← 朱利安

厌胡者

§18-19

继承先祖性情的必然与粗鄙外貌的辩解

尤利安认为后代继承先祖的性情乃是自然常理,由此既宽恕了安条克市民沉溺享乐的习性,亦为自己刻板严苛的性格开脱,并以自嘲的讽刺口吻反思了自己留着长须、不修边幅的粗鄙容貌与这座讲究精致的城市格格不入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Ἀντιόχῳ μὲν δὴ ταῦτα ἐποιήθη. τοῖς δ’ ἀπ’ ἐκείνου γενομένοις οὐ νέμεσις1 ζηλοῦν τὸν οἰκιστὴν ἢ τὸν ἐπώνυμον. ὥσπερ γὰρ ἐν τοῖς φυτοῖς εἰκός ἐστι διαδίδοσθαι μέχρι πολλοῦ τὰς ποιότητας, ἴσως δὲ καὶ ἐπίπαν ὅμοια τὰ μετὰ ταῦτα τοῖς ἐξ ὧν ἐβλάστησε φύεσθαι, οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων εἶναι εἰκὸς παραπλήσια τὰ ἤθη τῶν ἀπογόνων τοῖς προγόνοις. ἐγώ τοι καὶ αὐτὸς ἔγνων Ἀθηναίους Ἑλλήνων φιλοτιμοτάτους καὶ φιλανθρωποτάτους· καίτοι τοῦτό γε ἐπιεικῶς ἐν πᾶσιν εἶδον τοῖς Ἕλλησιν, ἔχω δ’ ὑπὲρ αὐτῶν εἰπεῖν, ὡς καὶ φιλόθεοι μάλιστα πάντων εἰσὶ καὶ δεξιοὶ τὰ πρὸς τοὺς ξένους, καθόλου μὲν Ἕλληνες πάντες, αὐτῶν δ’ Ἑλλήνων πλέον τοῦτο ἔχω μαρτυρεῖν Ἀθηναίοις. εἰ δὲ ἐκεῖνοι διασώζουσιν εἰκόνα τῆς παλαιᾶς ἐν τοῖς ἤθεσιν ἀρετῆς, εἰκὸς δήπουθεν τὸ αὐτὸ ὑπάρχειν καὶ Σύροις καὶ Ἀραβίοις καὶ Κελτοῖς καὶ Θρᾳξὶ καὶ Παίοσι καὶ τοῖς ἐν μέσῳ κειμένοις Θρᾳκῶν καὶ Παιόνων ἐπ’ αὐταῖς Ἴστρου ταῖς ᾐόσι Μυσοῖς, ὅθεν δὴ καὶ τὸ γένος ἐστί μοι πᾶν ἄγροικον, αὐστηρόν, ἀδέξιον, ἀναφρόδιτον, ἐμμένον τοῖς κριθεῖσιν ἀμετακινήτως· ἃ δὴ πάντα ἐστὶ δείγματα δεινῆς ἀγροικίας. Αἰτοῦμαι τοίνυν ὑπὲρ ἐμαυτοῦ πρῶτον συγγνώμην, ἐν μέρει δὲ καὶ ὑμῖν νέμω τὰ πάτρια ζηλοῦσιν, οὐδ’ ἐν ὀνείδει προφέρομαι τὸ "Ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, "τοὐναντίον δὲ ἀντ’ ἐγκωμίων. ὑμῖν προσεῖναί φημι πατρίων ζῆλον ἐπιτηδευμάτων. ἐπεὶ καὶ Ὅμηρος ἐπαινῶν τὸν Αὐτόλυκόν φησι περιεῖναι πάντων "Κλεπτοσύνῃ θ’ ὅρκῳ τε." καὶ ἐμαυτοῦ τὴν σκαιότητα καὶ τὴν ἀμαθίαν καὶ τὴν δυσκολίαν καὶ τὸ μὴ ῥᾳδίως μαλάττεσθαι μηδὲ ἐπὶ τοῖς δεομένοις ἢ τοῖς ἐξαπατῶσι τὰ ἐμαυτοῦ ποιεῖσθαι μηδὲ ταῖς βοαῖς εἴκειν καὶ τὰ τοιαῦτα στέργω ὀνείδη. πότερα μὲν οὖν ἐστι κουφότερα, θεοῖς ἴσως δῆλον, ἐπείπερ ἀνθρώπων οὐδεὶς οἷός τε ἡμῖν ἐστιν ὑπὲρ τῶν διαφορῶν βραβεῦσαι· πεισόμεθα γὰρ οὐδαμῶς αὐτῷ διὰ φιλαυτίαν, θαυμάζειν γὰρ εἰκὸς τὰ ἑαυτοῦ ἕκαστον, ἀτιμάζειν δὲ τὰ παρὰ τοῖς ἄλλοις. ὁ δὲ τῷ τὰ ἐναντία ζηλοῦντι νέμων συγγνώμην εἶναί μοι δοκεῖ πρᾳότατος.

