- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 1. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:31-35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论述了赫利俄斯将众神的大军托付给先见雅典娜,并详细阐明了雅典娜、阿芙洛狄忒以及埃梅萨神学中的莫尼莫斯与阿齐佐斯作为赫利俄斯的辅佐在宇宙中所发挥的作用与恩赐。
τὴν δὲ τοσαύτην στρατιὰν τῶν θεῶν εἰς μίαν ἡγεμονικὴν ἕνωσιν συντάξας Ἀθηνᾷ Προνοίᾳ παρέδωκεν, ἣν ὁ μὲν μῦθός φησιν ἐκ τῆς τοῦ Διὸς γενέσθαι κορυφῆς, ἡμεῖς δὲ ὅλην ἐξ ὅλου τοῦ βασιλέως Ἡλίου προβληθῆναι συνεχομένην ἐν αὐτῷ, ταύτῃ διαφέροντες τοῦ μύθου, ὅτι μὴ ἐκ τοῦ ἀκροτάτου μέρους, ὅλην δὲ ἐξ ὅλου·1 ἐπεὶ τἆλλά γε οὐδὲν διαφέρειν Ἡλίου Δία νομίζοντες ὁμολογοῦμεν τῇ παλαιᾷ φήμῃ. καὶ τοῦτο δὲ αὐτὸ Πρόνοιαν Ἀθηνᾶν λέγοντες οὐ καινοτομοῦμεν, εἴπερ ὀρθῶς ἀκούομεν· "Ἵκετο δ’ ἐς Πυθῶνα καὶ ἐς Γλαυκῶπα Προνοίην." οὕτως ἄρα καὶ τοῖς παλαιοῖς ἐφαίνετο Ἀθηνᾶ Πρόνοια σύνθρονος Ἀπόλλωνι τῷ νομιζομένῳ μηδὲν Ἡλίου διαφέρειν. μή ποτε οὖν καὶ θείᾳ μοίρᾳ τοῦτο Ὅμηρος·2 ἦν γάρ, ὡς εἰκός, θεόληπτος· ἀπεμαντεύσατο πολλαχοῦ τῆς ποιήσεως· "Τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων," ὑπὸ Διὸς δήπουθεν, ὅσπερ ἐστὶν ὁ αὐτὸς Ἡλίῳ;
在将如此庞大的神明军旅整合成一个统御性的统一体之后,他将其托付给了先见雅典娜。虽然神话宣称她生自宙斯的头顶,我们却主张她完全是由王者赫利俄斯的全体所流布出来的,并内在于他自身之中;我们与神话的区别仅仅在于:她并非出自最高部位,而是全体出自全体。因为在其他方面,我们既然认为宙斯与赫利俄斯毫无二致,便与古老的传闻一致。而且,当我们把雅典娜称为“先见”时,也并非在标新立异,倘若我们所听闻的诗句确实正确: “他来到了皮托,来到了明眸先见之处。” 由此可见,在古人看来,先见雅典娜也是与阿波罗共坐同位的,而阿波罗被认为与赫利俄斯毫无差别。难道荷马不也是凭着神意的注定——因为正如人们所料,他是受神感召的——在其诗篇多处作出了这样的神谕般的预言吗: “但愿我受人敬重,如同雅典娜和阿波罗受人敬重一样,” ——当然是被宙斯所敬重,而宙斯岂不正是赫利俄斯自身?
