- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:11-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引荷马与赫西俄德的诗句以确立赫利俄斯的自主性、超越性源起及其完成者的地位,在摒弃诗学拟人说后,论述了赫利俄斯如何依恒定度量维系受动界生成流转并赋予万物生命的哲学功能。
ὅτι δὲ οὐδὲ νεαρὰ παντελῶς ἐστιν ἡ δόξα, προύλαβον δὲ αὐτὴν οἱ πρεσβύτατοι τῶν ποιητῶν, Ὅμηρός τε καὶ Ἡσίοδος, εἴτε καὶ νοοῦντες οὕτως εἴτε καὶ ἐπιπνοίᾳ θείᾳ καθάπερ οἱ μάντεις ἐνθουσιῶντες πρὸς τὴν ἀλήθειαν, ἐνθένδ’ ἂν γίγνοιτο γνώριμον. ὁ μὲν γενεαλογῶν αὐτὸν Ὑπερίονος ἔφη καὶ Θείας,1 μόνον οὐχὶ διὰ τούτων αἰνιττόμενος τοῦ πάντων ὑπερέχοντος αὐτὸν ἔκγονον γνήσιον φῦναι· ὁ γὰρ Ὑπερίων τίς ἂν ἕτερος εἴη παρὰ τοῦτον; ἡ Θεία δὲ αὐτὴ τρόπον ἕτερον οὐ τὸ θειότατον τῶν ὄντων λέγεται; μὴ δὲ συνδυασμὸν μηδὲ γάμους ὑπολαμβάνωμεν, ἄπιστα καὶ παράδοξα ποιητικῆς μούσης ἀθύρματα. πατέρα δὲ αὐτοῦ καὶ γεννήτορα νομίζωμεν τὸν θειότατον καὶ ὑπέρτατον· τοιοῦτος δὲ τίς ἂν ἄλλος εἴη τοῦ πάντων ἐπέκεινα καὶ περὶ ὃν πάντα καὶ οὗ ἕνεκα πάντα ἐστίν;2 Ὅμηρος δὲ αὐτὸν ἀπὸ τοῦ πατρὸς Ὑπερίονα καλεῖ, καὶ δείκνυσί γε αὐτοῦ τὸ αὐτεξούσιον καὶ πάσης ἀνάγκης κρεῖττον. ὁ γάρ τοι Ζεύς, ὡς ἐκεῖνός φησιν, ἁπάντων ὢν κύριος τοὺς ἄλλους προσαναγκάζει· ἐν δὲ τῷ μύθῳ τοῦ θεοῦ τοῦδε λέγοντος, ὅτι ἄρα διὰ τὴν ἀσέβειαν τῶν Ὀδυσσέως ἑταίρων ἀπολείψει τὸν Ὄλυμπον, οὐκέτι φησὶν "Αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ," οὐδὲ ἀπειλεῖ δεσμὸν οὐδὲ βίαν, ἀλλὰ τὴν δίκην φησὶν ἐπιθήσειν τοῖς ἡμαρτηκόσιν, αὐτὸν δὲ ἀξιοῖ φαίνειν ἐν τοῖς θεοῖς. ἆρ’ οὐχὶ διὰ τούτων πρὸς τῷ αὐτεξουσίῳ καὶ τελεσιουργὸν εἶναί φησι τὸν Ἥλιον; ἐπὶ τί γὰρ αὐτοῦ οἱ θεοὶ δέονται, πλὴν εἰ μὴ πρὸς τὴν οὐσίαν καὶ τὸ εἶναι ἀφανῶς ἐναστράπτων ὧν ἔφαμεν ἀγαθῶν ἀποπληρωτικὸς τυγχάνοι;3 τὸ γὰρ "Ἠέλιόν τ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι" πρὸ τοῦ καιροῦ φησι νομισθῆναι τὴν νύκτα διά τινα χαλεπὴν ὁμίχλην. αὕτη γὰρ ἡ θεός που, καὶ ἄλλοθι τῆς ποιήσεώς φησιν, "ἠέρα δ’ Ἥρη Πίτνα πρόσθε βαθεῖαν." ἀλλὰ τὰ μὲν τῶν ποιητῶν χαίρειν ἐάσωμεν· ἔχει γὰρ μετὰ τοῦ θείου πολὺ καὶ τἀνθρώπινον· ἃ δὲ ἡμᾶς ἔοικεν αὐτὸς ὁ θεὸς διδάσκειν ὑπέρ τε αὑτοῦ καὶ τῶν ἄλλων, ἐκεῖνα ἤδη διέλθωμεν.
