← 朱利安

厌胡者

§20-21

平抑物价引发的非议与童年受到的严苛管教

作者借用安条克市民的视角嘲弄自嘲其不知变通、平抑物价与厉行简朴的做派,随后辩解称自己顽固的秉性皆源于童年时期严厉的侍童仆从的规训。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

Οὐκ οἶσθα ἀνθρώποις ὁμιλεῖν, οὐδ’ ἐπαινέτης εἶ τοῦ Θεόγνιδος, οὐδὲ μιμῇ τὸν ἀφομοιούμενον ταῖς πέτραις πολύπουν, ἀλλ’ ἡ λεγομένη Μυκόνιος ἀγροικία τε καὶ ἀμαθία καὶ ἀβελτηρία πρὸς πάντας ἐπιτηδεύεται παρὰ σοῦ. λέληθέ σε ὅτι πολλοῦ δεῖ ταῦτα εἶναι Κελτοὶ καὶ Θρᾷκες καὶ Ἰλλυριοί;1 οὐχ ὁρᾷς, ὁπόσα μὲν ἐν τῇ πόλει ταύτῃ καπηλεῖα; σὺ δὲ ἀπεχθάνῃ τοῖς καπήλοις οὐ ξυγχωρῶν ὁπόσου βούλονται πωλεῖν αὐτοὺς τῷ δήμῳ τὰ ἐπιτήδεια καὶ τοῖς ἐπιδημοῦσιν. οἱ δὲ τοὺς κεκτημένους τὴν γῆν αἰτιῶνται. σὺ δὲ καὶ τούτους ἐχθροὺς ποιεῖ σαυτῷ τὰ δίκαια ποιεῖν ἀναγκάζων. οἱ δὲ ἐν τέλει τῆς πόλεως ἀμφοῖν μετέχοντες ταῖν ζημίαιν, ὥσπερ οἶμαι πρότερον ἔχαιρον διχόθεν καρπούμενοι τὰς ὠφελείας, καὶ ὡς κεκτημένοι καὶ ὡς καπηλεύοντες, τὰ νῦν εἰκότως λυποῦνται δι’ ἀμφοτέρων ἀφῃρημένοι τὰς ἐπικερδείας. ὁ δὲ τῶν Σύρων δῆμος οὐκ ἔχων μεθύειν οὐδὲ κορδακίζειν ἄχθεται. σὺ δὲ σῖτον ἄφθονον παρέχων οἴει τρέφειν αὐτοὺς ἱκανῶς. ἐκεῖνο δέ σου χαρίεν, ὅτι οὐδὲ ὅπως ἰχθὺς ἐν τῇ πόλει πετραῖος ἔσται σκοπεῖς· ἀλλὰ καὶ πρῴην μεμφομένου τινός, ὡς οὔτε ἰχθυδίων οὔτε ὀρνίθων πολλῶν εὑρισκομένων ἐν ἀγορᾷ, τωθαστικὸν μάλα ἐγέλασας, ἄρτου καὶ οἴνου καὶ ἐλαίου τῇ σώφρονι πόλει δεῖν φάμενος, κρεῶν δ’ ἤδη τῇ τρυφώσῃ· τὸ γὰρ καὶ ἰχθύων καὶ ὀρνιθίων λόγον ποιεῖσθαι πέρα τρυφῆς εἶναι καὶ ἧς οὐδὲ τοῖς ἐν Ἰθάκῃ μνηστῆρσι μετῆν ἀσελγείας. ὅτῳ δὲ οὐκ ἐν ἡδονῇ κρέα ὕεια καὶ προβάτεια σιτεῖσθαι, τῶν ὀσπρίων ἁπτόμενος εὖ πράξει. ταῦτα ἐνόμισας Θρᾳξὶ νομοθετεῖν τοῖς σεαυτοῦ πολίταις ἢ τοῖς ἀναισθήτοις Γαλάταις, οἵ σε ἐπαιδοτρίβησαν καθ’ ἡμῶν πρίνινον, σφενδάμνινον, οὐκέτι μέντοι καὶ Μαραθωνομάχον, ἀλλ’ Ἀχαρνέα μὲν ἐξ ἡμισείας, ἀηδῆ δ’ ἄνδρα παντάπασι καὶ ἄνθρωπον ἄχαριν. οὐ κρεῖττον ἦν ὀδωδέναι μύρων τὴν ἀγορὰν βαδίζοντός σου καὶ παῖδας ἡγεῖσθαι καλούς, εἰς οὓς ἀποβλέψουσιν οἱ πολῖται, καὶ χοροὺς γυναικῶν, ὁποῖοι παρ’ ἡμῖν ἵστανται καθ’ ἑκάστην ἡμέραν; Ἐμὲ δὲ ὑγρὸν βλέπειν ῥιπτοῦντα πανταχοῦ τὰ ὄμματα, ὅπως ὑμῖν καλός, οὔτι τὴν ψυχήν, ἀλλὰ τὸ πρόσωπον ὀφθείην, ὁ τρόπος οὐ συγχωρεῖ. ἔστι γάρ, ὡς ὑμεῖς κρίνετε, ψυχῆς ἀληθινὸν κάλλος ὑγρότης βίου. ἐμὲ δὲ ὁ παιδαγωγὸς ἐδίδασκεν εἰς γῆν βλέπειν ἐς διδασκάλου φοιτῶντα· θέατρον δ’ οὐκ εἶδον πρὶν μᾶλλον κομῆσαι τῆς κεφαλῆς τὸ γένειον, ἐν ἐκείνῳ δὲ τῆς ἡλικίας ἰδίᾳ μὲν καὶ κατ’ ἐμαυτὸν οὐδέποτε, τρίτον δὲ ἢ τέταρτον, εὖ ἴστε, Πατρόκλῳ ἐπίηρα φέρων2 ἅρχων ἐπέταττεν οἰκεῖος ὢν ἐμοὶ καὶ ἀναγκαῖος· ἐτύγχανον δὲ ἰδιώτης ἔτι·

