← 朱利安

太阳神赫利俄斯赞歌

§27-30

无星天上的赫利俄斯与黄道宇宙秩序

尤利安提及秘传教义,即赫利俄斯的圆盘位于无星天球上统摄三个宇宙的中心,并阐明他如何通过黄道圈的细分生成三十六重力量与四季,从而使万物各得完满。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27

Ἀλλ’ ἵνα μὴ πλείω περὶ τῶν αὐτῶν λέγων διατρίβω, τὰς τροπὰς ἐργαζόμενος, ὥσπερ ἴσμεν, πατὴρ ὡρῶν ἐστιν, οὐκ ἀπολείπων δὲ οὐδαμῶς τοὺς πόλους Ὠκεανὸς ἂν εἴη, διπλῆς ἡγεμὼν οὐσίας. μῶν ἀσαφές τι καὶ τοῦτο λέγομεν, ἐπείπερ πρὸ ἡμῶν αὐτὸ καὶ Ὅμηρος ἔφη· "Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται," θνητῶν τε θεῶν θ’, ὡς ἂν αὐτὸς φαίη, μακάρων; ἀληθῶς. ἓν γὰρ τῶν πάντων οὐδέν ἐστιν, ὃ μὴ τῆς Ὠκεανοῦ πέφυκεν οὐσίας ἔκγονον. ἀλλὰ τί τοῦτο πρὸς τοὺς πόλους; βούλει σοι φράσω; καίτοι σιωπᾶσθαι κρεῖσσον ἦν· εἰρήσεται δὲ ὅμως.

然而,为了不至于在同一问题上多言耗时:正如我们所知,他由于产生二至与二分点而成为时序之父;而由于绝不脱离两极,他便应是执掌双重实体的俄刻阿诺斯。难道我们所说的这话有何晦涩之处吗?毕竟荷马在我们之前就曾说过: “俄刻阿诺斯,他成了万物生成的源头,” 正如荷马自己所言,既是凡人的源头,也是福乐神明的源头。确乎如此;因为在万物之中,没有一样不是本性上出自俄刻阿诺斯实体的后裔。然而,这与两极又有何相干?你希望我告诉你吗?虽然保持缄默本更为妥当,但无论如何还是要说一说。

§28

Λέγεται γοῦν, εἰ καὶ μὴ πάντες ἑτοίμως ἀποδέχονται, ὁ δίσκος ἐπὶ τῆς ἀνάστρου φέρεσθαι πολὺ τῆς ἀπλανοῦς ὑψηλότερος·1 καὶ οὕτω δὴ τῶν μὲν πλανωμένων οὐχ ἕξει τὸ μέσον, τριῶν δὲ τῶν κόσμων κατὰ τὰς τελεστικὰς ὑποθέσεις, εἰ χρὴ τὰ τοιαῦτα καλεῖν ὑποθέσεις, ἀλλὰ μὴ ταῦτα μὲν δόγματα, τὰ δὲ τῶν σφαιρικῶν ὑποθέσεις. οἱ μὲν γὰρ θεῶν ἢ δαιμόνων μεγάλων δή τινων ἀκούσαντές φασιν, οἱ δὲ ὑποτίθενται τὸ πιθανὸν ἐκ τῆς πρὸς τὰ φαινόμενα συμφωνίας. αἰνεῖν μὲν οὖν ἄξιον καὶ τούσδε, πιστεύειν δὲ ἐκείνοις ὅτῳ βέλτιον εἶναι δοκεῖ, τοῦτον2 ἐγὼ παίζων καὶ σπουδάζων ἄγαμαί τε καὶ τεθαύμακα. καὶ ταῦτα μὲν δὴ ταύτῃ, φασί.

总归有这样一种说法,即便并非所有人都轻易接受:太阳的圆盘乃是在无星天球上运行,其位置远高于恒星天球;由此看来,按照密仪教义的假说,他所占据的中位并非行星的中位,而是三个宇宙的中位——如果此类见解应当被称为假说,而不是把它们视为确凿教条、反把天体运行论者的说法称为假说的话。因为前者是亲耳听闻神明或某些伟大的神灵之后才如此宣称,而后者则是根据与可见现象的一致性来假设合情合理之说。固然值得赞扬后者,但至于那认为相信前者更为优越之人,无论庄谐,我都对他由衷倾佩和惊叹。诚如人们所言,“且让这些事就照这样吧”。

§29

Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὓς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν.

此外,在我所说的那些之外,天空周围还有众多的神明,那些不是心不在焉、也不是如牲畜般观望天空的人们已经认识到了他们。因为他通过黄道圈与这三个圈层各自的交涉将它们四等分,进而又将这一黄道圈划分为十二股神圣力量,而且进一步将其中每一股划分为三,从而构成了三十六重力量。依我之见,由此自上天降临于我们的,乃是来自诸圈层的美惠女神的三重馈赠;这位神明通过将这些圈层四等分,散发出四时时序的光辉,而这些时序正掌握着季节的转折点。地上的美惠女神们通过其雕像亦模仿着圆环。而狄奥尼索斯则是恩惠的赐予者,据说他与赫利俄斯同居王位、合为一体。

§30

τί οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἆλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν3 ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λήξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ, τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται.

那么,我又何必再向你提及荷鲁斯以及诸神的其他名称呢?它们全都是属于赫利俄斯的。因为人们是从这位神明所成就的功业中认识了这位神明:他以理智的福祉使整个天空臻于至善,并赋予其可知的美好;人们正是以此为起点,通过神明对诸般福祉的丰盛恩赐,认识了他自身全体及其各部分。因为他统摄着直至宇宙最低等位阶的一切运动;无论是自然、灵魂,还是任何存在之物,他在各处将这一切全部成就完满。

语法注3 条
  1. 148aὁ δίσκος ἐπὶ τῆς ἀνάστρου φέρεσθαι πολὺ τῆς ἀπλανοῦς ὑψηλότερος

    这是动词 λέγεται 的人称句构(而非无人称的不定式复合宾语结构):主语 ὁ δίσκος 呈主格,φέρεσθαι 为不定式,谓语形容词 ὑψηλότερος 亦随主语 δίσκος 保持阳性单数主格。比较级 ὑψηλότερος 支配表示比较对象的属格 τῆς ἀπλανοῦς(恒星天球),程度则由副词性中性宾格 πολὺ 修饰。

  2. 148bπιστεύειν δὲ ἐκείνοις ὅτῳ βέλτιον εἶναι δοκεῖ, τοῦτον

    关系从句 ὅτῳ βέλτιον εἶναι δοκεῖ(其中不定关系代词 ὅτῳ 作无人称动词 δοκεῖ 的体验者与格)置于主句指示代词先行词 τοῦτον 之前。全句骨架为:“凡认为相信前者更为优越之人,我便赞赏此人”,前置的不定式短语 πιστεύειν δὲ ἐκείνοις 在逻辑上作为 δοκεῖ 所支配的判断内容的主语。

  3. 148dσυνῆκαν γὰρ ἅνθρωποι ... ἀρξάμενοί τε ἐκεῖθεν

    主句的主语 ἅνθρωποι 与动词 συνῆκαν 支配着复数主格阳性分词 ἀρξάμενοί。夹在其中的单数分词 τελειωσάμενος 和 μεταδούς(阳性单数主格)则与从句 ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται 中的主语 ὁ θεὸς ὅδε 保持一致,用于说明神圣造化活动的方式。尽管两个不同主语的主格分词交织在一起,ἀρξάμενοί 仍准确地修饰人类这一主体及其认知过程(συνῆκαν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:27-30