← 朱利安

太阳神赫利俄斯赞歌

§25-26

可见天界的创生与赫利俄斯居中之座

讲者从赫利俄斯先于宇宙的本性转向论述其在可见天界的造化功业,阐释了赫利俄斯居于天宇中央的位所、行星的和谐运动、天球的五个圈层,并借助狄奥斯库洛伊神话对回归线与昼夜划分作出了天文学式的阐发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

τὴν μὲν οὖν προκόσμιον οὐσίαν τοῦ θεοῦ δυνάμεις τε αὐτοῦ καὶ ἔργα τὸν βασιλέα τῶν ὅλων ὑμνοῦντες Ἥλιον, ἐφ’ ὅσον ἡμῖν οἷόν τε ἦν ἐφικέσθαι τῆς περὶ αὐτὸν εὐφημίας σπεύδοντες, διεληλύθαμεν. ἐπεὶ δὲ ὄμματα, φησίν, ἀκοῆς ἐστι πιστότερα, καίτοι τῆς νοήσεως ὄντα γε ἀπιστότερα καὶ ἀσθενέστερα, φέρε καὶ περὶ τῆς ἐμφανοῦς αὐτοῦ δημιουργίας αἰτησάμενοι παρ’ αὐτοῦ τὸ μετρίως εἰπεῖν πειραθῶμεν.

至此,我们颂扬着统治万物的赫利俄斯王,在我们力所能及的范围内竭尽全力赞美神明,已经论述了神在宇宙之前的先在实体、他的诸般力量及其功业。然而,正如人们所说,眼睛比耳朵更值得信赖——尽管与理智认知相比,眼睛诚然更不可靠也更为羸弱——来吧,让我们向他祈求适度言说的能力,并尝试论述他在可见世界的创造。

