← 朱利安

太阳神赫利俄斯赞歌

§39-40

对罗马政体的恩泽与罗慕路斯的升天

演说者阐述了阿波罗与赫利俄斯对罗马的起源、政体以及道德与宗教秩序的恩泽,论证了罗马奠基者罗慕路斯(奎里努斯)的灵魂源于赫利俄斯,并通过日食重返赫利俄斯身旁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

ὁ δὲ αὐτῷ συμβασιλεύων Ἀπόλλων οὐ πανταχοῦ μὲν ἀνῆκε τῆς γῆς χρηστήρια, σοφίαν δὲ ἔδωκεν ἀνθρώποις ἔνθεον, ἐκόσμησε δὲ ἱεροῖς καὶ πολιτικοῖς τὰς πόλεις θεσμοῖς; οὗτος ἡμέρωσε μὲν διὰ τῶν Ἑλληνικῶν ἀποικιῶν τὰ πλεῖστα τῆς οἰκουμένης, παρεσκεύασε δὲ ῥᾷον ὑπακοῦσαι Ῥωμαίοις ἔχουσι καὶ αὐτοῖς οὐ γένος μόνον Ἑλληνικόν, ἀλλὰ καὶ θεσμοὺς ἱεροὺς καὶ τὴν περὶ τοὺς θεοὺς εὐπιστίαν ἐξ ἀρχῆς εἰς τέλος Ἑλληνικὴν καταστησαμένοις τε καὶ φυλάξασι, πρὸς δὲ τούτοις καὶ τὸν περὶ τὴν πόλιν κόσμον οὐδεμιᾶς τῶν ἄριστα πολιτευσαμένων πόλεων καταστησαμένοις φαυλότερον,1 εἰ μὴ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι γε ἐν χρήσει γεγόνασι πολιτεῖαι, κρείσσονα· ἀνθ’ ὧν οἶμαι καὶ αὐτὸς ἔγνων τὴν πόλιν Ἑλληνίδα γένος τε καὶ πολιτείαν. Τί ἔτι σοι λέγω, πῶς τῆς ὑγιείας καὶ σωτηρίας πάντων προυνόησε τὸν σωτῆρα τῶν ὅλων ἀπογεννήσας Ἀσκληπιόν, ὅπως δὲ ἀρετὴν ἔδωκε παντοίαν Ἀφροδίτην Ἀθηνᾷ συγκαταπέμψας ἡμῖν, κηδεμόνα μόνον οὐχὶ νόμον θέμενος, πρὸς μηδὲν ἕτερον χρῆσθαι τῇ μίξει ἢ πρὸς τὴν γέννησιν τοῦ ὁμοίου;2 διά τοι τοῦτο καὶ κατὰ τὰς περιόδους αὐτοῦ πάντα τὰ φυόμενα καὶ τὰ παντοδαπῶν ζῴων φῦλα κινεῖται πρὸς ἀπογέννησιν τοῦ ὁμοίου. τί χρὴ τὰς ἀκτῖνας αὐτοῦ καὶ τὸ φῶς σεμνῦναι; νὺξ γοῦν ἀσέληνός τε καὶ ἄναστρος ὅπως ἐστὶ φοβερά, ἆρα ἐννοεῖ τις, ἵν’ ἐντεῦθεν, ὁπόσον ἔχομεν ἀγαθὸν ἐξ ἡλίου τὸ φῶς, τεκμήρηται; τοῦτο δὲ αὐτὸ συνεχὲς παρέχων καὶ ἀμεσολάβητον νυκτὶ ἐν οἷς χρὴ τόποις ἀπὸ τῆς σελήνης τοῖς ἄνω, ἐκεχειρίαν ἡμῖν διὰ τῆς νυκτὸς τῶν πόνων δίδωσιν. οὐδὲν ἂν γένοιτο πέρας τοῦ λόγου, εἰ πάντα ἐπεξιέναι τις ἐθελήσειε τὰ τοιαῦτα. ἓν γὰρ οὐδέν ἐστιν ἀγαθὸν κατὰ τὸν βίον, ὃ μὴ παρὰ τοῦ θεοῦ τοῦδε λαβόντες ἔχομεν, ἤτοι παρὰ μόνου τέλειον, ἢ διὰ τῶν ἄλλων θεῶν παρ’ αὐτοῦ τελειούμενον.

