- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:41-42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尤利安皇帝列举了自努马王以来的罗马制度,包括采用太阳历以及在冬至后确立岁首和无敌太阳神节,以此论证罗马自古在本质上对赫利俄斯的崇奉。
Ἔτι σοι βούλει περὶ τῶν αὐτῶν φράσω τεκμήριον1 τοῦ Νόμα τοῦ βασιλέως ἔργον; ἄσβεστον ἐξ ἡλίου φυλάττουσι φλόγα παρθένοι παρ’ ἡμῖν ἱεραὶ κατὰ τὰς διαφόρους ὥρας, αἳ δὴ τὸ γενόμενον περὶ τὴν γῆν ὑπὸ τοῦ θεοῦ πῦρ φυλάττουσιν. ἔτι τούτων μεῖζον ἔχω σοι φράσαι τοῦ θεοῦ τοῦδε τεκμήριον, αὐτοῦ τοῦ θειοτάτου βασιλέως ἔργον. οἱ μῆνες ἅπασι μὲν τοῖς ἄλλοις ὡς ἔπος εἰπεῖν ἀπὸ τῆς σελήνης ἀριθμοῦνται, μόνοι δὲ ἡμεῖς καὶ Αἰγύπτιοι πρὸς τὰς ἡλίου κινήσεις ἑκάστου μετροῦμεν ἐνιαυτοῦ τὰς ἡμέρας. εἴ σοι μετὰ τοῦτο φαίην, ὡς καὶ τὸν Μίθραν τιμῶμεν καὶ ἄγομεν Ἡλίῳ τετραετηρικοὺς ἀγῶνας, ἐρῶ νεώτερα· βέλτιον δὲ ἴσως ἕν τι τῶν παλαιοτέρων προθεῖναι.
关于同样的事,你是否还希望我为你道出一个出自君王努马之手的明证?在我们这里,圣洁的贞女们依不同的时节守护着来自太阳的不息之火,她们所守护的正是这位神明在大地周围所生成的烈火。关于这位神明,我还有一个比这些更为重大的明证可告知你,那便是那位最神圣的君王自身的作为。普天之下其他所有人可以说是依月亮来计算月份,唯有我们与埃及人依据太阳的行度来测定每一年的日数。若在此之后我对你说,我们亦尊崇密特拉,并为赫利俄斯举办四年一度的竞技会,那我便是在谈论较晚近的事了;或许提出一件更为古老的事迹要更好一些。
τοῦ γὰρ ἐνιαυσιαίου κύκλου τὴν ἀρχὴν ἄλλος ἄλλοθεν ποιούμενος,2 οἱ μὲν τὴν ἐαρινὴν ἰσημερίαν, οἱ δὲ τὴν ἀκμὴν τοῦ θέρους, οἱ πολλοὶ δὲ φθίνουσαν ἤδη τὴν ὀπώραν, Ἡλίου τὰς ἐμφανεστάτας ὑμνοῦσι δωρεάς, ὁ μέν τις τὴν τῆς ἐργασίας ἐνδιδομένην εὐκαιρίαν, ὅτε ἡ γῆ θάλλει καὶ γαυριᾷ, φυομένων ἄρτι τῶν καρπῶν ἁπάντων, γίνεται δὲ ἐπιτήδεια πλεῖσθαι τὰ πελάγη καὶ τὸ τοῦ χειμῶνος ἀηδὲς καὶ σκυθρωπὸν ἐπὶ τὸ φαιδρότερον μεθίσταται, οἱ δὲ τὴν τοῦ θέρους ἐτίμησαν ὥραν, ὡς ἀσφαλῶς τότε ὑπὲρ τῆς τῶν καρπῶν ἔχοντες θαρρῆσαι γενέσεως, τῶν μὲν σπερμάτων ἤδη συνειλεγμένων, ἀκμαίας δὲ οὔσης τῆς ὀπώρας ἤδη καὶ πεπαινομένων τῶν ἐπικειμένων καρπῶν τοῖς δένδροις. ἄλλοι δὲ τούτων ἔτι κομψότεροι τέλος ἐνιαυτοῦ ὑπέλαβον τὴν τελειοτάτην τῶν καρπῶν ἁπάντων ἀκμὴν καὶ φθίσιν· ταῦτά τοι καὶ φθινούσης ἤδη τῆς ὀπώρας ἄγουσι τὰς κατ’ ἐνιαυτὸν νουμηνίας. οἱ δὲ ἡμέτεροι προπάτορες ἀπ’ αὐτοῦ τοῦ θειοτάτου βασιλέως τοῦ Νόμα μειζόνως ἔτι τὸν θεὸν τοῦτον σεβόμενοι τὰ μὲν τῆς χρείας ἀπέλιπον, ἅτε οἶμαι φύσει θεῖοι καὶ περιττοὶ τὴν διάνοιαν, αὐτὸν δὲ εἶδον τούτων τὸν αἴτιον καὶ ἄγειν ἔταξαν συμφώνως ἐν τῇ παρούσῃ τῶν ὡρῶν τὴν νουμηνίαν, ὁπότε ὁ βασιλεὺς Ἥλιος αὖθις ἐπανάγει πρὸς ἡμᾶς ἀφεὶς τῆς μεσημβρίας τὰ ἔσχατα καὶ ὥσπερ περὶ νύσσαν τὸν αἰγοκέρωτα κάμψας ἀπὸ τοῦ νότου πρὸς τὸν βορρᾶν ἔρχεται μεταδώσων ἡμῖν τῶν ἐπετείων ἀγαθῶν. ὅτι δὲ τοῦτο ἀκριβῶς ἐκεῖνοι διανοηθέντες οὕτως ἐνεστήσαντο τὴν ἐπέτειον νουμηνίαν, ἐνθένδ’ ἄν τις κατανοήσειεν. οὐ γὰρ οἶμαι καθ’ ἣν ἡμέραν ὁ θεὸς τρέπεται, καθ’ ἣν δὲ τοῖς πᾶσιν ἐμφανὴς γίνεται3 χωρῶν ἀπὸ τῆς μεσημβρίας ἐς τὰς ἄρκτους ἔταξαν οὗτοι τὴν ἑορτήν. οὔπω μὲν γὰρ ἦν αὐτοῖς ἡ τῶν κανόνων λεπτότης γνώριμος, οὓς ἐξηῦρον μὲν Χαλδαῖοι καὶ Αἰγύπτιοι, Ἵππαρχος δὲ καὶ Πτολεμαῖος ἐτελειώσαντο, κρίνοντες δὲ αἰσθήσει τοῖς φαινομένοις ἠκολούθουν. Οὕτω δὲ ταῦτα καὶ παρὰ τῶν μεταγενεστέρων, ὡς ἔφην, ἔχοντα κατενοήθη. πρὸ τῆς νουμηνίας, εὐθέως μετὰ τὸν τελευταῖον τοῦ Κρόνου μῆνα, ποιοῦμεν Ἡλίῳ τὸν περιφανέστατον ἀγῶνα, τὴν ἑορτὴν Ἡλίῳ καταφημίσαντες ἀνικήτῳ, μεθ’ ὃν οὐδὲν θέμις ὧν ὁ τελευταῖος μὴν ἔχει σκυθρωπῶν μέν, ἀναγκαίων δ’ ὅμως, ἐπιτελεσθῆναι θεαμάτων,4 ἀλλὰ τοῖς Κρονίοις οὖσι τελευταίοις εὐθὺς συνάπτει κατὰ τὸν κύκλον τὰ Ἡλίαια,
