← 朱利安

太阳神赫利俄斯赞歌

§5-7

至善之相与赫利俄斯的本质及光芒

尤利安阐述维系宇宙的至高神(至善之相或“一”)自自身显发出与其肖似的大神赫利俄斯居于智性原因之中心,引述柏拉图关于太阳的类比,阐明赫利俄斯对智性诸神的统领活动,以及在感性、可见世界中可见日轮与其光芒的非肉身本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Ὁ θεῖος οὗτος καὶ πάγκαλος κόσμος ἀπ’ ἄκρας ἁψῖδος οὐρανοῦ μέχρι γῆς ἐσχάτης ὑπὸ τῆς ἀλύτου συνεχόμενος τοῦ θεοῦ προνοίας ἐξ ἀιδίου γέγονεν ἀγέννητος1 ἔς τε τὸν ἐπίλοιπον χρόνον ἀίδιος, οὐχ ὑπ’ ἄλλου του φρουρούμενος ἢ προσεχῶς μὲν ὑπὸ τοῦ πέμπτου σώματος, οὗ τὸ κεφάλαιόν ἐστιν ἀκτὶς ἀελίου, βαθμῷ δὲ ὥσπερ δευτέρῳ τοῦ νοητοῦ κόσμου, πρεσβυτέρως δὲ ἔτι διὰ τὸν πάντων βασιλέα, περὶ ὃν πάντα ἐστίν. οὗτος τοίνυν, εἴτε τὸ ἐπέκεινα τοῦ νοῦ καλεῖν αὐτὸν θέμις εἴτε ἰδέαν τῶν ὄντων, ὃ δή φημι τὸ νοητὸν ξύμπαν, εἴτε ἕν, ἐπειδὴ πάντων τὸ ἓν δοκεῖ πως πρεσβύτατον, εἴτε ὃ Πλάτων εἴωθεν ὀνομάζειν τἀγαθόν, αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία,2 πᾶσι τοῖς οὖσιν ἐξηγουμένη κάλλους τε καὶ τελειότητος3 ἑνώσεώς τε καὶ δυνάμεως ἀμηχάνου, κατὰ τὴν ἐν αὐτῇ μένουσαν πρωτουργὸν οὐσίαν μέσον ἐκ μέσων τῶν νοερῶν καὶ δημιουργικῶν αἰτιῶν Ἥλιον θεὸν μέγιστον ἀνέφηνεν ἐξ ἑαυτοῦ πάντα ὅμοιον ἑαυτῷ· καθάπερ καὶ ὁ δαιμόνιος οἴεται Πλάτων, Τοῦτον τοίνυν, λέγων, ἦν δ’ ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.

这一神圣而极美的宇宙,从天际之最高穹隆直至大地之下极,由神不可破的预见所维系,从永恒以来便是不生而存的,并在剩余的时间里永恒存在;守卫它的非其他任何事物,直接而言乃是第五元素——其峰巅便是太阳的光线——而若居于第二阶梯,则是那可知世界,但更为本源地,则是通过万物之王——万物皆围绕其而存在。这位君王,无论合乎天理当称其为“知性(奴斯)之上者”,或是“存在者之相”——即我所指的整个可知领域——或是“一”——因为在万物之中,“一”似乎在某种意义上最具本原性——抑或柏拉图惯常所称的“至善”,这一万物的单一形式原因,向一切存在者引导致来美、完满、统一与无可比拟的力量,依循其存留于自身的初作本质,在智性的与创世的原因之中,从其自身显发出了居中的这位最伟大的神明赫利俄斯,在各方面皆肖似于它自身;正如那神圣的柏拉图亦如是认为: “那么,这个——我说——”他说,“你应当认为我所说的正是至善的后裔,至善将其生出作为自身的类比;至善在可知领域对于知性与被知者而言是何等关系,他在可见领域对于视觉与被见者而言也是何等关系。”

