- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:8-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者根据光芒成全视觉与可见之物的作用以及太阳支配天体运行的枢纽力量,论证了赫利俄斯在智性诸神中居于至高王位,并确立了他与宙斯、阿波罗、哈得斯及萨拉皮斯的神学同一性。
τὰ μέντοι ἐν τοῖς θεοῖς ἔργα προϊόντα παρ’ αὐτοῦ μετρίως γε ἡμῖν ὀλίγῳ πρότερον εἴρηται καὶ ῥηθήσεται μετ’ ὀλίγον. ὅσα δὲ ὁρῶμεν αὐτῇ πρῶτον ὄψει1 ὄνομα μόνον ἐστὶν ἔργου τητώμενον, εἰ μὴ προσλάβοι τὴν τοῦ φωτὸς ἡγεμονικὴν βοήθειαν. ὁρατὸν δὲ ὅλως εἴη ἂν τί μὴ φωτὶ πρῶτον ὥσπερ ὕλη τεχνίτῃ προσαχθέν, ἵν’ οἶμαι τὸ εἶδος δέξηται; καὶ γὰρ τὸ χρυσίον ἁπλῶς οὑτωσὶ κεχυμένον ἔστι μὲν χρυσίον, οὐ μὴν ἄγαλμα οὐδὲ εἰκών, πρὶν ἂν ὁ τεχνίτης αὐτῷ περιθῇ τὴν μορφήν. οὐκοῦν καὶ ὅσα πέφυκεν ὁρᾶσθαι μὴ ξὺν φωτὶ τοῖς ὁρῶσι προσαγόμενα τοῦ ὁρατὰ εἶναι παντάπασιν ἐστέρηται. διδοὺς οὖν τοῖς τε ὁρῶσι τὸ ὁρᾶν τοῖς τε ὁρωμένοις τὸ ὁρᾶσθαι δύο φύσεις ἐνεργείᾳ μιᾷ τελειοῖ, ὄψιν καὶ ὁρατόν· αἱ δὲ τελειότητες εἴδη τέ εἰσι καὶ οὐσία.
然而,由赫利俄斯在诸神中所施行的作为,我们在不久前已作了适度的论述,稍后亦当再次提及。但是,凡我们仅凭视觉本身所见的一切事物,若不得光芒的主导性襄助,起初便只是一个缺乏实效的空名而已。若不首先如质料呈递给匠人那般被呈递给光芒,想来是为了领受其形相,究竟有何物能全然成为可见的呢?因为单单如此浇铸的金块,在匠人为其赋予形状之前,虽确实是金子,却绝非雕像或肖像。因此,凡本性上可被看见的事物,若不伴随光芒而被呈递给观看者,便完全被剥夺了作为可见之物的资格。于是,他将“看”赐予观看者,将“被看”赐予被看者,以单一的现实活动完成了两种本性,即视觉与可见之物;而这些完满状态乃是相与本质。
Ἀλλὰ τοῦτο μὲν ἴσως λεπτότερον· ᾧ δὲ παρακολουθοῦμεν ξύμπαντες,2 ἀμαθεῖς καὶ ἰδιῶται, φιλόσοφοι καὶ λόγιοι, τίνα ἐν τῷ παντὶ δύναμιν ἀνίσχων ἔχει καὶ καταδυόμενος ὁ θεός; νύκτα καὶ ἡμέραν ἐργάζεται καὶ μεθίστησι φανερῶς καὶ τρέπει τὸ πᾶν. καίτοι τίνι τοῦτο τῶν ἄλλων ἀστέρων ὑπάρχει; πῶς οὖν οὐκ ἐκ τούτων ἤδη καὶ περὶ τῶν θειοτέρων πιστεύομεν, ὡς ἄρα καὶ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀφανῆ καὶ θεῖα νοερῶν θεῶν γένη τῆς ἀγαθοειδοῦς ἀποπληροῦται παρ’ αὐτοῦ δυνάμεως, ᾧ πᾶς μὲν ὑπείκει χορὸς ἀστέρων, ἕπεται δὲ ἡ γένεσις ὑπὸ τῆς τούτου κυβερνωμένη προμηθείας; οἱ μὲν