因为人们各自从不同的起点开启一年的周期——有人定在春分,有人定在盛夏,而多数人定在深秋之时——他们称颂的皆是赫利俄斯最显豁的恩赐。有人称颂那赐予耕作的良机,那时大地繁花竞放、欣欣向荣,百果刚刚萌生,沧海亦适宜舟楫航行,冬季令人不悦的阴沉景象转向更加明媚之态;另一些人尊崇夏季的时节,因他们那时可安然对作物的收成抱有信心,盖种子已然收割,而秋收已臻盛期,挂在树上的果实亦日渐成熟。另有一些比这些人更为精审之士,将一切作物最完满的极盛与凋敝视作一年的终结;正是为此,他们亦在深秋之时庆贺每年的岁首新朔。然而我们的先祖,自那位最神圣的君王努马伊始,便以更崇高之情敬奉这位神明;我想因他们生性通神且心智过人,遂舍弃了对功利之用的考量,反而瞩目于造就这一切的本源自身,协和地规制在当下的这一时节庆贺岁首新朔——即赫利俄斯王离开南陲之极、复又折返于我们身旁,并如绕回转标般折越摩羯之位,自南徂北而来,要将年岁之福祉赐予我们之时。而他们正是精确考量了此事方如此确立岁首新朔,人们可从下述事实得知:因为我认为,他们设立这一节日并非选在神明逆转运行的那一日,而是选在他自南向北行进已向众人清晰昭显的那一日。盖当时他们尚未通晓历表的精微奥妙(此等历表由迦勒底人与埃及人所发明,后由喜帕恰斯与托勒密推至完备),而是凭借感官的判断顺应天象而为。 正如我所言,这些安排亦为后世之人所体认。在新岁之前,紧随克洛诺斯的最后一个月份之后,我们为赫利俄斯举行最为显赫的竞技盛会,将此节庆奉献给‘不可战胜的赫利俄斯’;自此盛会之后,那末月所包含的虽显阴郁却不可或缺的诸般景象,便一件也不得再予举行;相反,赫利俄斯的节庆在周期的流转中,便紧接着那处于岁末的农神节(克洛诺斯节)而衔接而至,
- 155aἜτι σοι βούλει περὶ τῶν αὐτῶν φράσω τεκμήριον
虚拟语气 φράσω 直接接在 βούλει 之后(相当于省略 ἵνα 的并列或从属性审议虚拟语气)。其后的 τοῦ Νόμα τοῦ βασιλέως ἔργον 作宾语 τεκμήριον 的同位语。
- 155bτοῦ γὰρ ἐνιαυσιαίου κύκλου τὴν ἀρχὴν ἄλλος ἄλλοθεν ποιούμενος
单数分词短语 ἄλλος ἄλλοθεν ποιούμενος 表分配义(‘各人自不同的起点确立’),充当其后复数主语短语(οἱ μέν ... οἱ δὲ ... οἱ πολλοὶ δὲ ...)的部分同位语先行总述。整个句子的复数主谓语 ὑμνοῦσι 与随后展开的分组主语在数上保持一致。
- 156aοὐ γὰρ οἶμαι καθ’ ἣν ἡμέραν ὁ θεὸς τρέπεται, καθ’ ἣν δὲ τοῖς πᾶσιν ἐμφανὴς γίνεται
对比结构 οὐ ... καθ’ ἣν ... καθ’ ἣν δὲ ...。否定词 οὐ 引导第一分句(冬至转行的当天),而 δὲ 引导肯定分句(太阳向北行进对众人显明之日)。此处虽用 δὲ 而非 ἀλλά,但在逻辑上表达强烈的转折与对立(‘并非在那一日……而是相反在那一日’)。
- 156cμεθ’ ὃν οὐδὲν θέμις ὧν ὁ τελευταῖος μὴν ἔχει σκυθρωπῶν μέν, ἀναγκαίων δ’ ὅμως, ἐπιτελεσθῆναι θεαμάτων
关系代词的格吸引与先行词并入从句结构(incorporation)。原本的逻辑结构为 οὐδὲν θέμις ἐστὶν ἐπιτελεσθῆναι τῶν θεαμάτων ἃ ὁ τελευταῖος μὴν ἔχει,作宾语的关系代词 ἃ 受先行词(从属于 οὐδέν 的部分属格 θεαμάτων)吸引而变为属格 ὧν,同时中心名词 θεαμάτων 省去冠词并入关系从句末尾。骨干结构是非人称表达式 θέμις [ἐστί] 带被动不定词 ἐπιτελεσθῆναι 以及作为主语的 οὐδέν。
