- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg012.humanitext-grc2:15-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安讽刺自己频繁出入神庙且对大众享乐漠不关心,自嘲未曾参透这座城市的真实性情,随后开始讲述安条克城得名所源的安条克王子因单相思继母而致病、最终被名医埃拉西斯特拉托斯看破病因的典故。
ἔθυσεν ὁ καῖσαρ ἐν τῷ τοῦ Διὸς ἅπαξ, εἶτα ἐν τῷ τῆς Τύχης, εἰς τὸ τῆς Δήμητρος τρὶς ἐφεξῆς ἐβάδισεν· ἐπιλέλησμαι γὰρ εἰς τὸ τῆς Δάφνης ὁσάκις εἰσῆλθον τέμενος, προδοθὲν μὲν ὀλιγωρίᾳ τῶν φυλάκων, ταῖς δὲ τῶν ἀθέων ἀνδρῶν τόλμαις ἀφανισθέν. ἡ Σύρων ἥκει νουμηνία, καὶ ὁ καῖσαρ αὖθις εἰς Φιλίου Διός· εἶτα ἡ πάγκοινος ἑορτή, καὶ ὁ καῖσαρ εἰς τὸ τῆς Τύχης ἔρχεται τέμενος. ἐπισχὼν δὲ τὴν ἀποφράδα πάλιν ἐς Φιλίου Διὸς τὰς εὐχὰς ἀναλαμβάνει κατὰ τὰ πάτρια. καὶ τίς ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος καίσαρος, ἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν τοῖς θεοῖς,1 ἐπιτελεῖν δὲ τὰς πανηγύρεις ἐκείνας, ὁπόσαι κοιναὶ μέν εἰσι παντὶ τῷ δήμῳ καὶ ὧν ἔξεστι μετέχειν οὐ τοῖς ἐπισταμένοις μόνον θεούς, ἀλλὰ καὶ τοῖς ὧν ἐστιν ἡ πόλις πλήρης; ἡδονὴ δὲ πολλὴ καὶ χάριτες, ὁποίας ἄν τις εὐφραίνοιτο διηνεκῶς καρπούμενος, ὁρῶν ὀρχουμένους ἄνδρας καὶ παιδάρια καὶ γύναια πολλά.
凯撒在宙斯的神庙献了一次祭,接着在堤喀的神庙,又接连三次前往德墨忒尔的神庙;因为我已经记不清自己多少次进入达佛涅的圣域了——那圣域因看守者的疏忽而遭背弃,因无神之人的狂妄而毁灭。叙利亚人的新月节到了,凯撒又去了友爱宙斯的神庙;接着是全民的节日,凯撒又前往堤喀的圣域。在避开凶日之后,他又依照祖传习俗在友爱宙斯的神庙恢复祈祷。然而,当本可以只去烦扰神明一两次,而去主持那些属于全体民众、不仅知晓神明之人而且全城充斥的那些人皆可参与的盛大节庆时,谁能忍受一个如此频繁出入神庙的凯撒呢?在那里本有巨大的快乐和魅力,那是一个人看着跳舞的男子、少年和诸多妇人便可持续享用并引以为乐的。
Ὅταν οὖν ταῦτα λογίσωμαι, μακαρίζω μὲν ὑμᾶς τῆς εὐδαιμονίας, ἐμαυτῷ δὲ οὐκ ἄχθομαι· φίλα γάρ ἐστί μοι κατά τινα θεὸν ἴσως ταῦτα. διόπερ οὐδ’ ἀγανακτῶ, εὖ ἴστε, τοῖς δυσχεραίνουσί μου τῷ βίῳ καὶ τῇ προαιρέσει. προστίθημι δ’ αὐτὸς ὅσα δυνατόν ἐστί μοι τοῖς εἰς ἐμαυτὸν σκώμμασι μειζόνως ἐπικαταχέων ἐμαυτοῦ ταυτασὶ τὰς λοιδορίας, ὃς ὑπὸ ἀφροσύνης οὐ συνῆκα, ποταπὸν ἐξ ἀρχῆς τὸ τῆσδε τῆς πόλεως ἦθος, καὶ ταῦτα τῶν ἡλικιωτῶν τῶν ἐμῶν, ὡς ἐμαυτὸν πείθω, βιβλία ἀνελίξας οὐδενὸς ἀριθμὸν ἐλάττω.2