这一观点绝非全然新近之谈,而是早已为最古老的诗人们——荷马与赫西俄德——所预先领会,无论他们是出于自身的领悟,还是如预言家那般蒙受神性灵感的感召而契合真理,此点可由下述事实昭然显明。其中一人为他谱写世系,称他是许珀里翁与忒亚的后裔,这无异于通过这些隐喻表明他是超越万物者所生的真正嫡嗣;因为除了这位超越者之外,许珀里翁还能是何人?而忒亚自身,岂非换一种说法便是‘存在者中最神圣之物’?然而我们切不可设想配偶结合与婚媾之事,那些不过是诗歌缪斯令人难以置信且悖于常理的玩物而已。相反,我们当将其父与其生身者认定为最神圣且最至高无上者;而除了那超越于一切之上、万物环绕其周且为之而存在的本体之外,这般的至高者还能是谁?至于荷马,则依其父之名称他为许珀里翁,并确实彰显了他的自主权以及超越一切必然性的优越。因为正如那位诗人所言,宙斯作为统领一切的主宰,虽强行压服其他神明;但在神话中,当这位神明声明因奥德修斯同伴的不虔敬而将弃离奥林匹斯时,宙斯便不再宣称: ‘我连同大地与海洋亦能一并拽起’, 亦未以镣铐或暴力相威胁,而是说将把正义降于犯过之人,并恳求他继续在诸神中普照显现。荷马岂非通过这些言辞表明,赫利俄斯除拥有自主之权外,更兼具完满万物之功?因为对于诸神而言,若非他在隐秘中向其本质与存在闪耀光辉、以充盈我们所论及的善,他们对他还能有何需求?至于那句: ‘牛眸的尊贵赫拉令不知疲倦的赫利俄斯违心归往大洋之流’, 诗人乃是说,因一场浓重阴霾的缘故,人们以为黑夜先于时限而降临。因为这想来便是那位女神,而且诗人在诗作别处亦说道: ‘赫拉在其面前铺展开深浓的迷雾’。 然而,且让我们弃置诗人们的话语,因为其中在神性之外亦夹杂了诸多凡俗之质;现在,就让我们来详加论述这位神明似乎亲自向我们教导的、关于他自身及其他诸物之事。
Ὁ περὶ γῆν τόπος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. τίς οὖν ἐστιν ὁ τὴν ἀιδιότητα δωρούμενος αὐτῷ; ἆρ’ οὐχ ὁ ταῦτα μέτροις ὡρισμένοις συνέχων; ἄπειρον μὲν γὰρ εἶναι φύσιν σώματος οὐχ οἷόν τ’ ἦν, ἐπεὶ μηδὲ ἀγέννητός ἐστι μηδὲ αὐθυπόστατος· ἐκ δὲ τῆς οὐσίας εἰ πάντως ἐγίνετό τι συνεχῶς, ἀνελύετο δὲ εἰς αὐτὴν μηδέν, ἐπέλειπεν ἂν τῶν γιγνομένων ἡ οὐσία.4 τὴν δὴ τοιαύτην φύσιν ὁ θεὸς ὅδε μέτρῳ κινούμενος προσιὼν μὲν ὀρθοῖ καὶ ἐγείρει, πόρρω δὲ ἀπιὼν ἐλαττοῖ καὶ φθείρει, μᾶλλον δὲ αὐτὸς ἀεὶ ζωοποιεῖ κινῶν καὶ ἐποχετεύων αὐτῇ τὴν ζωήν· ἡ δὲ ἀπόλειψις αὐτοῦ καὶ ἡ πρὸς θάτερα μετάστασις αἰτία γίνεται φθορᾶς τοῖς φθίνουσιν. ἀεὶ μὲν οὖν ἡ παρ’ αὐτοῦ τῶν ἀγαθῶν δόσις ἴση κάτεισιν ἐπὶ τὴν γῆν· ἄλλοτε γὰρ ἄλλη δέχεται τὰ τοιαῦτα χώρα πρὸς τὸ μήτε τὴν γένεσιν