- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:1-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者宣示自己自幼对太阳神赫利俄斯的崇敬与对天体的痴迷,阐明以凡人之力赞美此神的艰难与祈求神明相助,并确立了颂词论述其本质、权能与恩赐的总体纲领。
Προσήκειν ὑπολαμβάνω τοῦ λόγου τοῦδε1 μάλιστα μὲν ἅπασιν, "ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει," καὶ τοῦ εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοῦ μετείληφεν, οὐχ ἥκιστα δὲ τῶν ἄλλων ἁπάντων ἐμαυτῷ· καὶ γάρ εἰμι τοῦ βασιλέως ὀπαδὸς Ἡλίου. τούτου δὲ ἔχω μὲν οἴκοι παρ’ ἐμαυτῷ τὰς πίστεις ἀκριβεστέρας· ὃ δέ μοι θέμις εἰπεῖν καὶ ἀνεμέσητον, ἐντέτηκέ μοι δεινὸς ἐκ παίδων τῶν αὐγῶν τοῦ θεοῦ πόθος, καὶ πρὸς τὸ φῶς οὕτω δὴ τὸ αἰθέριον ἐκ παιδαρίου κομιδῇ τὴν διάνοιαν ἐξιστάμην, ὥστε οὐκ εἰς αὐτὸν μόνον ἀτενὲς ὁρᾶν ἐπεθύμουν, ἀλλὰ καί, εἴ ποτε νύκτωρ ἀνεφέλου καὶ καθαρᾶς αἰθρίας οὔσης προέλθοιμι, πάντα ἀθρόως ἀφεὶς τοῖς οὐρανίοις προσεῖχον κάλλεσιν, οὐκέτι ξυνιεὶς οὐδὲν εἴ τις λέγοι τι πρός με οὐδὲ αὐτὸς ὅ τι πράττοιμι προσέχων. ἐδόκουν τε περιεργότερον ἔχειν πρὸς αὐτὰ καὶ πολυπράγμων τις εἶναι, καί μέ τις ἤδη ἀστρόμαντιν ὑπέλαβεν ἄρτι γενειήτην. καίτοι μὰ τοὺς θεοὺς οὔποτε τοιαύτη βίβλος εἰς ἐμὰς ἀφῖκτο χεῖρας, οὐδὲ ἠπιστάμην ὅ τί ποτέ ἐστι τὸ χρῆμά πω τότε. ἀλλὰ τί ταῦτα ἐγώ φημι, μείζω ἔχων εἰπεῖν, εἰ φράσαιμι ὅπως ἐφρόνουν τὸ τηνικαῦτα περὶ θεῶν; λήθη δὲ ἔστω τοῦ σκότους ἐκείνου. τοῦ δὲ ὅτι με τὸ οὐράνιον πάντη περιήστραπτε φῶς2 ἤγειρέ τε καὶ παρώξυνεν ἐπὶ τὴν θέαν, ὥστε ἤδη καὶ τῆς σελήνης τὴν ἐναντίαν πρὸς τὸ πᾶν αὐτὸς ἀπ’ ἐμαυτοῦ κίνησιν ξυνεῖδον, οὐδενί πω ξυντυχὼν τῶν τὰ τοιαῦτα φιλοσοφούντων, ἔστω μοι τὰ ῥηθέντα σημεῖα.