§6

ἔχει μὲν δὴ τὸ φῶς αὐτοῦ ταύτην οἶμαι τὴν ἀναλογίαν πρὸς τὸ ὁρατόν, ἥνπερ πρὸς τὸ νοητὸν ἁλήθεια. αὐτὸς δὲ ὁ ξύμπας, ἅτε δὴ τοῦ πρώτου καὶ μεγίστου τῆς ἰδέας τἀγαθοῦ γεγονὼς ἔκγονος, ὑποστὰς αὐτοῦ περὶ τὴν μόνιμον οὐσίαν ἐξ ἀιδίου καὶ τὴν ἐν τοῖς νοεροῖς θεοῖς παρεδέξατο δυναστείαν, ὧν τἀγαθόν ἐστι τοῖς νοητοῖς αἴτιον, ταῦτα αὐτὸς τοῖς νοεροῖς νέμων. ἔστι δ’ αἴτιον οἶμαι τἀγαθὸν τοῖς νοητοῖς θεοῖς κάλλους, οὐσίας, τελειότητος, ἑνώσεως, συνέχον αὐτὰ καὶ περιλάμπον ἀγαθοειδεῖ δυνάμει· ταῦτα δὴ καὶ τοῖς νοεροῖς Ἥλιος δίδωσιν, ἄρχειν καὶ βασιλεύειν αὐτῶν ὑπὸ τἀγαθοῦ τεταγμένος, εἰ καὶ συμπροῆλθον αὐτῷ καὶ συνυπέστησαν, ὅπως οἶμαι καὶ τοῖς νοεροῖς θεοῖς ἀγαθοειδὴς αἰτία προκαθηγουμένη τῶν ἀγαθῶν πᾶσιν ἅπαντα κατὰ νοῦν εὐθύνῃ. Ἀλλὰ καὶ τρίτος ὁ φαινόμενος οὑτοσὶ δίσκος ἐναργῶς αἴτιός ἐστι τοῖς αἰσθητοῖς τῆς σωτηρίας, καὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν Ἥλιον, τοσούτων αἴτιος καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς.4

正如真理对于可知世界那样,我以为,他的光芒对于可见世界亦具有完全相同的对应关系。而整个赫利俄斯自身,既然作为第一且最伟大的至善之相的后裔而生成,从永恒以来便在其恒常的本质周围自立,便亦领受了在智性诸神中的统治权,将至善作为可知者之原因所赋予的一切,亲自赐予这些智性者。我以为,至善对于可知诸神乃是美、本质、完满与统一的原因,以善的形式之力维系并普照着它们;这些品质,赫利俄斯亦同样赋予智性诸神,他受至善所委派去统领并统御它们——纵使它们是与他一同产生、一同自立的——我以为,这是为了使一个具有善之性质的原因能作为善之先导,按照知性为所有智性诸神正导一切。 不仅如此,这第三个可见的日轮,亦昭然是感觉世界救赎的原因;凡我们曾言及伟大的赫利俄斯对于智性诸神所成的原因,这可见的日轮对于可见之物亦同样成其原因。

§7

τούτων δ’ ἐναργεῖς αἱ πίστεις ἐκ τῶν φαινομένων τὰ ἀφανῆ σκοποῦντι. φέρε δὴ πρῶτον αὐτὸ τὸ φῶς οὐκ εἶδός ἐστιν ἀσώματόν τι θεῖον τοῦ κατ’ ἐνέργειαν διαφανοῦς; αὐτὸ δὲ ὅ, τί ποτέ ἐστι τὸ διαφανές,5 πᾶσι μὲν ὡς ἔπος εἰπεῖν συνυποκείμενον τοῖς στοιχείοις καὶ ὂν αὐτῶν προσεχὲς εἶδος, οὐ σωματοειδὲς οὐδὲ συμμιγνύμενον οὐδὲ τὰς οἰκείας σώματι προσιέμενον ποιότητας. οὔκουν ἰδίαν αὐτοῦ θέρμην ἐρεῖς, οὐ τὴν ἐναντίαν αὐτῇ ψυχρότητα, οὐ τὸ σκληρόν, οὐ τὸ μαλακὸν ἀποδώσεις, οὐδ’ ἄλλην τινὰ τῶν κατὰ τὴν ἁφὴν διαφορῶν, οὔκουν οὐδὲ γεῦσιν οὐδὲ ὀδμήν, ὄψει δὲ μόνον ὑποπίπτει πρὸς ἐνέργειαν ὑπὸ τοῦ φωτὸς ἡ τοιαύτη φύσις ἀγομένη. τὸ δὲ φῶς εἶδός ἐστι ταύτης οἷον ὕλης ὑπεστρωμένης καὶ παρεκτεινομένης τοῖς σώμασιν. αὐτοῦ δὲ τοῦ φωτὸς ὄντος ἀσωμάτου ἀκρότης ἂν εἴη τις καὶ ὥσπερ ἄνθος ἀκτῖνες. ἡ μὲν οὖν τῶν Φοινίκων δόξα, σοφῶν τὰ θεῖα καὶ ἐπιστημόνων, ἄχραντον εἶναι ἐνέργειαν αὐτοῦ τοῦ καθαροῦ νοῦ τὴν ἁπανταχῇ προϊοῦσαν αὐγὴν ἔφη· οὐκ ἀπᾴδει δὲ οὐδὲ ὁ λόγος,εἴπερ αὐτὸ τὸ φῶς ἀσώματον, εἴ τις αὐτοῦ μηδὲ τὴν πηγὴν ὑπολάβοι σῶμα, νοῦ δὲ ἐνέργειαν ἄχραντον εἰς τὴν οἰκείαν ἕδραν ἐλλαμπομένην, ἣ τοῦ παντὸς οὐρανοῦ τὸ μέσον εἴληχεν, ὅθεν ἐπιλάμπουσα πάσης μὲν εὐτονίας πληροῖ τοὺς οὐρανίους κύκλους, πάντα δὲ περιλάμπει θείῳ καὶ ἀχράντῳ φωτί.