与他共同执掌王权的阿波罗,难道不是在普天之下设立了神谕所,将受神启迪的智慧赐予世人,并以神圣而政治的规约整饬了诸城邦吗?这位神明通过希腊人的殖民开辟教化了普世的大部,且使众人更容易顺服于罗马人;而罗马人自身不仅拥有希腊血统,而且从始至终确立并谨守着希腊式的神圣法令与对诸神的虔敬信仰,加之他们为城邦所建立的秩序绝不逊色于任何治理最善的城邦,甚至胜过一切付诸实践的政体;正因如此,我认为我自己也深知罗马这座城邦无论在血统还是在政体上皆是希腊式的。 我何须再向你多言,他是如何通过繁衍出万物的救主阿斯克勒庇俄斯来护佑一切受造者的健康与拯救;又是如何将阿佛洛狄忒同雅典娜一同降赐给我们,从而赋予百般德行,设立近乎法律般的监护准则,使交合除孕育同类之外不得用于任何其他目的?正是为此,依循他的周期运转,一切生发的草木与各类生灵的族群都被驱动去孕育同类。又何须称颂他的光芒与光明?可有人想到,没有月光与星辰的黑夜是何等可怖,以便由此推知,我们自太阳所获得的光明是何等巨大的福祉?太阳将这光明本身在必要的处所持续且不被黑夜阻断地提供给自月亮往上的上方之境,同时借着黑夜赐予我们从劳作中得以歇息的喘息之机。若有人想要遍历这一切事,言辞便永无止境了。因为在我们的生活中,没有一件善事不是我们从这位神明那里领受而拥有的,它们要么仅由他独自完成,要么通过其他神明由他而成全。