我认为这一论述固然首先属于“凡在地上呼吸和爬行的一切”,属于分有了存在、理性灵魂与理智的一切造物,但比其余所有人更为切身地属于我自己;因为我实乃赫利俄斯王的侍从。对此,我在自己内心存有更为确凿的凭证;然而,凡属合乎天理、无可指责而容我陈述者,乃是从童年起,对神之光芒的强烈渴望便已深植于我心,且从幼童之时起,我的心神就如此完全地被天上的光辉所夺,以至于我不仅渴望凝视他,而且每当夜间晴空万里、澄澈明净而我外出时,我便顿抛万事,全神贯注于天界的美景,若有人对我说话,我再也听不进一字,甚至自己做着什么也不再留意。因此我显得对它们过分好奇,被看作一个多管闲事之人,甚至在我刚蓄胡须之时,便有人将我当作占星术士。然而,凭诸神起誓,这样的书籍从未落入我的手中,在当时我也全然不知那是何物。但是,若我要道出当年我对诸神的看法,本有更重大的事可说,我何必谈论这些呢?愿遗忘掩盖那段黑暗吧!然而,天上的光芒四面照彻于我,唤醒并激励我投身于凝视,以至于尚未遇见任何研习此类哲理之人,我便已凭自己领会了月亮相对于宇宙的反向运行——愿方才所说的话作为这方面的明证吧。
ζηλῶ μὲν οὖν ἔγωγε τῆς εὐποτμίας καὶ εἴ τῳ τὸ σῶμα παρέσχε θεὸς3 ἐξ ἱεροῦ καὶ προφητικοῦ συμπαγὲν σπέρματος ἀναλαβόντι σοφίας ἀνοῖξαι θησαυρούς· οὐκ ἀτιμάζω δὲ ταύτην, ἧς ἠξιώθην αὐτὸς παρὰ τοῦ θεοῦ τοῦδε μερίδος, ἐν τῷ κρατοῦντι καὶ βασιλεύοντι τῆς γῆς γένει τοῖς κατ’ ἐμαυτὸν χρόνοις γενόμενος, ἀλλ’ ἡγοῦμαι, εἴπερ χρὴ πείθεσθαι τοῖς σοφοῖς, ἁπάντων ἀνθρώπων εἶναι τοῦτον κοινὸν πατέρα. λέγεται γὰρ ὀρθῶς ἄνθρωπος ἄνθρωπον γεννᾶν καὶ ἥλιος, ψυχὰς οὐκ ἀφ’ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἄλλων θεῶν σπείρων εἰς γῆν, ἐφ’ ὅ τι δὲ χρῆμα δηλοῦσιν αὗται τοῖς βίοις, οὓς προαιροῦνται. κάλλιστον μὲν οὖν, εἴ τῳ ξυνηνέχθη καὶ πρὸ τριγονίας ἀπὸ πολλῶν πάνυ προπατόρων ἐφεξῆς τῷ θεῷ δουλεῦσαι, μεμπτὸν δὲ οὐδὲ ὅστις, ἐπεγνωκὼς ἑαυτὸν τοῦ θεοῦ τοῦδε θεράποντα φύσει, μόνος ἐξ ἁπάντων ἢ ξὺν ὀλίγοις αὑτὸν ἐπιδίδωσι τῇ θεραπείᾳ τοῦ δεσπότου.
因此,若有谁蒙神赐予那由神圣与预言的精种凝结而成的躯体,并在领受之后得以开启智慧的宝库,我固然羡慕其福分;但我亦不轻视我自己从这位神明那里蒙受的这份命运,因我生逢其时,出身于统治并称王于大地的族系;然而我以为,若真当听从智者,这位神明乃是全人类共同的父亲。因为诚如人们所正言,“人与太阳生人”,他不仅自自身,亦从其余诸神那里将灵魂播撒于大地,而灵魂的目的何在,则由它们所选择的生活彰显出来。因此,若有人三代以前、从众多先祖以来代代侍奉这位神明,自属最美之事;但若有人察知自己天生乃是此神的仆役,便自万民中孑然一人或与少数人一同投身于侍奉主君,此人亦无可指摘。
Φέρε οὖν, ὅπως ἂν οἷοί τε ὦμεν, ὑμνήσωμεν αὐτοῦ τὴν ἑορτήν, ἣν ἡ βασιλεύουσα πόλις ἐπετησίοις ἀγάλλει θυσίαις. ἔστι μὲν οὖν, εὖ οἶδα, χαλεπὸν καὶ τὸ ξυνεῖναι περὶ αὐτοῦ μόνον, ὁπόσος τίς ἐστιν ὁ ἀφανὴς ἐκ τοῦ φανεροῦ λογισαμένῳ, φράσαι δὲ ἴσως ἀδύνατον, εἰ καὶ τῆς ἀξίας ἔλαττον ἐθελήσειέ τις. ἐφικέσθαι μὲν γὰρ τοῦ πρὸς ἀξίαν εὖ οἶδα ὅτι τῶν ἁπάντων οὐδεὶς ἂν δύναιτο, τοῦ μετρίου δὲ μὴ διαμαρτεῖν ἐν τοῖς ἐπαίνοις τὸ κεφάλαιόν ἐστι τῆς ἀνθρωπίνης ἐν τῷ δύνασθαι φράζειν δυνάμεως. ἀλλ’ ἔμοιγε τούτου παρασταίη βοηθὸς4 ὅ τε λόγιος Ἑρμῆς ξὺν ταῖς Μούσαις ὅ τε Μουσηγέτης Ἀπόλλων, ἐπεὶ καὶ αὐτῷ προσήκει τῶν λόγων, καὶ δοῖεν δὲ εἰπεῖν ὁπόσα τοῖς θεοῖς φίλα λέγεσθαί τε καὶ πιστεύεσθαι περὶ αὐτῶν.