καθάπερ δ’ ὁ βασιλεὺς Ἀπόλλων ἐπικοινωνεῖ διὰ τῆς ἁπλότητος τῶν νοήσεων Ἡλίῳ, οὕτω δὲ καὶ τὴν Ἀθηνᾶν νομιστέον ἀπ’ αὐτοῦ παραδεξαμένην τὴν οὐσίαν οὖσάν τε αὐτοῦ τελείαν νόησιν συνάπτειν μὲν τοὺς περὶ τὸν Ἥλιον θεοὺς αὖ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ δίχα συγχύσεως εἰς ἕνωσιν, αὐτὴν δὲ τὴν ἄχραντον καὶ καθαρὰν ζωὴν ἀπ’ ἄκρας ἁψῖδος οὐρανοῦ διὰ τῶν ἑπτὰ κύκλων ἄχρι τῆς Σελήνης νέμουσαν ἐποχετεύειν,3 ἣν ἡ θεὸς ἥδε τῶν κυκλικῶν οὖσαν σωμάτων ἐσχάτην ἐπλήρωσε τῆς φρονήσεως, ὑφ’ ἧς ἡ Σελήνη τά τε ὑπὲρ τὸν οὐρανὸν θεωρεῖ νοητὰ καὶ τὰ ὑφ’ ἑαυτὴν κοσμοῦσα τὴν ὕλην τοῖς εἴδεσιν ἀναιρεῖ τὸ θηριῶδες αὐτῆς καὶ ταραχῶδες καὶ ἄτακτον. ἀνθρώποις δὲ ἀγαθὰ δίδωσιν Ἀθηνᾶ σοφίαν τό τε νοεῖν καὶ τὰς δημιουργικὰς τέχνας. κατοικεῖ δὲ τὰς ἀκροπόλεις αὕτη δήπουθεν καταστησαμένη τὴν πολιτικὴν διὰ σοφίας κοινωνίαν.
正如王者阿波罗通过其理智思维的纯一性而与赫利俄斯相通,我们也应当同样认为:雅典娜从赫利俄斯那里承受了其实体,并且作为他完满的理智思维,一方面毫无混淆地将环绕赫利俄斯的诸神与万有之王赫利俄斯重新结合为一个统一体;另一方面,则将那无玷而纯净的生命从天穹的至高顶峰通过七个天球分发并引导直至月亮。这位女神使身为诸天球中最末一位的月亮充满了明智,由于受到这种明智的指引,月亮既观照天界之上的可知实在,又以形式去秩序化其下的质料,从而消除其野蛮、动荡和无序的本质。雅典娜还赋予人类以诸般美善之物:智慧、理智领悟力以及创造性的技艺;在通过智慧建立了城邦政治共同体之后,她自然居住在卫城之巅。
ὀλίγα ἔτι περὶ Ἀφροδίτης, ἣν συνεφάπτεσθαι τῆς δημιουργίας τῷ θεῷ Φοινίκων ὁμολογοῦσιν οἱ λόγιοι, καὶ ἐγὼ πείθομαι. ἔστι δὴ οὖν αὕτη σύγκρασις τῶν οὐρανίων θεῶν, καὶ τῆς ἁρμονίας αὐτῶν ἔτι φιλία καὶ ἕνωσις. Ἡλίου γὰρ ἐγγὺς οὖσα καὶ συμπεριθέουσα καὶ πλησιάζουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, προμηθουμένη καὶ αὐτὴ τῆς ἀειγενεσίας τῶν ζῴων, ἧς ὁ μὲν βασιλεὺς Ἥλιος ἔχει τὴν πρωτουργὸν αἰτίαν, Ἀφροδίτη δὲ αὐτῷ συναίτιος, ἡ θέλγουσα μὲν τὰς ψυχὰς ἡμῶν σὺν εὐφροσύνῃ, καταπέμπουσα δὲ εἰς γῆν ἐξ αἰθέρος αὐγὰς ἡδίστας καὶ ἀκηράτους αὐτοῦ τοῦ χρυσίου στιλπνοτέρας.
关于阿芙洛狄忒还要再说几句,腓尼基的博学之士一致认为她在造化之功上协助这位神明,我也对此信服。因此,她是天界诸神的调和,更是他们和谐运作中的友爱与统合。因为她居于赫利俄斯之侧,与他偕同运行、彼此接近,便使天空充满适度的调和,赋予大地以生育的力量,并亲自眷顾生物的长存流传。对此,王者赫利俄斯持有首要动因,而阿芙洛狄忒则是其协同之因;她以欣悦陶冶我们的灵魂,并从以太向大地倾注极其甘美、纯洁无瑕、比黄金本身更为明亮的光辉。
ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας·4 εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ’ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ.