而对于那些从显见之物考察隐秘之物的人而言,关于这些道理的明证是确凿无疑的。且看,首先,光自身难道不是现实状态下的透明体的一种非肉身的、神圣的相吗?至于透明体本身究竟为何物,它可说是共同奠定于所有元素之下,为其切近之相,却既不具形体之状,亦不混合,更不接纳肉体所特有的诸种性质。因此,你绝不会说它自身具有热,亦不会赋予它相反的冷,你既不会归给它坚硬,亦不会归给它柔软,或是任何其他属于触觉的差异,更不会归给它滋味与气味;这般性质在被光引向现实状态之时,唯独归于视觉之下。而光正是作为质料般铺陈并延展于物体之中的这一透明体的相。既然光本身是非肉身的,光线便可谓是其峰巅与花朵。那些精通神圣事物的睿智腓尼基人的见解曾言:遍行各处的曦光,乃是纯粹知性自身的无瑕活动;而如果光自身是非肉身的,如果有人甚至不将光的源头视为物体,而是视为纯粹知性映射于其本有之座的无瑕活动——这王座分得了整个天穹的中心——那么这种论说亦绝非不合调。它从那里向下普照,以充沛的活力充盈着诸天球,并以神圣而无瑕的光辉普照万物。

语法注5 条
  1. 5ἐξ ἀιδίου γέγονεν ἀγέννητος

    完成时动词 γέγονεν 与表语形容词 ἀγέννητος(非生成的、不生的)并用,构成了一种哲学术语上的修辞性佯谬。它并非指宇宙在某一时间起点被造出,而是指宇宙“从永恒以来便以无始不生的状态自立”,体现了柏拉图主义及新柏拉图主义关于宇宙永恒自立的观念。

  2. 132dοὗτος τοίνυν, εἴτε ... καλεῖν αὐτὸν θέμις ... αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία

    句首阳性代词 οὗτος 被一长串条件择一从句(εἴτε ... εἴτε ...)与主句谓语隔开,并在后文通过阴性短语 αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία(与 αἰτία 性数一致的复指指示代词)加以呼应并重新确立为主句主语,其主要谓语动词为 ἀνέφηνεν。此为典型的长句跨度复指(resumptive)结构。

  3. 132dἐξηγουμένη κάλλους τε καὶ τελειότητος

    分词 ἐξηγουμένη 在此统领属格(κάλλους τε καὶ τελειότητος 等),意为“引领导向”或“赐予、施加”,表示对所有存在者引领或开导美与完满等特质。

  4. 133cκαὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν Ἥλιον, τοσούτων αἴτιος καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς

    在相关结构 ὅσων ... τοσούτων 中,前半句的关系从句省略了 αἴτιον εἶναι(“正如我们曾言及大神赫利俄斯对于智性诸神[是其原因]的一切事物”)。后半句的 τοσούτων 则是表语形容词 αἴτιος 所要求的属格补足语。

  5. 133dαὐτὸ δὲ ὅ, τί ποτέ ἐστι τὸ διαφανές

    主格短语 αὐτὸ ... τὸ διαφανές 作为主题前置(悬垂主格),其后虽跟随着中性分词短语(συνυποκείμενον ... ὂν ...),但并未直接作为紧接其后的主句谓语(转向第二人称 οὔκουν ... ἐρεῖς)的主语,而是最终在 ὄψει δὲ μόνον ὑποπίπτει ... ἡ τοιαύτη φύσις 中被复指代入。此为典型的悬垂/破格句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:5-7