← 朱利安

太阳神赫利俄斯赞歌

§43-44

致赫利俄斯的祈愿与呈献萨鲁斯提乌斯

作者向赫利俄斯神献上祈祷,求其佑护城邦与自身的生命,并向萨鲁斯提乌斯说明此篇赞歌乃是依凭扬布利柯的哲学教导在三夜之内撰就的感恩之作,最终祈求获得美德之生以及灵魂死后向神的升进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43

ἃ δὴ πολλάκις μοι δοῖεν οἱ βασιλεῖς ὑμνῆσαι καὶ ἐπιτελέσαι θεοί,1 καὶ πρό γε τῶν ἄλλων αὐτὸς ὁ βασιλεὺς τῶν ὅλων Ἥλιος, ὁ περὶ τὴν τἀγαθοῦ γόνιμον οὐσίαν ἐξ ἀιδίου προελθὼν μέσος ἐν μέσοις τοῖς νοεροῖς θεοῖς, συνοχῆς τε αὐτοὺς πληρώσας καὶ κάλλους μυρίου καὶ περιουσίας γονίμου καὶ τελείου νοῦ καὶ πάντων ἀθρόως τῶν ἀγαθῶν ἀχρόνως, καὶ ἐν τῷ νῦν ἐλλάμπων εἰς τὴν ἐμφανῆ μέσην τοῦ παντὸς οὐρανοῦ φερομένην ἕδραν οἰκείαν ἐξ ἀιδίου, καὶ μεταδιδοὺς τῷ φαινομένῳ παντὶ τοῦ νοητοῦ κάλλους, τὸν δὲ οὐρανὸν σύμπαντα πληρώσας τοσούτων θεῶν ὁπόσων αὐτὸς ἐν ἑαυτῷ νοερῶς ἔχει, περὶ αὐτὸν ἀμερίστως πληθυνομένων καὶ ἑνοειδῶς αὐτῷ συνημμένων, οὐ μὴν ἀλλὰ καὶ τὸν ὑπὸ τὴν σελήνην τόπον διὰ τῆς ἀειγενεσίας συνέχων καὶ τῶν ἐνδιδομένων ἐκ τοῦ κυκλικοῦ σώματος ἀγαθῶν, ἐπιμελόμενος τοῦ τε κοινοῦ τῶν ἀνθρώπων γένους ἰδίᾳ τε τῆς ἡμετέρας πόλεως, ὥσπερ οὖν καὶ τὴν ἡμετέραν ἐξ ἀιδίου ψυχὴν ὑπέστησεν, ὀπαδὸν ἀποφήνας αὑτοῦ. ταῦτά τε οὖν, ὅσα μικρῷ πρόσθεν ηὐξάμην, δοίη, καὶ ἔτι κοινῇ μὲν τῇ πόλει τὴν ἐνδεχομένην ἀιδιότητα μετ’ εὐνοίας χορηγῶν φυλάττοι, ἡμῖν δὲ ἐπὶ τοσοῦτον εὖ πρᾶξαι τά τε ἀνθρώπινα καὶ τὰ θεῖα δοίη, ἐφ’ ὅσον βιῶναι συγχωρεῖ, ζῆν δὲ καὶ ἐμπολιτεύεσθαι τῷ βίῳ δοίη ἐφ’ ὅσον αὐτῷ τε ἐκείνῳ φίλον ἡμῖν τε λώιον καὶ τοῖς κοινοῖς συμφέρον Ῥωμαίων πράγμασιν.