来吧,让我们尽己所能,歌颂统治之城以岁祭增辉的这位神明的节日。因为我深知,单单通过显见之物推求并理解那隐秘不可见者究竟如何,已然十分艰难;而即便有人甘愿以低于其尊严的程度言之,要将其道出恐怕也是不可能的。因为我深知,绝无凡人能够达到与其尊严相称的地步,而在赞美中不失中庸之道,便是人类言说能力中的极致。然而但愿在此时,雄辩的赫尔墨斯偕同缪斯诸女神,以及缪斯之首阿波罗——因为言辞亦当属于他——降临作我的襄助者,且愿他们赐我能道出一切关于诸神且令诸神喜悦被人言说与信奉之事。
τίς οὖν ὁ τρόπος ἔσται τῶν ἐπαίνων; ἢ δῆλον ὅτι περὶ τῆς οὐσίας αὐτοῦ καὶ ὅθεν προῆλθε καὶ τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν διελθόντες, ὁπόσαι φανεραὶ ὅσαι τ’ ἀφανεῖς, καὶ περὶ τῆς τῶν ἀγαθῶν δόσεως, ἣν κατὰ πάντας ποιεῖται τοὺς κόσμους, οὐ παντάπασιν ἀπᾴδοντα ποιησόμεθα τῷ θεῷ τὰ ἐγκώμια; ἀρκτέον δὲ ἐνθένδε.
那么,赞美的方式当是怎样呢?难道不明显的是,通过历述其本质与出处,以及其一切或显或隐的力量与活动,并论及其在诸世界中所施予的福祉,我们便能向这位神明献上绝非全然不合调的颂词吗?而我们应当从这里开始。
- 130bΠροσήκειν ὑπολαμβάνω τοῦ λόγου τοῦδε
动词 προσήκειν(关涉、属于)在此同时支配所涉事物的属格(τοῦ λόγου τοῦδε)和指向对象的与格(ἅπασιν ... ἐμαυτῷ)。
- 131aτοῦ δὲ ὅτι με τὸ οὐράνιον πάντη περιήστραπτε φῶς
定冠词属格 τοῦ 将整个 ὅτι 从句名词化,在句法上受后续主句中的名词 σημεῖα 修饰/支配(ἔστω μοι τὰ ῥηθέντα σημεῖα),作说明性属格('作为天界光芒四面照彻我……的明证')。
- 131bζηλῶ μὲν οὖν ἔγωγε τῆς εὐποτμίας καὶ εἴ τῳ τὸ σῶμα παρέσχε θεὸς
动词 ζηλῶ(羡慕)支配原因属格(τῆς εὐποτμίας),而 καὶ εἴ τῳ... 从句在此相当于包含先行词的不定关系从句,充当羡慕的对象;与格分词 ἀναλαβόντι 与 τῳ 一致,并作不定式 ἀνοῖξαι 的逻辑主语。
- 132aἀλλ’ ἔμοιγε τούτου παρασταίη βοηθός
παρασταίη 为表达愿望的祈愿语气。τούτου 为中性属格,指前文所述赞美神明并不失中庸之事业,依附于 βοηθός 作宾格性属格('作为此事的相助者')。