§26

Ὑπέστη μὲν οὖν περὶ αὐτὸν ὁ φαινόμενος ἐξ αἰῶνος κόσμος, ἕδραν δὲ ἔχει τὸ περικόσμιον φῶς ἐξ αἰῶνος, οὐχὶ νῦν μέν, τότε δὲ οὔ, οὐδὲ ἄλλοτε ἄλλως, ἀεὶ δὲ ὡσαύτως. ἀλλ’ εἴ τις ταύτην τὴν διαιώνιον φύσιν ἄχρις ἐπινοίας ἐθελήσειε χρονικῶς κατανοῆσαι, τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἀθρόως καταλάμποντα ῥᾷστα ἂν γνοίη, πόσων αἴτιός ἐστι δι’ αἰῶνος ἀγαθῶν τῷ κόσμῳ. οἶδα μὲν οὖν καὶ Πλάτωνα τὸν μέγαν καὶ μετὰ τοῦτον ἄνδρα τοῖς χρόνοις, οὔτι μὴν τῇ φύσει καταδεέστερον· τὸν Χαλκιδέα φημί, τὸν Ἰάμβλιχον· ὃς ἡμᾶς τά τε ἄλλα περὶ τὴν φιλοσοφίαν καὶ δὴ καὶ ταῦτα διὰ τῶν λόγων ἐμύησεν, ἄχρις ὑποθέσεως τῷ γεννητῷ προσχρωμένους καὶ οἱονεὶ χρονικήν τινα τὴν ποίησιν ὑποτιθεμένους,1 ἵνα τὸ μέγεθος τῶν παρ’ αὐτοῦ γινομένων ἔργων ἐπινοηθείη. πλὴν ἀλλ’ ἔμοιγε τῆς ἐκείνων ἀπολειπομένῳ παντάπασι δυνάμεως οὐδαμῶς ἐστι παρακινδυνευτέον, ἐπείπερ ἀκίνδυνον οὐδὲ αὐτὸ τὸ μέχρι ψιλῆς ὑποθέσεως χρονικήν τινα περὶ τὸν κόσμον ὑποθέσθαι ποίησιν ὁ κλεινὸς ἥρως ἐνόμισεν Ἰάμβλιχος. πλὴν ἀλλ’ ἐπείπερ ὁ θεὸς ἐξ αἰωνίου προῆλθεν αἰτίας, μᾶλλον δὲ προήγαγε πάντα ἐξ αἰῶνος, ἀπὸ τῶν ἀφανῶν τὰ φανερὰ βουλήσει θείᾳ καὶ ἀρρήτῳ τάχει καὶ ἀνυπερβλήτῳ δυνάμει πάντα ἀθρόως ἐν τῷ νῦν ἀπογεννήσας χρόνῳ, ἀπεκληρώσατο μὲν οἷον οἰκειοτέραν ἕδραν τὸ μέσον οὐρανοῦ,2 ἵνα πανταχόθεν ἴσα διανέμῃ τἀγαθὰ τοῖς ὑπ’ αὐτοῦ καὶ σὺν αὐτῷ προελθοῦσι θεοῖς, ἐπιτροπεύῃ δὲ τὰς ἑπτὰ καὶ τὴν ὀγδόην οὐρανοῦ κυκλοφορίαν, ἐνάτην τε οἶμαι δημιουργίαν τὴν ἐν γενέσει καὶ φθορᾷ συνεχεῖ διαιωνίως ἀνακυκλουμένην γένεσιν. οἵ τε γὰρ πλάνητες εὔδηλον ὅτι περὶ αὐτὸν χορεύοντες μέτρον ἔχουσι τῆς κινήσεως τὴν πρὸς τὸν θεὸν τόνδε τοιάνδε περὶ τὰ σχήματα συμφωνίαν, ὅ τε ὅλος οὐρανὸς αὐτῷ κατὰ πάντα συναρμοζόμενος ἑαυτοῦ τὰ μέρη θεῶν ἐστιν ἐξ Ἡλίου πλήρης. ἔστι γὰρ ὁ θεὸς ὅδε πέντε μὲν κύκλων ἄρχων κατ’ οὐρανόν, τρεῖς δὲ ἐκ τούτων ἐπιὼν ἐν τρισὶ τρεῖς γεννᾷ τὰς χάριτας· οἱ λειπόμενοι δὲ μεγάλης ἀνάγκης εἰσὶ πλάστιγγες. ἀξύνετον ἴσως λέγω τοῖς Ἕλλησιν, ὥσπερ δέον μόνον τὰ συνήθη καὶ γνώριμα λέγειν· οὐ μὴν οὐδὲ τοῦτό ἐστιν, ὡς ἄν τις ὑπολάβοι, παντελῶς ξένον. οἱ Διόσκουροι τίνες ὑμῖν εἰσιν, ὦ σοφώτατοι καὶ ἀβασανίστως τὰ πολλὰ παραδεχόμενοι; οὐχ ἑτερήμεροι λέγονται, διότι μὴ θέμις ὁρᾶσθαι τῆς αὐτῆς ἡμέρας; ὑμεῖς ὅπως ἀκούετε εὔδηλον ὅτι τῆς χθὲς καὶ τήμερον. εἶτα τί νοεῖ τοῦτο, πρὸς αὐτῶν τῶν Διοσκούρων; ἐφαρμόσωμεν αὐτὸ φύσει τινὶ καὶ πράγματι, κενὸν ἵνα μηδὲν μηδὲ ἀνόητον λέγωμεν. ἀλλ’ οὐκ ἂν εὕροιμεν ἀκριβῶς ἐξετάζοντες· οὐδὲ γὰρ ὡς ὑπέλαβον εἰρῆσθαί τινες πρὸς τῶν θεολόγων ἡμισφαίρια τοῦ παντὸς τὰ δύο λόγον ἔχει τινά· πῶς γάρ ἐστιν ἑτερήμερον αὐτῶν ἕκαστον οὐδὲ ἐπινοῆσαι ῥᾴδιον, ἡμέρας ἑκάστης ἀνεπαισθήτου τῆς κατὰ τὸν φωτισμὸν αὐτῶν παραυξήσεως γινομένης. σκεψώμεθα δὲ νῦν ὑπὲρ ὧν αὐτοὶ καινοτομεῖν ἴσως τῳ δοκοῦμεν. τῆς αὐτῆς ἡμέρας ἐκεῖνοι μετέχειν ὀρθῶς ἂν ῥηθεῖεν, ὁπόσοις3 ἴσος ἐστὶν ὁ τῆς ὑπὲρ γῆν ἡλίου πορείας χρόνος ἐν ἑνὶ καὶ τῷ αὐτῷ μηνί. ὁράτω τις οὖν, εἰ μὴ τὸ ἑτερήμερον τοῖς κύκλοις ἐφαρμόζει τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. ὑπολήψεταί τις· οὐκ ἴσον ἐστιν. οἱ μὲν γὰρ ἀεὶ φαίνονται, καὶ τοῖς τὴν ἀντίσκιον οἰκοῦσι γῆν ἀμφοτέροις ἀμφότεροι, τῶν δὲ οἱ θάτερον ὁρῶντες οὐδαμῶς ὁρῶσι θάτερον.