我还想从腓尼基人的神学中稍作增补;这是否并非徒劳,随后的论述自会表明。居住在埃梅萨——自古便是赫利俄斯的圣地——的人们,将莫尼莫斯和阿齐佐斯与他共同供奉于宝座之上。伊安布利柯——其余一切我们也都是从他那里汲取的,只是从众多之中仅取了微末——指出这是一种隐喻:莫尼莫斯即赫尔墨斯,阿齐佐斯即阿瑞斯,二者作为赫利俄斯的辅佐之神,将诸多福祉源源不断地输送至环绕大地的处所。
Τὰ μὲν οὖν περὶ τὸν οὐρανὸν ἔργα τοῦ θεοῦ τοιαῦτά ἐστι, καὶ διὰ τούτων ἐπιτελούμενα μέχρι τῶν τῆς γῆς προήκει τελευταίων ὅρων· ὅσα δὲ ὑπὸ τὴν Σελήνην ἐργάζεται, μακρὸν ἂν εἴη τὰ πάντα ἀπαριθμεῖσθαι. πλὴν ὡς ἐν κεφαλαίῳ καὶ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ἔγωγε καὶ πρότερον μνημονεύσας, ὁπηνίκα ἠξίουν ἐκ τῶν φαινομένων τὰ ἀφανῆ περὶ τῆς τοῦ θεοῦ σκοπεῖν οὐσίας, ὁ λόγος δὲ ἀπαιτεῖ με καὶ νῦν ἐν τάξει περὶ αὐτῶν δηλῶσαι.
这位神明在天界的作为固然如此,并通过这些神明得以贯彻,延伸至大地的最终边界;然而至于他在月下世界所造就的一切,若要全数罗列则未免过于冗长。不过,这些也必须概括地予以陈述。我自知早先在主张应当从可见现象来考察关于神之实体的不可见之物时就曾提及这些,但论证的理路要求我现在依序将它们一一阐明。
- 149bὅτι μὴ ἐκ τοῦ ἀκροτάτου μέρους, ὅλην δὲ ἐξ ὅλου
由表示原因与解释的连词 ὅτι 引导的分句,省略了前文出现的动词不定式 προβληθῆναι。该 ὅτι 分句具体解释了表示方面的与格 ταύτῃ(“在这一方面不同,即……”)。
- 149cμή ποτε οὖν καὶ θείᾳ μοίρᾳ τοῦτο Ὅμηρος
μή ποτε 是表示委婉断定或揣测的惯用句式(“难道荷马不也是……吗?”)。句中插入了说明性分句 ἦν γάρ, ὡς εἰκός, θεόληπτος,随后接续主句动词 ἀπεμαντεύσατο。
- 149cοὕτω δὲ καὶ τὴν Ἀθηνᾶν νομιστέον ἀπ’ αὐτοῦ παραδεξαμένην τὴν οὐσίαν οὖσάν τε αὐτοῦ τελείαν νόησιν συνάπτειν μὲν ... ἐποχετεύειν
基本骨架是由非人称动形容词 νομιστέον(应当认为)支配宾格主语 τὴν Ἀθηνᾶν,并引出两个并列的不定词:συνάπτειν μὲν 和 ἐποχετεύειν。分词 παραδεξαμένην 和 οὖσαν 与 Ἀθηνᾶν 一致,修饰主语的本质属性。
- 150cἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας
动词 ἐπιμετρέω(追加给予、另行添入)支配部分属格 τῆς Φοινίκων θεολογίας(“腓尼基人神学的一部分”),意为“想要从腓尼基人的神学中再作增添”。