ἐπιλείπειν μήτε τοῦ συνήθους ποτὲ τὸν θεὸν ἔλαττον ἢ πλέον εὖ ποιῆσαι τὸν παθητὸν κόσμον. ἡ γὰρ ταυτότης ὥσπερ τῆς οὐσίας, οὕτω δὲ καὶ τῆς ἐνεργείας ἐν τοῖς θεοῖς καὶ πρό γε τῶν ἄλλων παρὰ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ, ὃς καὶ τὴν κίνησιν ἁπλουστάτην ὑπὲρ ἅπαντας ποιεῖται τοὺς τῷ παντὶ τὴν ἐναντίαν φερομένους· ὃ δὴ καὶ αὐτὸ τῆς πρὸς τοὺς ἄλλους ὑπεροχῆς αὐτοῦ σημεῖον ποιεῖται ὁ κλεινὸς Ἀριστοτέλης·
环绕大地的领域,其存在乃系于生成流转之中。那么,究竟是谁将永恒性赐予了它?难道不正是以确定的度量维系这些事物的神明吗?因为物体的本性不可能无边无际,因为它既非未生之物,亦非自立自存之物;若始终不断地有物从实体中生成,却无一物复归消解于其中,则生成之物的实体势必枯竭匮乏。正是面对此种本性,这位神明依其度量而运转,临近时便将其扶正与唤醒,远去时便使其减损与衰亡;或者不如说,他自身通过推动〔它〕并向其灌注生命而时刻使之具有生机,而他的离弃与偏向另一方,则成为消逝之物衰亡的因由。因此,由他所赐予的善行始终等量地倾降于大地;因为不同的地域在不同的时刻领受这般恩泽,既不使生成流转匮乏中断,亦不使神明对受动世界的施善较之常度有丝毫增减。因为在诸神之中,正如本质的同一性一样,现实活动的同一性亦同样存在,而首当其冲的便是在万物之王赫利俄斯那里——他在所有沿着与宇宙相反方向运行的星体中施行着最为单纯的运动;而这一事实本身,亦被著名的亚里士多德作为他超越其他星体的明证。
- 136cὁ μὲν γενεαλογῶν αὐτὸν Ὑπερίονος ἔφη καὶ Θείας
在呼应前文“Ὅμηρός τε καὶ Ἡσίοδος”之处,“ὁ μέν”指代后者(赫西俄德),意指其《神谱》中赫利俄斯由许珀里翁与忒亚所生的世系,并与下文的“Ὅμηρος δέ...”形成对照。
- 136dτοῦ πάντων ἐπέκεινα καὶ περὶ ὃν πάντα καὶ οὗ ἕνεκα πάντα ἐστίν
承接前文“τοιοῦτος δὲ τίς ἂν ἄλλος εἴη”构成的比较属格,指代“超越万物者”(第一因/善之相),化用了柏拉图式的本体论定型表述。
- 137aπλὴν εἰ μὴ... ἀποπληρωτικὸς τυγχάνοι
成语性连词短语“πλὴν εἰ μή”(意为“除非……除在……情况下之外”)引出例外从句,从句中的希求语气“τυγχάνοι”反映了与主句反问(“诸神对他还能有何需求”)相呼应的潜在假定色彩。
- 137dἐκ δὲ τῆς οὐσίας εἰ πάντως ἐγίνετό τι συνεχῶς, ἀνελύετο δὲ εἰς αὐτὴν μηδέν, ἐπέλειπεν ἂν τῶν γιγνομένων ἡ οὐσία
由条件从句中的未完成过去直陈式(ἐγίνετο, ἀνελύετο)与主句中的“ἐπέλειπεν ἄν”构成的反事实假定句(与现在事实相反)。构成了宇宙论上的归谬法:若质料单向流出而无循环消解复归,万物的实体早已耗竭。