§40

Ἡμῖν δέ ἐστιν ἀρχηγὸς καὶ τῆς πόλεως. οἰκεῖ γοῦν αὐτῆς οὐ τὴν ἀκρόπολιν μόνον μετὰ τῆς Ἀθηνᾶς καὶ Ἀφροδίτης Ζεὺς ὁ πάντων πατὴρ ὑμνούμενος, ἀλλὰ καὶ Ἀπόλλων ἐπὶ τῷ Παλλαντίῳ λόφῳ καὶ Ἥλιος αὐτὸς τοῦτο τὸ κοινὸν ὄνομα πᾶσι καὶ γνώριμον. ὅπως δὲ αὐτῷ πάντη καὶ πάντα προσήκομεν οἱ Ῥωμυλίδαι τε καὶ Αἰνεάδαι, πολλὰ ἔχων εἰπεῖν ἐρῶ βραχέα τὰ γνωριμώτατα. γέγονε, φασίν, ἐξ Ἀφροδίτης Αἰνείας, ἥπερ ἐστὶν ὑπουργὸς Ἡλίῳ καὶ συγγενής. αὐτὸν δὲ τὸν κτίστην ἡμῶν τῆς πόλεως Ἄρεως ἡ φήμη παρέδωκε παῖδα, πιστουμένη τὸ παράδοξον τῶν λόγων διὰ τῶν ὕστερον ἐπακολουθησάντων σημείων. ὑπέσχε γὰρ αὐτῷ, φασί, μαζὸν θήλεια λύκος. ἐγὼ δὲ ὅτι μὲν Ἄρης Ἄζιζος λεγόμενος ὑπὸ τῶν οἰκούντων τὴν Ἔμεσαν Σύρων Ἡλίου προπομπεύει, καίπερ εἰδὼς καὶ προειπὼν ἀφήσειν μοι δοκῶ. τοῦ χάριν δὲ ὁ λύκος Ἄρει μᾶλλον, οὐχὶ δὲ Ἡλίῳ προσήκει; καίτοι λυκάβαντά φασιν ἀπὸ τοῦ λύκου τὸν ἐνιαύσιον χρόνον· ὀνομάζει δὲ αὐτὸν οὐχ Ὅμηρος μόνον οὐδὲ οἱ γνώριμοι τῶν Ἑλλήνων τοῦτο τὸ ὄνομα, πρὸς δὲ καὶ ὁ θεός· διανύων γάρ φησιν "Ὀρχηθμῷ λυκάβαντα δυωδεκάμηνα κέλευθα." βούλει οὖν ἔτι σοι φράσω μεῖζον τεκμήριον, ὅτι ἄρα ὁ τῆς πόλεως ἡμῶν οἰκιστὴς οὐχ ὑπ’ Ἄρεως κατεπέμφθη μόνον, ἀλλ’ ἴσως αὐτῷ τῆς μὲν τοῦ σώματος κατασκευῆς συνεπελάβετο3 δαίμων ἀρήιος καὶ γενναῖος, ὁ λεγόμενος ἐπιφοιτῆσαι τῇ Σιλβίᾳ λουτρὰ τῇ θεῷ φερούσῃ, τὸ δὲ ὅλον ἐξ Ἡλίου κατῆλθεν ἡ ψυχὴ τοῦ θεοῦ Κυρίνου· πειστέον γὰρ οἶμαι τῇ φήμῃ. σύνοδος ἀκριβὴς τῶν τὴν ἐμφανῆ κατανειμαμένων βασιλείαν Ἡλίου τε καὶ Σελήνης ὥσπερ οὖν εἰς τὴν γῆν κατήγαγεν, οὕτω καὶ ἀνήγαγεν ὃν ἀπὸ τῆς γῆς ἐδέξατο, τὸ θνητὸν ἀφανίσασα πυρὶ κεραυνίῳ τοῦ σώματος.4 οὕτω προδήλως ἡ τῶν περιγείων δημιουργὸς ὑπὸ αὐτὸν ἄκρως γενομένη τὸν ἥλιον ἐδέξατο εἰς γῆν πεμπόμενον διὰ τῆς Ἀθηνᾶς τῆς Προνοίας τὸν Κυρῖνον, ἀνιπτάμενόν τε αὖθις ἀπὸ γῆς ἐπὶ τὸν βασιλέα τῶν ὅλων ἐπανήγαγεν αὐτίκα Ἥλιον.

此外,对我们而言,他亦是城邦的始祖。无论如何,被颂扬为万物之父的宙斯不仅同雅典娜与阿佛洛狄忒一同居于此城的高丘,阿波罗亦居于帕拉蒂尼山上,而赫利俄斯自身亦以这一众人通用而熟知的名字居于其上。至于我们这些罗慕路斯的后裔与埃涅阿斯的后裔,究竟如何在各方面全然归属于他,我虽有千言万语,却仅愿简述那最为人熟知之事。人们说,埃涅阿斯生自阿佛洛狄忒,而她正是赫利俄斯的副翼与亲族。至于我们城邦的奠基者自身,传闻称他是阿瑞斯之子,并以随之而来的奇征印证了这一匪夷所思的传说;因为人们说,一头母狼曾向他献出乳房。然而,被居住在埃梅萨的叙利亚人称为阿齐佐斯的阿瑞斯实乃赫利俄斯的前驱,此事我虽知晓且此前亦已提及,此刻便略去不论吧。狼究竟因何理由更属于阿瑞斯,而非属于赫利俄斯呢?况且人们依狼之名将一年之期称为‘狼行年’;而不仅是荷马以及希腊的名士以此名呼之,神明自身亦是如此;因为他在运转巡历时说道: ‘以回旋之舞步走完十二个月路径的岁运。’ 那么,你是否希望我向你道出更为重大的明证,表明我们城邦的奠基者绝非仅由阿瑞斯所降遣,而是或许在肉体的构塑上,有一位阿瑞斯式的英勇灵明(相传他在西尔维娅为女神送去沐浴之水时临幸了她)曾从旁襄助,但神圣的奎里努斯的灵魂整体而言乃是自赫利俄斯下降而来的?因为我认为应当相信这一传闻。正如分掌有形王权的赫利俄斯与塞勒涅的精准合相将他降遣至地上,同样地,此种合相以雷火之力消融了他肉体中必死的部分,将这自地上领受之人重新擢升归去。如此昭然,精准来到太阳本身正下方的环地造化之神(月亮),领受了经由深虑之雅典娜被遣往地上的奎里努斯,并在他自大地再度腾飞之时,立即将他引回万物之王赫利俄斯的身旁。