你不知如何与人交往,既非塞奥格尼斯的赞赏者,亦不效仿那将自身融于岩石的多足章鱼;相反,那所谓的‘米科诺斯式的粗鄙’、愚昧与蠢拙,倒是由你向所有人施展了出来。难道你竟忘记了,这些人绝非凯尔特人、色雷斯人或伊利里亚人吗?难道你看不见,这座城市里究竟有多少酒馆小肆吗?然而你却得罪了那些零售小贩,不准许他们以随意自定的价格向民众和客旅出售生活必需品。小贩们于是归咎于田产所有者。而你强令这些田产所有者行事公允,又使他们成了你的敌人。至于城中的达官显贵,分担着这两方面的损失——正如我想他们以往作为业主和零售商双管齐下收割利益而欢欣一样——如今在两头都被剥夺了进益,自然满心怨尤。叙利亚的平民百姓因无法畅饮纵酒、跳科达克斯舞而愤愤不平;而你供给充裕的谷物,便自以为充分地养活了他们。更为可笑的是,你甚至根本不去过问城中是否有礁石海鱼供应!相反,前几日有人抱怨在市场上既找不到小鱼也见不到多少禽鸟时,你竟极其嘲讽地大笑起来,声称面包、葡萄酒和橄榄油乃是节制之城所必需的,至于肉类则是奢侈之城才需要的;而挂虑鱼类和禽肉已是极度的奢靡,是连伊萨卡的求婚者们都不曾染指的放肆;谁若不喜食猪肉和羊肉,只要去吃豆类便能过得很好。难道你以为自己是在为同胞色雷斯人立法,还是在为愚顽的加拉太人立法?他们正是为了反对我们,才将你训练成‘如橡木般、如枫木般’——然而已不再是‘马拉松勇士’,而是半个‘阿哈奈人’,一个彻头彻尾令人厌烦、缺乏风致之人。当你漫步时,集市上飘满香油的芬芳,有供市民顾盼瞻望的俊美少年,以及如同在我们这里每日所组织的那种女子歌舞队在前引路,岂不是要好得多吗? 然而我的性情却不容我四处顾盼弄目、眉目传情,以便在你们眼中显得俊美——并非灵魂之美,而是容貌之美;因为在你们看来,生活的轻浮软弱才是灵魂真正的美。可是我的侍童仆从在我去从师就读时,便教我目光向下凝视地面;而在我的胡须长过头发之前,我从未见过剧场;即便到了那个年纪,我也绝非出于私意自愿前往,而是遵照那位既是统治者、又是我的近亲族人的吩咐,三四次如向帕特罗克洛斯示好般前去捧场应景,正如你们深知的那样;而当时我尚且是一介平民。