因此,当我思量这些时,我祝贺你们的幸运,却并不对自己心怀怨尤;因为或许依凭某位神明之意,这些正是为我所喜爱的。正因如此,你们切知,我对那些厌弃我的生活方式和志趣的人甚至毫不动怒。我自己尽可能在针对我自身的嘲讽上添砖加瓦,更猛烈地将这些辱骂倾倒在自己身上,因为我由于愚钝,从一开始就未曾理解这座城市的性情究竟如何——而且,正如我自信的那样,我所阅览的典籍在数量上绝不少于同辈中的任何人。
λέγεταί τοί ποτε τὸν ἐπώνυμον τῆσδε τῆς πόλεως βασιλέα, μᾶλλον δὲ οὗπερ ἐπώνυμος ἥδε ἡ πόλις συνῳκίσθη· πεπόλισται μὲν γὰρ ὑπὸ Σελεύκου, τοὔνομα δὲ ἔχει ἀπὸ τοῦ Σελεύκου παιδός· ὃν δή φασι δι’ ὑπερβολὴν ἁβρότητος καὶ τρυφῆς ἐρῶντα ἀεὶ καὶ ἐρώμενον τέλος ἄδικον ἔρωτα τῆς ἑαυτοῦ μητρυιᾶς ἐρασθῆναι·3 κρύπτειν δ’ ἐθέλοντα τὸ πάθος οὐ δύνασθαι, τὸ σῶμα δ’ αὐτῷ κατὰ μικρὸν τηκόμενον ἀφανῶς οἴχεσθαι, καὶ ὑπορρεῖν τὰς δυνάμεις, καὶ τὸ πνεῦμα ἔλαττον εἶναι τοῦ συνήθους. ἐῴκει δ’ οἶμαι τὰ κατ’ αὐτὸν αἰνίγματι, σαφῆ μὲν οὐκ ἐχούσης αἰτίαν τῆς νόσου, μᾶλλον δὲ οὐδ’ αὐτῆς, ἥτις ποτέ ἐστι, φαινομένης, ἐναργοῦς δ’ οὔσης τῆς περὶ τὸ μειράκιον ἀσθενείας. ἐνθάδε μέγας ἆθλος ἰατρῷ προυτέθη τῷ Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. ὁ δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου, τίνες ποτέ εἰσιν αἱ γυιοβόροι μελεδῶναι, καὶ ὅτι πολλάκις οὐκ ἀσθένεια σώματος, ἀλλ’ ἀρρωστία ψυχῆς αἰτία γίγνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον, ὁδὸν ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος θήραν. καθίζει πλησίον τῆς κλίνης ἀφορῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου, παριέναι κελεύσας καλούς τε καὶ καλὰς ἀπὸ τῆς βασιλίδος ἀρξαμένους. ἡ δ’ ὡς ἦλθεν, ἐπισκεψομένη δῆθεν αὐτόν, αὐτίκα ἐδίδου τὰ συνθήματα τοῦ πάθους ὁ νεανίας, ἆσθμα τῶν θλιβομένων ἠφίει, ἐπέχειν γὰρ αὐτὸ κινούμενον καίπερ σφόδρα ἐθέλων οὐχ οἷός τε ἦν, καὶ ταραχὴ ἦν τοῦ πνεύματος καὶ πολὺ περὶ τὸ πρόσωπον ἐρύθημα. ταῦτα ὁρῶν ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. τοιαῦτα ἄττα ἔπασχεν ἐκείνης παρούσης· ἐπεὶ δὲ ἀπῆλθεν, ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος τοῖς οὐδὲν πάσχουσι. συνιδὼν δὲ τὸ πάθος ὁ Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ παιδὶ τῆς γαμετῆς. ὁ δὲ αὐτίκα μὲν ἠρνήσατο· τελευτήσαντος δὲ τοῦ πατρὸς μικρὸν ὕστερον, ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς ἠρνήθη, μάλα κραταιῶς μετεδίωξεν.