愿诸位王道之神,并在其他诸神之前万物之王赫利俄斯自身,屡屡赐我得以歌颂并举行这些节庆。他自永恒出于‘至善’的化生本原周遭,居于理智诸神的中位,以统摄之力、无尽之美、丰饶的富足、完满的理智以及一切善好之物在无时间性中一并充满他们;他如今照耀进自己那从永恒起便运行于全天正中的显赫固有宝座,将智相之美分赐给整个可见宇宙,并以其自身在理智中所涵摄同等数量的诸神充满整个天空,诸神在他周遭不分剖地蕃息,并以一的形式与他浑然相系;不仅如此,他还通过永恒的生生不息以及从环形天体所赋予的恩泽维系月下世界,护佑全人类这一共同族类,特别是我们的城邦,正如他自永恒以来确立我们的灵魂,昭示其为他自身的侍从一般。愿他因此赐予我片刻前所祈求的一切,并愿他怀着仁厚之心,继续为全城邦赐予并葆有其所能拥有的永恒性,且在我们获准存活的时日里,赐我们在人事与神事上皆能大有成就;愿他赐我们得享生存并参与治理邦国,只要这合乎他自身的心意,于我们更为有益,并有利于罗马人的共同福祉。

§44

Ταῦτά σοι, ὦ φίλε Σαλούστιε, κατὰ τὴν τριπλῆν τοῦ θεοῦ δημιουργίαν ἐν τρισὶ μάλιστα νυξὶν ὡς οἷόν τε ἦν ἐπελθόντα μοι τῇ μνήμῃ καὶ γράψαι πρὸς σὲ ἐτόλμησα,2 ἐπεί σοι καὶ τὸ πρότερον εἰς τὰ Κρόνια γεγραμμένον ἡμῖν οὐ παντάπασιν ἀπόβλητον ἐφάνη. τελειοτέροις δ’ εἰ βούλει περὶ τῶν αὐτῶν καὶ μυστικωτέροις λόγοις ἐπιστῆσαι, ἐντυχὼν τοῖς παρὰ τοῦ θείου γενομένοις Ἰαμβλίχου περὶ τῶν αὐτῶν τούτων συγγράμμασι τὸ τέλος ἐκεῖσε τῆς ἀνθρωπίνης εὑρήσεις σοφίας. δοίη δ’ ὁ μέγας Ἥλιος μηδὲν ἔλαττόν με τὰ περὶ αὐτοῦ γνῶναι, καὶ διδάξαι κοινῇ τε ἅπαντας, ἰδίᾳ δὲ τοὺς μανθάνειν ἀξίους. ἕως δέ μοι τοῦτο δίδωσιν ὁ θεός, κοινῇ θεραπεύωμεν τὸν τῷ θεῷ φίλον Ἰάμβλιχον, ὅθεν καὶ νῦν ὀλίγα ἐκ πολλῶν ἐπὶ νοῦν ἐλθόντα διεληλύθαμεν. ἐκείνου δὲ εὖ οἶδα ὡς οὐδεὶς ἐρεῖ τι τελειότερον, οὐδὲ εἰ πολλὰ πάνυ προσταλαιπωρήσας καινοτομήσειεν· ἐκβήσεται γάρ, ὡς εἰκός, τῆς ἀληθεστάτης τοῦ θεοῦ νοήσεως. ἦν μὲν οὖν ἴσως μάταιον, εἰ διδασκαλίας χάριν ἐποιούμην τοὺς λόγους, αὐτὸν μετ’ ἐκεῖνόν τι συγγράφειν, ἐπεὶ δὲ ὕμνον ἐθέλων διελθεῖν τοῦ θεοῦ χαριστήριον ἐν τούτῳ τόπον ὑπελάμβανον τοῦ περὶ τῆς οὐσίας αὐτοῦ φράσαι κατὰ δύναμιν τὴν ἐμήν, οὐ μάτην οἶμαι πεποιῆσθαι τοὺς λόγους τούσδε, τὸ "Κὰδ δύναμιν δ’ ἕρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν3" οὐκ ἐπὶ τῶν θυσιῶν μόνον, ἀλλὰ καὶ τῶν εὐφημιῶν τῶν εἰς τοὺς θεοὺς ἀποδεχόμενος. εὔχομαι οὖν τρίτον ἀντὶ τῆς προθυμίας μοι ταύτης εὐμενῆ γενέσθαι τὸν βασιλέα τῶν ὅλων Ἥλιον, καὶ δοῦναι βίον ἀγαθὸν καὶ τελειοτέραν φρόνησιν καὶ θεῖον νοῦν ἀπαλλαγήν τε τὴν εἱμαρμένην ἐκ τοῦ βίου πρᾳοτάτην ἐν καιρῷ τῷ προσήκοντι, ἄνοδόν τε ἐπ’ αὐτὸν τὸ μετὰ τοῦτο καὶ μονὴν παρ’ αὐτῷ, μάλιστα μὲν ἀίδιον, εἰ δὲ τοῦτο μεῖζον εἴη τῶν ἐμοὶ βεβιωμένων, πολλὰς πάνυ καὶ πολυετεῖς περιόδους.