可见的宇宙自永恒以来便在他周围奠立,环绕宇宙的光芒亦自永恒以来便拥有其位所,并非此刻存在而彼时不存,亦非时而如此时而如彼,而是始终如一。然而,如果有人为了便于构想而企图在时间尺度上把握这一永恒的本性,那么通过目睹统治万物的赫利俄斯王一齐朗照,他便能极其容易地认识到:在永恒之中,赫利俄斯为宇宙带来了多么丰盛的福祉。我深知伟大的柏拉图,以及在他之后、在年代上后出但在天性上绝不逊色的人物——我指的是卡尔基斯的扬布利柯,他通过著作引导我们入门哲学诸事,尤其是这一教义——他们将“受造物”一词仅作为假说加以借用,将造化设定为某种时间性的过程,以便让人能够构想出由他所成就之功业的宏大。然而对于我这个能力全然无法与他们相比的人来说,绝不可轻易冒险;因为名垂青史的先哲扬布利柯认为,即便是出于纯粹的假说而在宇宙问题上设定某种时间性的创造,也绝非没有危险。然而,既然这位神明源自永恒的原因,或者更确切地说,是他自永恒以来引出了一切,以神圣的意旨、难以言喻的神速和不可逾越的伟力,将一切可见事物从不可见者中引出,在“当下”的时间之中一齐生育完毕,于是他为自己择定了天宇的中天作为最适宜的宝座;这不仅是为了使他能从四面八方将善均等地分发给由他所生且与他同在的诸神,也是为了掌管天空的七个天球和第八重运转,并且我认为,还要统摄第九种造化——那在生生不息与毁灭中永恒循环往复的生成界。因为显而易见,行星围绕着他起舞,以对这位神明构成的特定星相契合作为其运动的尺度,而整个天空在各个方面都使其各部分与他相协调,充溢着源自赫利俄斯的诸神。盖因这位神明在天上执掌着五个圈层,当他巡行于其中三个圈层时,便在这三个圈层中生发出三位美惠女神;而其余两个圈层则是伟大必然性的天平。或许我对希腊人说的是晦涩难懂的话,仿佛人们只该谈论那些习以为常和熟知的事物;然而这件事绝非如某些人所想的那样全然陌生。对于你们这些最明智却又不加批判地接受大多数说法的先生们而言,狄奥斯库洛伊究竟是谁呢?他们难道不是被称为“隔日轮流生活的神”吗,就因为他们不可在同一天被看见?显而易见,你们将其理解为昨日与今日。那么以狄奥斯库洛伊之名发问,这究竟是何含义?让我们将其应用于某种自然实质的事理上,以免我们口出空洞或荒谬之辞。然而若仔细推敲,我们却找不到答案;因为正如某些人认为神学家们所言的那样,将其解释为宇宙的两个半球,也是毫无道理的;因为它们各自究竟如何“隔日轮流”,甚至连想象都难以办到,毕竟每日其照明的递增是难以觉察的。现在,让我们来审视在某些人看来我们似乎在标新立异的观点:凡是在同一月份内太阳在地平线之上运行的时间相等者,方可被正当地称为享有“同一天”。因此,请看这“隔日轮换”是否恰恰适用于其他圈层,尤其是回归线圈层。有人会反驳说:“这并不等同;因为后者始终可见,对于居住在投影相反之地的人而言,双方都能看见两者,但在前者之中,看见其中之一的人绝不能看见另一者。”

语法注3 条
  1. 146aἄχρις ὑποθέσεως τῷ γεννητῷ προσχρωμένους καὶ οἱονεὶ χρονικήν τινα τὴν ποίησιν ὑποτιθεμένους

    宾格分词 προσχρωμένους 与 ὑποτιθεμένους 的逻辑主语并非紧邻的人称代词 ἡμᾶς,而是前文出现的宾格短语 Πλάτωνα καὶ ... Ἰάμβλιχον。在此新柏拉图主义语境中,柏拉图与扬布利柯只是为了便于阐发而假定性地(ἄχρις ὑποθέσεως)将宇宙的创造描述为时间性的生成。

  2. 146cἀπεκληρώσατο μὲν οἷον οἰκειοτέραν ἕδραν τὸ μέσον οὐρανοῦ

    限定动词 ἀπεκληρώσατο 是跟在由 ἐπείπερ 引导的漫长原因从句(自 πλὴν ἀλλ’ ἐπείπερ ὁ θεὸς ἐξ αἰωνίου προῆλθεν αἰτίας 至 ἀπογεννήσας)之后的主句主动词。该动词确立了全句的核心骨架,表明赫利俄斯占据中天作为其宝座并由此展开其分配职能(下文的 ἵνα 从句)。

  3. 147bτῆς αὐτῆς ἡμέρας ἐκεῖνοι μετέχειν ὀρθῶς ἂν ῥηθεῖεν, ὁπόσοις

    τῆς αὐτῆς ἡμέρας 是不定式 μετέχειν 所支配的属格。主格指示代词 ἐκεῖνοι 与后文由与格关系代词 ὁπόσοις 引导的从句相呼应(相当于指代 τούτοις),构成了结构上的先预与关涉,指代那些在同一月份内太阳在地平线上运行时间相等的人们(或纬度圈)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:25-26