话说从前,有一位以其名字命名这座城市的国王——或者更确切地说,这座城市建城时乃是以他为名祖;因为它是被塞琉古建为城市的,但名字却得自塞琉古的儿子——据说他因过度娇贵和奢靡,总是处于恋爱和被爱之中,最终不合义理地爱恋上了自己的继母;他虽想隐瞒这一情欲,却无能为力,他的身躯日渐消瘦,暗中趋于衰竭,体力消逝,气息也比平时更为微弱。我想他的处境就像一个谜,因为这病没有明确的缘由,或者更确切地说,它究竟是何病也毫无显现,唯有那青年的衰弱是显而易见的。此时,找出此病究竟为何,成了一项摆在萨摩斯医生面前的重大考验。这位医生从荷马的诗句中揣摩出何为噬损肢体的忧思,并想到身体的羸弱往往并非起于肉身疾患,而是起于灵魂的病痛,又见那青年因年龄和习惯并非不知情爱,便踏上了这样一条探寻病根的途径。他坐在床榻旁,注视着青年的脸庞,吩咐俊美的男子和美貌的女子依次走过,从王后开始。当她表面上是为了探望他而走来时,青年立刻显露出情欲的征兆:他发出了受到重压之人的喘息——因为尽管极力克制,他却无法抑止那涌动的喘息——他的呼吸陷入紊乱,面庞泛起浓重的红晕。医生见状将手按在他胸口,心脏剧烈跳动,仿佛要跃出体外。她在场时他便经受这样的折磨;而当她离去、其他人上前时,他便保持平静,宛如无疾之人。埃拉西斯特拉托斯看透了这一情欲,便禀告国王;国王出于慈父之爱,表示愿将妻子让给儿子。青年当时拒绝了;但不久后父亲去世,他却极力追求起先前给予他时被他高贵地拒绝的那份恩惠。
- 346cἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν τοῖς θεοῖς
由非人称动词 ἔξεστι 的中性单数宾格分词构成的宾格绝对独立结构。它带有让步或对比的意味(“本可以……/虽然能够……”),为主句中的修辞疑问(καὶ τίς ἀνέξεται...“谁能忍受……”)提供了另一种截然相反的选择(仅打扰神明一两次而举办盛大节庆)。
- 346dκαὶ ταῦτα τῶν ἡλικιωτῶν τῶν ἐμῶν, ὡς ἐμαυτὸν πείθω, βιβλία ἀνελίξας οὐδενὸς ἀριθμὸν ἐλάττω
惯用短语 καὶ ταῦτα 与分词 ἀνελίξας 结合,表示让步或强调(“而且哪怕已经阅览了……”)。οὐδενός 是由比较级 ἐλάττω 所要求的比较属格,而 τῶν ἡλικιωτῶν τῶν ἐμῶν 则是修饰 οὐδενός 的部分属格(“比同辈中的任何人都绝不少”)。分词 ἀνελίξας 与由关系代词 ὃς 引出的主语相呼应。
- 347aλέγεταί τοί ποτε τὸν ἐπώνυμον τῆσδε τῆς πόλεως βασιλέα, μᾶλλον δὲ οὗπερ ἐπώνυμος ἥδε ἡ πόλις συνῳκίσθη· πεπόλισται μὲν γὰρ ὑπὸ Σελεύκου, τοὔνομα δὲ ἔχει ἀπὸ τοῦ Σελεύκου παιδός· ὃν δή φασι δι’ ὑπερβολὴν ἁβρότητος καὶ τρυφῆς ἐρῶντα ἀεὶ καὶ ἐρώμενον τέλος ἄδικον ἔρωτα τῆς ἑαυτοῦ μητρυιᾶς ἐρασθῆναι
一种破格构式(破格与句式重构)。全句以 λέγεται 起始,统领宾格主语 τὸν ... βασιλέα,但在插入了关系从句(μᾶλλον δὲ οὗπερ...)及解释句(πεπόλισται μὲν γὰρ...)之后,原有的句子结构被打断,转而引入关系代词 ὃν 和新的陈述动词 φασί,并由后者支配不定式 ἐρασθῆναι。