亲爱的萨鲁斯提乌斯啊,依据神的三重创世造化,趁着大约三个夜晚之内我记忆所能及之事物,我大胆地为你写下了这些,因为此前我们针对农神节所撰之文,在你看来似乎并非全无可取。若你希望对关于同样事物的更为完满、更为秘奥的言论倾注心神,去研读那位通神的扬布利柯就这些论题所作的著作,你便会在其中觅得人类智慧的至境。愿伟大的赫利俄斯赐我丝毫不逊地通晓关于他的事理,并能公然教导众人,私下教导堪当领受之人。在神将此恩赐予我之前,让我们共同崇奉这位得神喜悦的扬布利柯,正是从他的典籍中,我们方才从诸多深义中忆及寥寥数语并予以阐述。我深知,绝无人能比他讲述得更为完备,哪怕历经极多辛劳试图推陈出新,亦复如是;盖那样做按常理必将背离对神最为真实的认知。因此,假若我作此论说乃是为了施教,那么在他之后自己复又著书立说或许确属徒劳;然而,因我意在向神献上一曲感恩的赞歌,并认为在其中依我一己之力讲述其本质乃是恰当之机,故我认为此番言辞并未虚作;盖我对于‘量力向不死诸神奉献祭品’这一训诫,不仅接受其施于祭祀,亦接受其施于对诸神的颂词。因此我第三次祈求,念在我这份热忱的份上,愿万物之王赫利俄斯施以慈宥,赐予美好的生命、更为完满的智慧与神圣的理智,并在恰当的时刻赐予极温和的、命定的生命解脱,此后更赐予上升至他身旁并在他那里留驻的恩惠,若能永恒自是至善,但若这超出了我毕生所行的德配,便赐予极为漫长而历经多年的周期。

语法注3 条
  1. 43ἃ δὴ πολλάκις μοι δοῖεν οἱ βασιλεῖς ὑμνῆσαι καὶ ἐπιτελέσαι θεοί

    关系代词 ἃ 以紧接前文末尾提及的赫利俄斯节庆(τὰ Ἡλίαια)为先行词,作不定式 ὑμνῆσαι 与 ἐπιτελέσαι 的宾语。主句动词 δοῖεν 为表愿望的祈愿语气,带与格间接宾语 μοι 及不定式补足语,构成‘愿神明赐我得以……’的祈愿句式。

  2. 157cἐπελθόντα μοι τῇ μνήμῃ καὶ γράψαι πρὸς σὲ ἐτόλμησα

    句首的 Ταῦτα(中性复数宾格)受分词 ἐπελθόντα(‘涌上我记忆中的’)修饰,并作为受动词 ἐτόλμησα 支配的不定式 γράψαι 的语义宾语。短语 ἐπέρχομαί τινι(接与格)为表示‘在某人心中/记忆中浮现’的习惯搭配。

  3. 158aΚὰδ δύναμιν δ’ ἕρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν

    引自赫西俄德《工作与时日》第336行。Κὰδ 为介词 κατὰ 在齿音 δ 前的省略与同化形式(κατ- δύναμιν → κὰδ δύναμιν)。不定式 ἕρδειν 用作祈使(命令不定式),意为‘量力向不死诸神奉献祭品’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:43-44