- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:36-38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了赫利俄斯在月下生灭之域的统御功用(掌管元素、个体灵魂与气象变化及生命繁衍),随后赞美了他赐予人类的恩惠,包括智慧、天文学的领悟以及通过狄奥尼索斯和缪斯所赐予的同伴之谊。
Καθάπερ οὖν ἐν τοῖς νοεροῖς ἔχειν ἔφαμεν τὴν ἡγεμονίαν Ἥλιον, πολὺ περὶ τὴν ἀμέριστον οὐσίαν ἑαυτοῦ πλῆθος ἑνοειδῶς ἔχοντα τῶν θεῶν, ἔτι δὲ ἐν τοῖς αἰσθητοῖς, ἃ δὴ τὴν κύκλῳ διαιωνίαν πορεύεται μάλα εὐδαίμονα πορείαν, ἀπεδείκνυμεν ἀρχηγὸν καὶ κύριον, ἐνδιδόντα μὲν τὸ γόνιμον τῇ φύσει, πληροῦντα δὲ τὸν ὅλον οὐρανὸν ὥσπερ τῆς φαινομένης αὐγῆς οὕτω δὲ καὶ μυρίων ἀγαθῶν ἀφανῶν ἄλλων, τελειούμενα δὲ ἐξ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἄλλων ἐμφανῶν θεῶν ἀγαθὰ χορηγούμενα, καὶ πρό γε τούτων αὐτοὺς ἐκείνους ὑπὸ τῆς ἀπορρήτου καὶ θείας αὐτοῦ τελειουμένους ἐνεργείας·1 οὕτω δὲ καὶ περὶ τὸν ἐν γενέσει τόπον θεούς τινας ἐπιβεβηκέναι νομιστέον ὑπὸ τοῦ βασιλέως Ἡλίου συνεχομένους, οἳ τὴν τετραπλῆν τῶν στοιχείων κυβερνῶντες φύσιν, περὶ ἃς ἐστήρικται ταῦτα ψυχὰς2 μετὰ τῶν τριῶν κρειττόνων ἐνοικοῦσι γενῶν. αὐταῖς δὲ ταῖς μερισταῖς ψυχαῖς ὅσων ἀγαθῶν ἐστιν αἴτιος, κρίσιν τε αὐταῖς προτείνων καὶ δίκῃ κατευθύνων καὶ ἀποκαθαίρων λαμπρότητι; τὴν ὅλην δὲ οὐχ οὗτος φύσιν, ἐνδιδοὺς ἄνωθεν αὐτῇ τὸ γόνιμον, κινεῖ καὶ ἀναζωπυρεῖ; ἀλλὰ καὶ ταῖς μερισταῖς φύσεσιν οὐ τῆς εἰς τέλος πορείας οὗτός ἐστιν ἀληθῶς αἴτιος; ἄνθρωπον γὰρ ὑπὸ ἀνθρώπου γεννᾶσθαί φησιν Ἀριστοτέλης καὶ ἡλίου. ταὐτὸν δὴ οὖν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὅσα τῶν μεριστῶν ἐστι φύσεων ἔργα, περὶ τοῦ βασιλέως Ἡλίου προσήκει διανοεῖσθαι. τί δέ; οὐχ ἡμῖν ὄμβρους καὶ ἀνέμους καὶ τὰ ἐν τοῖς μεταρσίοις γινόμενα τῷ διττῷ τῆς ἀναθυμιάσεως οἷον ὕλῃ χρώμενος ὁ θεὸς οὗτος ἐργάζεται; θερμαίνων γὰρ τὴν γῆν ἀτμίδα καὶ καπνὸν ἕλκει, γίνεται δὲ ἐκ τούτων οὐ τὰ μετάρσια μόνον, ἀλλὰ καὶ ὅσα ἐπὶ γῆς πάθη, σμικρὰ καὶ μεγάλα.
正如我们曾说过,赫利俄斯在理智诸神中居于统驭地位,以单一体的样态在其不可分的实体周围统领着数量众多的诸神;正如我们曾表明,在那些确实沿圆周作永恒而极度福乐之运行的感觉诸神之中,他是始创者与主宰,向自然赋予繁衍的能力,不仅以可见的光芒,亦以无数其他不可见的福祉充溢整个天穹,且由其他显现的诸神所供应的福祉皆由他而成全,甚至在此之前,这些诸神自身亦由他玄妙而神圣的活动而成全;同样,我们也应当认为,在生灭之域亦有一些神明由王者赫利俄斯维系着而临其上,他们掌管着四大元素的自然,并与三个更高级的等阶一同居于这些元素所依凭的灵魂之中。而对于那些被分划的灵魂本身,赫利俄斯向他们施以审判,以正义导正他们,并以其光辉涤净他们,他是何等浩大福祉的原因啊!难道不正是他自上方赋予其繁衍的能力,从而推动并复苏了整个自然?不仅如此,难道他不是被分划之诸自然走向成全之途的真正原因吗?因为亚里士多德说,人由人与太阳所生。因此,对于属于被分划之诸自然造化的一切其他事物,也理当同样如此看待王者赫利俄斯。还有,难道不是这位神明将双重上升的蒸气作为质料,从而为我们造就了雨水、风以及在高空产生的一切现象吗?因为他加热大地,汲取湿气与烟气,由这些不仅产生了高空气象,而且产生了地上一切或大或小的变动。
Τί οὖν περὶ τῶν αὐτῶν ἐπέξειμι μακρότερα, ἐξὸν ἐπὶ τὸ πέρας ἤδη βαδίζειν3 ὑμνήσαντα πρότερον ὅσα ἔδωκεν ἀνθρώποις Ἥλιος ἀγαθά; γινόμενοι γὰρ ἐξ αὐτοῦ τρεφόμεθα παρ’ ἐκείνου. τὰ μὲν οὖν θειότερα καὶ ὅσα ταῖς ψυχαῖς δίδωσιν ἀπολύων αὐτὰς τοῦ σώματος, εἶτα ἐπανάγων ἐπὶ τὰς τοῦ θεοῦ συγγενεῖς οὐσίας, καὶ τὸ λεπτὸν καὶ εὔτονον τῆς θείας αὐγῆς οἷον ὄχημα τῆς εἰς τὴν γένεσιν ἀσφαλοῦς διδόμενον καθόδου ταῖς ψυχαῖς ὑμνείσθω τε ἄλλοις ἀξίως καὶ ὑφ’ ἡμῶν πιστευέσθω μᾶλλον ἢ δεικνύσθω· τὰ δὲ ὅσα γνώριμα πέφυκε τοῖς πᾶσιν οὐκ ὀκνητέον ἐπεξελθεῖν.