§21

σύγγνωτε οὖν ἐμοί· δίδωμι γὰρ ὃν ἀντ’ ἐμοῦ δικαιότερον μισήσετε τὸν φιλαπεχθήμονα παιδαγωγόν,3 ὅς με καὶ τότε ἐλύπει μίαν ὁδὸν ἰέναι διδάσκων καὶ νῦν αἴτιός ἐστί μοι τῆς πρὸς ὑμᾶς ἀπεχθείας, ἐνεργασάμενος τῇ ψυχῇ καὶ ὥσπερ ἐντυπώσας ὅπερ ἐγὼ μὲν οὐκ ἐβουλόμην τότε, ὁ δὲ ὡς δή τι χαρίεν ποιῶν μάλα προθύμως ἐνετίθει, καλῶν οἶμαι σεμνότητα τὴν ἀγροικίαν καὶ σωφροσύνην τὴν ἀναισθησίαν, ἀνδρείαν δὲ τὸ μὴ εἴκειν ταῖς ἐπιθυμίαις μηδ’ εὐδαίμονα ταύτῃ γίνεσθαι. ἔφη δέ μοι πολλάκις, εὖ ἴστε, ναὶ μὰ Δία καὶ μούσας, ὁ παιδαγωγὸς ἔτι παιδαρίῳ κομιδῇ, Μή σε παραπειθέτω τὸ πλῆθος τῶν ἡλικιωτῶν ἐπὶ τὰ θέατρα φερόμενον ὀρεχθῆναί ποτε ταυτησὶ τῆς θέας. ἱπποδρομίας ἐπιθυμεῖς; ἔστι παρ’ Ὁμήρῳ δεξιώτατα πεποιημένη· λαβὼν ἐπέξιθι τὸ βιβλίον. τοὺς παντομίμους ἀκούεις ὀρχηστάς; ἔα χαίρειν αὐτούς· ἀνδρικώτερον παρὰ τοῖς Φαίαξιν ὀρχεῖται τὰ μειράκια· σὺ δ’ ἔχεις κιθαρῳδὸν τὸν Φήμιον καὶ ᾠδὸν τὸν Δημόδοκον. ἔστι καὶ φυτὰ παρ’ αὐτῷ πολλὰ τερπνότερα ἀκοῦσαι τῶν ὁρωμένων· "Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμὸν Φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα." καὶ ἡ δενδρήεσσα τῆς Καλυψοῦς νῆσος καὶ τὰ τῆς Κίρκης σπήλαια καὶ ὁ Ἀλκίνου κῆπος· εὖ ἴσθι, τούτων οὐδὲν ὄψει τερπνότερον.

因此,请宽恕我吧;因为我把那个更应当替我承受你们憎恨之人交予你们,即那位招人嫌怨的侍童仆从。他当年便教我单行一路而使我痛苦,如今又成为我招致你们怨恨的根源;他将我当年所不情愿的东西灌输并印刻在我的灵魂之中,而他自己却仿佛在做一件极美妙的事,极其热心地加以灌输,我想,他是将粗鄙称为庄重,将麻木称为节制,将不屈从于欲望且不以此为乐称为勇敢。而且,请相信,指着宙斯和缪斯起誓,那位侍童仆从在我尚且年幼时,便屡次对我说道:‘切莫让涌向剧场的同龄人群诱导你去贪恋这等观瞻。你向往战车竞逐吗?在荷马那里便有写得最为精湛的描写;拿过书来读下去吧。你听说过哑剧舞者吗?由他们去吧;淮阿喀亚的青年跳得更具男儿气概;而且你有琴师费弥奥斯和歌者德摩多科斯。在他那里还有许多植物,闻之远比目睹更为赏心悦目: “往昔在提洛岛阿波罗的祭坛旁,我曾见过这般一株向上生长的新生棕榈幼苗。” 还有卡吕普索那绿树成荫的岛屿、喀耳刻的洞窟,以及阿尔基诺俄斯的庭园;请坚信,你绝不会见到比这些更令人心旷神怡之物。’

语法注3 条
  1. 20πολλοῦ δεῖ ταῦτα εἶναι Κελτοὶ καὶ Θρᾷκες καὶ Ἰλλυριοί

    非人称成语 πολλοῦ δεῖ(相差甚远、绝非)后接不定式从句。中性复数指示代词 ταῦτα 用作不定式 εἶναι 的主语(指代‘这里的人民/情况’),而 Κελτοὶ καὶ Θρᾷκες καὶ Ἰλλυριοί 为表语,整体意为‘这些人绝非凯尔特人、色雷斯人或伊利里亚人’。

  2. 351bΠατρόκλῳ ἐπίηρα φέρων

    化用了荷马史诗中的惯用短语 ἐπίηρα φέρω(示好、取悦、尽奉献之责)。与格 Πατρόκλῳ 乃是成语中的固定搭配(如对帕特罗克洛斯示好一般);作者以此带有讽刺意味地表明,自己去剧场纯粹是因身居统治者的近亲(即君士坦提乌斯二世)所下达之命令,不得不去敷衍应景。

  3. 351bδίδωμι γὰρ ὃν ἀντ’ ἐμοῦ δικαιότερον μισήσετε τὸν φιλαπεχθήμονα παιδαγωγόν

    属于倒置/先行词后置构文,关系从句 ὃν ... μισήσετε 被置于其先行词 τὸν φιλαπεχθήμονα παιδαγωγόν 之前。其基本句法结构为 δίδωμι γὰρ τὸν φιλαπεχθήμονα παιδαγωγόν, ὃν ἀντ’ ἐμοῦ δικαιότερον μισήσετε(‘我将那招人嫌怨的侍童仆从交给你们,代替我,你们理应更名正言顺地去恨他’)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:20-21