γὰρ πλάνητες ὅτι περὶ αὐτὸν ὥσπερ βασιλέα χορεύοντες ἔν τισιν ὡρισμένοις πρὸς αὐτὸν διαστήμασιν ἁρμοδιώτατα φέρονται κύκλῳ, στηριγμούς τινας ποιούμενοι καὶ πρόσω καὶ ὀπίσω πορείαν, ὡς οἱ τῆς σφαιρικῆς ἐπιστήμονες θεωρίας ὀνομάζουσι τὰ περὶ αὐτοὺς φαινόμενα, καὶ ὡς τὸ τῆς σελήνης αὔξεται καὶ λήγει φῶς, πρὸς τὴν ἀπόστασιν ἡλίου πάσχον, πᾶσί που δῆλον. πῶς οὖν οὐκ εἰκότως καὶ τὴν πρεσβυτέραν τῶν σωμάτων ἐν τοῖς νοεροῖς θεοῖς διακόσμησιν ὑπολαμβάνομεν ἀνάλογον ἔχειν τῇ τοιαύτῃ τάξει; Λάβωμεν οὖν ἐξ ἁπάντων τὸ μὲν τελεσιουργὸν ἐκ τοῦ παντὸς ἀποφαίνειν ὁρᾶν τὰ ὁρατικά· τελειοῖ γὰρ αὐτὰ διὰ τοῦ φωτός· τὸ δὲ δημιουργικὸν καὶ γόνιμον ἀπὸ τῆς περὶ τὸ ξύμπαν μεταβολῆς, τὸ δὲ ἐν ἑνὶ πάντων συνεκτικὸν ἀπὸ τῆς περὶ τὰς κινήσεις πρὸς ἓν καὶ τὸ αὐτὸ συμφωνίας, τὸ δὲ μέσον ἐξ αὐτοῦ μέσου, τὸ δὲ τοῖς νοεροῖς αὐτὸν ἐνιδρῦσθαι βασιλέα3 ἐκ τῆς ἐν τοῖς πλανωμένοις μέσης τάξεως.
然而,这或许是一条较为微妙的论点;至于我们所有人——无论是不学者还是平民,哲学家还是学者——共同领会到的事情:即这位神明在升起与沉落时,在宇宙中拥有何等力量?他造就昼夜,昭然变易并运转着万象。然而在其他星辰中,又有谁拥有这一权能呢?那么,我们岂能不从这些现象出发,立即对那些更具神圣性的事物深信不疑,即:天穹之上那些不可见且神圣的智性诸神之族类,亦同样从他领受了善之形式的力量而充盈,一切星辰的乐旅向他退让顺服,生成流转亦受其预见之引导而相随?因为行星围绕着他,宛如围绕国王翩翩起舞一般,在距他某些确定的距离中极尽和谐地作圆周运动,呈现出留以及顺行、逆行的步履——如那些精通天球理论者对其现象所作的命名——并且月亮的光芒依其与太阳的距离而增盈减损,这一切在众人看来皆是昭然明晰的。那么,我们为何不合情合理地认为,智性诸神中那先于形体的秩序,亦与这般秩序具有类比关系呢? 因此,让我们从这一切中领会到:其完成之功,在于使具视觉能力者彻底实现观看——因为他通过光使其完满;其创世与生育之功,在于整个宇宙周围的变易;其使万物归于一体之维系力,在于运动朝向同一目标的和谐一致;其中介性,在于他身处中央;而他在智性诸神中被立为王,则在于他在诸行星中所处的中位序列。
εἰ μὲν οὖν ταῦτα περί τινα τῶν ἄλλων ἐμφανῶν ὁρῶμεν θεῶν ἢ τοσαῦτα ἕτερα, μή τοι τούτῳ τὴν περὶ τοὺς θεοὺς ἡγεμονίαν προσνείμωμεν· εἰ δὲ οὐκ ἔστιν οὐδὲν αὐτῷ κοινὸν πρὸς τοὺς ἄλλους ἔξω τῆς ἀγαθοεργίας, ἧς καὶ αὐτῆς μεταδίδωσι τοῖς πᾶσι, μαρτυράμενοι τούς τε Κυπρίων ἱερέας,4 οἳ κοινοὺς ἀποφαίνουσι βωμοὺς Ἡλίῳ καὶ Διί, πρὸ τούτων δὲ ἔτι τὸν Ἀπόλλω συνεδρεύοντα τῷ θεῷ τῷδε παρακαλέσαντες