语法注4 条
  1. 39παρεσκεύασε δὲ ῥᾷον ὑπακοῦσαι Ῥωμαίοις ἔχουσι καὶ αὐτοῖς οὐ γένος μόνον Ἑλληνικόν, ἀλλὰ καὶ θεσμοὺς ἱεροὺς καὶ τὴν περὶ τοὺς θεοὺς εὐπιστίαν ἐξ ἀρχῆς εἰς τέλος Ἑλληνικὴν καταστησαμένοις τε καὶ φυλάξασι, πρὸς δὲ τούτοις καὶ τὸν περὶ τὴν πόλιν κόσμον οὐδεμιᾶς τῶν ἄριστα πολιτευσαμένων πόλεων καταστησαμένοις φαυλότερον

    动词 παρεσκεύασε(主语为阿波罗)支配不定式 ὑπακοῦσαι 及与格 Ῥωμαίοις,构成“使(众人)更容易顺服罗马人”的句式。随后出现的一系列与格分词 ἔχουσι、καταστησαμένοις、φυλάξασι 以及 καταστησαμένοις 皆与 Ῥωμαίοις 保持性数格一致并形成并列,详述了罗马人承继与保有希腊血统、神圣法度及卓越政体的实际情形。

  2. 153bκηδεμόνα μόνον οὐχὶ νόμον θέμενος, πρὸς μηδὲν ἕτερον χρῆσθαι τῇ μίξει ἢ πρὸς τὴν γέννησιν τοῦ ὁμοίου

    中动分词 θέμενος 与 νόμον 连用是古希腊语表示“制定法律”的固定短语。副词短语 μόνον οὐχὶ(“几乎”、“差一点就”)修饰充当同位语或形容词性修饰语的 κηδεμόνα(“监护的”、“关照的”),意为“设立近乎法律般的保护性规则”。接续的不定式短语 πρὸς μηδὲν ἕτερον χρῆσθαι... 起说明性(同格)作用,具体界定了该法度所规定的内容。

  3. 154cαὐτῷ τῆς μὲν τοῦ σώματος κατασκευῆς συνεπελάβετο

    复合动词 συνεπιλαμβάνομαι(“协助”、“分担助力”)在此支配表所协助对象的与格(αὐτῷ),以及表参与或协助之领域的属格(τῆς ... κατασκευῆς)。该动词的主语是后文的 δαίμων ἀρήιος。

  4. 154dσύνοδος ἀκριβὴς τῶν τὴν ἐμφανῆ κατανειμαμένων βασιλείαν Ἡλίου τε καὶ Σελήνης ὥσπερ οὖν εἰς τὴν γῆν κατήγαγεν, οὕτω καὶ ἀνήγαγεν ὃν ἀπὸ τῆς γῆς ἐδέξατο, τὸ θνητὸν ἀφανίσασα πυρὶ κεραυνίῳ τοῦ σώματος

    主句的主语是 σύνοδος ἀκριβὴς(“精准的合相”,即日食),阴性分词 ἀφανίσασα 亦与 σύνοδος 一致。通过呼应结构 ὥσπερ οὖν ... οὕτω καὶ ...(“正如……同样……”),罗慕路斯的下降(κατήγαγεν)与飞升(ἀνήγαγεν)均被归因于日相的这一运转。动词 ἀνήγαγεν 的宾语即为其后的关系从句 ὃν ἀπὸ τῆς γῆς ἐδέξατο(“自大地所领受之人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:39-40