων, ἀνέπεισεν, ὡς, εἰ τὰ πάντα ἐκείνων ζηλωτὴς γενοίμην, ἀμείνων ἔσομαι τῶν μὲν ἄλλων ἀνθρώπων ἴσως οὐδενός· οὐ γὰρ εἶναί μοι πρὸς αὐτοὺς τὴν ἅμιλλαν·4 ἐμαυτοῦ δὲ πάντως. ἐγὼ δέ· οὐ γὰρ εἶχον ὅ, τι ποιῶ· πεισθεὶς οὐκέτι δύναμαι μεταθέσθαι, καὶ ταῦτα ἐθέλων πολλάκις, ἀλλ’ ὀνειδίζω μὲν ἐμαυτῷ, διότι μὴ ποιῶ πᾶσιν ἄδειαν ἁπάντων ἀδικημάτων· ὕπεισι δέ με ἐκ τῶν Πλάτωνος ὅσα ὁ Ἀθηναῖος διεξῆλθε ξένος,
‘好吧;然而你究竟着了什么魔,竟亲自插手审听关于契约的讼案并行使裁判?因为你的侍童仆从既然连你会成为统治者都不知道,断然不会连这也教过你。’可是一个厉害的老者说服了我——你们极有见地地将他视作造成我种种行径的罪魁祸首而与我一同咒骂他,但请相信,他自己也是受了旁人的蒙骗。有些名字常被当作笑料传到你们耳中:柏拉图、苏格拉底、亚里士多德与泰奥弗拉斯托斯。这个老者因着愚顽盲信了他们,随后见我年轻且热爱学问论说,便说服了我:如果我在一切事上成为他们的效仿者,比起他人我或许并不优胜分毫——因为我本不与他们争竞——但比起我自己来,则必定大有长进。而我呢——因不知所措——既已听信,便再也无法改变了,哪怕我屡次想要改变;我虽然自责未能让所有人对一切不法行为享有免责权,但柏拉图著作中那位雅典外邦人所阐述的种种言论,却悄然涌上我的心头,
- 22Ἆρα ποθεῖτε καὶ τοὔνομα ὑμῖν φράσω
动词 ποθεῖτε 之后未带从属连词(如 ἵνα),直接接续虚拟式 φράσω。这是表达意愿或商榷的并列虚拟式(paratactic subjunctive)结构,多见于生动的日常口吻中。
- 352cοὔτε γὰρ ἠπίστατο πρὸς ὑμᾶς ἀφιξόμενον οὔτ’, εἰ τὰ μάλιστα φοιτᾶν μέλλοιμι, ὅτι καὶ ἄρχων προσεδόκα
前半句中,未来分词 ἀφιξόμενον 作为 ἠπίστατο 的补充成分(省略了其逻辑主语宾格 ἐμέ),而在后半句中则由 προσεδόκα 引出 ὅτι 从句。此处体现了分词补足语构文与 ὅτι 从句之间的修辞性转换与交替。
- 353bτί παθὼν
字面义为“遭遇了何事”,在古典希腊语中是固定习语,用以带有责问或不解地追问“究竟着了什么魔”、“凭什么”。此处用于引出假想中安条克市民提出的反诘。
- 353cοὐ γὰρ εἶναί μοι πρὸς αὐτοὺς τὴν ἅμιλλαν
由于承接上文 ἀνέπεισεν, ὡς... ἔσομαι 所开启的间接引语(oratio obliqua),在表示原因的 γάρ 解释分句中使用了不定式 εἶναι 而非直陈式动词。