μάρτυρα· φησὶ γὰρ ὁ θεὸς οὗτος "Εἷς Ζεύς, εἷς Ἀίδης, εἷς Ἥλιός ἐστι Σάραπις·" κοινὴν ὑπολάβωμεν, μᾶλλον δὲ μίαν Ἡλίου καὶ Διὸς ἐν τοῖς νοεροῖς θεοῖς δυναστείαν· ὅθεν μοι δοκεῖ καὶ Πλάτων οὐκ ἀπεικότως φρόνιμον θεὸν Ἅιδην ὀνομάσαι. καλοῦμεν δὲ τὸν αὐτὸν τοῦτον καὶ Σάραπιν, τὸν ἀιδῆ δηλονότι καὶ νοερόν, πρὸς ὅν φησιν ἄνω πορεύεσθαι τὰς ψυχὰς τῶν ἄριστα βιωσάντων καὶ δικαιότατα. μὴ γὰρ δή τις ὑπολάβῃ τοῦτον, ὃν οἱ μῦθοι πείθουσι φρίττειν, ἀλλὰ τὸν πρᾷον καὶ μείλιχον, ὃς ἀπολύει παντελῶς τῆς γενέσεως τὰς ψυχάς, οὐχὶ δὲ λυθείσας αὐτὰς σώμασιν ἑτέροις προσηλοῖ κολάζων καὶ πραττόμενος δίκας, ἀλλὰ πορεύων ἄνω καὶ ἀνατείνων τὰς ψυχὰς ἐπὶ τὸν νοητὸν κόσμον.
因此,我们若在其他任何显见的神明身上看到这些特征,或与之相当的其他诸多特征,就切莫把诸神之中的统领权归给这位神明;但如果除了普施于万物的行善之外,他与其他神明并无共同之处,那么——在引用塞浦路斯祭司为证(他们宣称赫利俄斯与宙斯共用祭坛),并在此之前更召引与此神同座的阿波罗为证之后,因为这位神明曾言:“唯一的宙斯,唯一的哈得斯,唯一的赫利俄斯乃是萨拉皮斯”——就让我们认定,赫利俄斯与宙斯在智性诸神中拥有共同的、或更确切地说是单一的统治权。由此在我看来,柏拉图也非无道理地称哈得斯为睿智之神。我们亦称这同一位神明为萨拉皮斯,即那不可见且智性的神,他言道,凡度过最美好且最公正一生之人的灵魂皆向上奔赴此神。因为绝不可有人将他视为神话劝诱我们对其发抖的那位,而当视为温和仁慈之神,他将灵魂从生成流转中彻底解脱,不再通过施加惩罚与追究刑责将解脱后的灵魂重新钉入其他躯体,而是引导它们向上,将灵魂提升至可知世界。
- 134cαὐτῇ πρῶτον ὄψει
与格短语 αὐτῇ ὄψει 既可作关涉与格解(“对视觉自身而言”),亦可作修饰 ὁρῶμεν 的工具与格解(“仅凭视觉自身所见”)。结合后文强调若无光芒之助,事物对观看的主体本身亦不成其为实存,此处作关涉与格更能体现主客双向依赖光的完满性。
- 134dᾧ δὲ παρακολουθοῦμεν ξύμπαντες
关系代词 ᾧ 为动词 παρακολουθέω(领会、随之观察)所要求的与格,在此作为连接性关系分句,预示并引领紧随其后的间接疑问句(τίνα ἐν τῷ παντὶ δύναμιν...),形成与上文“较微妙之理(λεπτότερον)”相对立的显豁经验知识。
- 135cτὸ δὲ τοῖς νοεροῖς αὐτὸν ἐνιδρῦσθαι βασιλέα
这是由中性定冠词 τό 引导的“宾格加不定式”结构(宾格主语 αὐτόν,补足语宾格 βασιλέα,不定式 ἐνιδρῦσθαι),与前文的名词化中性短语(τὸ μὲν τελεσιουργόν 等)并列,作劝勉语气动词 λάβωμεν 的直接宾语;随后的介词短语 ἐκ... 则指明这一推论的依据。
- 135dμαρτυράμενοι τούς τε Κυπρίων ἱερέας
分词 μαρτυράμενοι 与之后的 παρακαλέσαντες 构成了修饰归结分句主动词(劝勉语气接续式 ὑπολάβωμεν)的伴随情况分词。二者之间插入了神谕引文(φησὶ γὰρ ὁ θεὸς οὗτος...),形成了较长的语序倒错与离隔(hyperbaton),其核心结构为:“在引证了……之后,让我们认定赫利俄斯与宙斯的共同统治权”。