安条克所做之事正是如此。而对于他的后裔而言,效仿自己的奠基者或名祖,绝非应受谴责之事。正如在植物中,其特质往往能长期流传,并且或许通常后长出的部分也似其由之发芽的本株一样生长,在人类身上也是如此,后代的性情往往与先祖十分相似。我自己便深知雅典人是希腊人中最重荣誉、最富仁爱之心的;尽管我在所有希腊人中都相当充分地见到了这一点,且能为他们说一句,他们在所有人中最为敬神,对待外邦人也最为彬彬有礼——总的来说所有希腊人皆如此,但在希腊人自身之中,我对雅典人更能作此见证。然而,如果雅典人在其品行中依然保存着古昔德行的影像,那么对于叙利亚人、阿拉伯人、凯尔特人、色雷斯人、培奥尼亚人,以及位于色雷斯人与培奥尼亚人之间、恰在伊斯特罗斯河畔的米西亚人——而我的族系也正源于此地——而言,理所当然亦是如此;这一族系全然是质朴粗野、严厉刻板、笨拙无趣、缺乏风致的,并且不可动摇地坚持既定的判断;这一切全都是极度粗陋的表征。 因此,我首先为自己祈求宽恕,同时也相应地将宽恕给予效仿祖训的你们;我并不带着斥责之意搬出这句诗: “说谎之徒与舞者,最擅长在踏地起舞中显露身手,”相反,代替颂词,我认为热心效仿祖传习性乃是你们固有的品质。因为荷马在赞美奥托吕科斯时亦曾说,他在“盗窃与发誓上”胜过所有人。而对于我自身的笨拙、愚钝、乖僻,不轻易被软化,不把自己的事务交由恳求者或欺诈者摆布,不向喧嚣呼喊屈服,以及诸如此类的责难,我皆欣然承受。那么,这两种情况中究竟哪一种更为轻微,或许对神明是明晰的,因为在世人中绝无人能够为我们的分歧作出裁决;出于自爱,我们断不会服从于他,因为每个人自然都会赞赏自己的做派,而轻视他人身上的东西。然而,依我之见,能将宽恕给予热心追求正相反之事的人,乃是最为温和的。

§19

Ἐγὼ δὲ ἐννοήσας εὑρίσκω καὶ ἕτερα δεινὰ ἐμαυτὸν εἰργασμένον. πόλει γὰρ προσιὼν ἐλευθέρᾳ, τὸν αὐχμὸν τῶν τριχῶν οὐκ ἀνεχομένῃ, ὥσπερ οἱ κουρέων ἀποροῦντες ἄκαρτος καὶ βαθυγένειος εἰσέδραμον· ἐνόμισας ἂν2 Σμικρίνην ὁρᾶν ἢ Θρασυλέοντα, δύσκολον πρεσβύτην ἢ στρατιώτην ἀνόητον, ἐξὸν φανῆναι3 τῷ καλλωπισμῷ παῖδα ὡραῖον καὶ γενέσθαι μειράκιον, εἰ μὴ τὴν ἡλικίαν, τὸν τρόπον γε καὶ τὴν ἁβρότητα τοῦ προσώπου.

但我深思之后,发现自己还做下了其他可怕之事。因为在走进一座崇尚自由、无法容忍蓬头垢面的城市时,我却像缺乏理发师之人一样,不修边幅、留着长须闯了进去;人们定会以为看到了斯米克里涅斯或斯拉绪勒翁——一个性情乖僻的老人或一个愚钝的士兵——尽管通过修饰打扮,本可以显现为一个俊美的少年,并在若非年龄、至少在举止和面容的娇嫩上化为一个青年。

语法注3 条
  1. 348bοὐ νέμεσις

    短语 οὐ νέμεσις [ἐστί] 是一个表语性惯用句型,意为“做某事并非应受责难/无可厚非”,其真正主语为后接的不定式短语 ζηλοῦν τὸν οἰκιστὴν ἢ τὸν ἐπώνυμον。与格 τοῖς δ’ ἀπ’ ἐκείνου γενομένοις 则充当该不定式的逻辑主语。

  2. 349cἐνόμισας ἄν

    第二人称单数不定过去时直陈式加上 ἄν 构成过去潜在(或虚拟条件)句式,意为“(任何人当时若在场)都会以为……”。此处的第二人称单数是指代不特定观察者的泛指用法(理想的第二人称)。

  3. 349cἐξὸν φανῆναι

    非人称动词 ἔξεστι(可以、可能)的中性单数分词构成宾格绝对结构(accusative absolute),意为“本可以……”或“尽管本允许……”,用以表示让步或对照性的情境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:18-19