既然在先行颂赞了赫利俄斯赐予人类的一切福祉之后,本可径直走向尾声,我为何还要就同样的事情作更冗长的论述呢?因为我们生自于他,由他养育。至于更具神性的事情,以及他在将灵魂从肉体中解脱、继而引导它们上升至与神同类的实体时所赐予灵魂的事物,还有那作为灵魂安全降入生灭之载具而赐予它们的神光之精纯强固之力,且由他人去作当之无愧的颂扬,而我们宁可信奉而不去强求论证;至于那些天生为众人所熟知的事物,我们则决不应怠于阐述。
οὐρανόν φησι Πλάτων ἡμῖν γενέσθαι σοφίας διδάσκαλον. ἐνθένδε γὰρ ἀριθμοῦ κατενοήσαμεν φύσιν, ἧς τὸ διαφέρον οὐκ ἄλλως ἢ διὰ τῆς ἡλίου περιόδου κατενοήσαμεν. φησί τοι καὶ αὐτὸς Πλάτων ἡμέραν καὶ νύκτα πρότερον. εἶτα ἐκ τοῦ φωτὸς τῆς σελήνης, ὃ δὴ δίδοται τῇ θεῷ ταύτῃ παρ’ ἡλίου, μετὰ τοῦτο προήλθομεν ἐπὶ πλέον τῆς τοιαύτης συνέσεως, ἁπανταχοῦ τῆς πρὸς τὸν θεὸν τοῦτον στοχαζόμενοι συμφωνίας. ὅπερ αὐτός πού φησιν, ὡς ἄρα τὸ γένος ἡμῶν ἐπίπονον ὂν φύσει θεοὶ ἐλεήσαντες ἔδωκαν ἡμῖν τὸν Διόνυσον καὶ τὰς Μούσας συγχορευτάς. ἐφάνη δὲ ἡμῖν Ἥλιος τούτων κοινὸς ἡγεμών, Διονύσου μὲν πατὴρ ὑμνούμενος, ἡγεμὼν δὲ Μουσῶν.
柏拉图说,天穹成为了我们智慧的导师。因为正是由此我们理解了数的本质,而对于数的差异,我们唯有通过太阳的周期运行方能加以领会。柏拉图自己就说过,首先是昼与夜使然。接着,由太阳赐予月亮女神的光芒,我们在此之后于这种领悟上更进一步,处处都在寻求与这位神明的和谐一致。正如他自己在某处所言:诸神怜悯我们天生劳碌的族类,将狄奥尼索斯与缪斯作为共同起舞者赐予了我们。而在我们看来,赫利俄斯正是他们共同的统领,他一方面被颂扬为狄奥尼索斯之父,另一方面被颂扬为缪斯之首。
- 151bτελειούμενα δὲ ἐξ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἄλλων ἐμφανῶν θεῶν ἀγαθὰ χορηγούμενα, καὶ πρό γε τούτων αὐτοὺς ἐκείνους ὑπὸ τῆς ἀπορρήτου καὶ θείας αὐτοῦ τελειουμένους ἐνεργείας
由前文动词 ἀπεδείκνυμεν(“我们曾表明”)所管辖的宾语分词结构的延伸。与前文的“[Ἥλιον] ἐνδιδόντα μὲν... πληροῦντα δὲ...”相呼应,此处将中性被动分词 τελειούμενα(修饰由其他可见诸神供应的“τὰ... ἀγαθά”)与阳性宾格分词 τελειουμένους(修饰诸神自身“αὐτοὺς ἐκείνους”)并列,展示出赫利俄斯不仅成全诸神赐予的福祉,更成全诸神本身。
- 151cπερὶ ἃς ἐστήρικται ταῦτα ψυχὰς
先行词内化(incorporation)进入关系从句的语序倒装。其底层的句法结构为 ἐνοικοῦσι [ταύταις] ταῖς ψυχαῖς περὶ ἃς ἐστήρικται ταῦτα(“居于这些元素所依凭的灵魂之中”);先行词 ταῖς ψυχαῖς 被吸收入关系从句并受关系代词 ἅς 吸引而呈宾格 ψυχάς。ταῦτα 指代四大元素,作为从句的主语。
- 152aἐξὸν ἐπὶ τὸ πέρας ἤδη βαδίζειν
由非人称动词 ἔξεστι(“许可/可能”)的中性单数宾格分词构成的宾格绝对结构(accusativus absolutus)。在此处充当让步状语从句,意为“尽管本可以直接走向结尾”。
