← 朱利安

太阳神赫利俄斯赞歌

§22-24

赫利俄斯的统合力量与诸神协同

作者论述了赫利俄斯王统合一经理智实体的首要力量,以及他与宙斯、阿波罗、狄奥尼索斯和阿斯克勒庇俄斯等诸神的协同与一体关系,并进一步阐明了他超越可见宇宙、向神圣及更高品类分赋至善与永恒可知之美的功业活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

Πρώτη δὴ τῶν δυνάμεών ἐστιν αὐτοῦ, δι’ ἧς ὅλην δι’ ὅλης τὴν νοερὰν οὐσίαν, τὰς ἀκρότητας αὐτῆς εἰς ἓν καὶ ταὐτὸ συνάγων, ἀποφαίνει μίαν. ὅσπερ γὰρ περὶ τὸν αἰσθητόν ἐστι κόσμον ἐναργῶς κατανοῆσαι,1 πυρὸς καὶ γῆς εἰλημμένον ἀέρα καὶ ὕδωρ ἐν μέσῳ, τῶν ἄκρων σύνδεσμον, τοῦτο οὐκ ἄν τις εἰκότως ἐπὶ τῆς πρὸ τῶν σωμάτων αἰτίας κεχωρισμένης, ἣ τῆς γενέσεως ἔχουσα τὴν ἀρχὴν οὐκ ἔστι γένεσις, οὕτω διατετάχθαι νομίσειεν, ὥστε καὶ ἐν ἐκείνοις τὰς ἄκρας αἰτίας κεχωρισμένας πάντη τῶν σωμάτων ὑπό τινων μεσοτήτων εἰς ταὐτὸ παρὰ τοῦ βασιλέως Ἡλίου συναγομένας ἑνοῦσθαι περὶ αὐτόν; συντρέχει δὲ αὐτῷ καὶ ἡ τοῦ Διὸς δημιουργικὴ δύναμις, δι’ ἣν ἔφαμεν καὶ πρότερον ἱδρῦσθαί τε αὐτοῖς ἐν Κύπρῳ καὶ ἀποδεδεῖχθαι κοινῇ τὰ τεμένη· καὶ τὸν Ἀπόλλω δὲ αὐτὸν ἐμαρτυρόμεθα τῶν λόγων, ὃν εἰκὸς δήπουθεν ὑπὲρ τῆς ἑαυτοῦ φύσεως ἄμεινον εἰδέναι· σύνεστι γὰρ καὶ οὗτος Ἡλίῳ καὶ ἐπικοινωνεῖ διὰ τὴν ἁπλότητα τῶν νοήσεων καὶ τὸ μόνιμον τῆς οὐσίας καὶ κατὰ ταὐτὰ ὂν τῆς ἐνεργείας. Ἀλλὰ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν οὐδαμοῦ φαίνεται χωρίζων ὁ θεὸς Ἡλίου· τούτῳ δὲ αὐτὴν ὑποτάττων ἀεὶ καὶ ἀποφαίνων σύνθρονον ἐξηγητὴς ἡμῖν ἐστι τῶν ἐπὶ τοῦ θεοῦ καλλίστων διανοημάτων. πάσας δὲ ἐν αὑτῷ περιέχων ὁ θεὸς ὅδε τὰς ἀρχὰς τῆς καλλίστης νοερᾶς συγκράσεως Ἥλιος Ἀπόλλων ἐστὶ Μουσηγέτης. ἐπεὶ δὲ καὶ ὅλην ἡμῖν τὴν τῆς εὐταξίας ζωὴν συμπληροῖ, γεννᾷ μὲν ἐν κόσμῳ τὸν Ἀσκληπιόν, ἔχει δὲ αὐτὸν καὶ πρὸ τοῦ κόσμου παρ’ ἑαυτῷ.

他的第一种力量,正是借此将理智实体的通体各部、将其两极汇聚为同一者,从而将其彰显为一的力量。正如在感性世界中可以清晰地领悟到:水与气被置于火与土之中间,作为两极的纽带;那么在先于物体的分离原因——它虽持有生成的本原,自身却绝非生成——之中,难道人们不会合乎情理地认为情况亦是如此安排的吗?即在那些先验存在中,完全脱离物体的两极原因亦通过某些中介,由赫利俄斯王汇聚于同一之中,并在他周围合而为一。宙斯的创造力量亦与他相辅相成,正如我们此前所言,正因如此,人们在塞浦路斯为他们共同建立并指认了圣所;我们亦曾引证阿波罗亲自为这些论述作证,因为他无疑最清楚自身之本性。盖因阿波罗亦与赫利俄斯同在,并凭借理智领悟的单纯性、实体的永恒性以及造化活动的恒一性而与他休戚与共。 然而,这位神明似乎也绝未将狄奥尼索斯那分有的创造活动从赫利俄斯那里割裂开来;相反,他始终将其置于赫利俄斯的统摄之下,并彰显其为同座共登者,从而成为我们理解关于这位神明最美好意旨的阐释者。而将至美理智融和的诸般本原尽数包容于一身的这位神明,便是导引缪斯者的赫利俄斯·阿波罗。既然他还为我们补足了整肃秩序的全部生命,他便在宇宙中生化出阿斯克勒庇俄斯,同时亦在宇宙生成之前就将他拥于自身身旁。

§23

Ἀλλὰ πολλὰς μὲν ἄν τις καὶ ἄλλας περὶ τὸν θεὸν τόνδε δυνάμεις θεωρῶν οὔποτ’ ἂν ἐφίκοιτο πασῶν· ἀπόχρη δὲ τῆς μὲν χωριστῆς καὶ πρὸ τῶν σωμάτων ἐπ’ αὐτῶν οἶμαι τῶν αἰτιῶν, αἳ κεχωρισμέναι τῆς φανερᾶς προϋπάρχουσι δημιουργίας, ἴσην Ἡλίῳ καὶ Διὶ τὴν δυναστείαν καὶ μίαν ὑπάρχουσαν τεθεωρηκέναι, τὴν δὲ ἁπλότητα τῶν νοήσεων μετὰ τοῦ διαιωνίου καὶ κατὰ ταὐτὰ μονίμου ξὺν Ἀπόλλωνι τεθεαμένοις, τὸ δὲ μεριστὸν τῆς δημιουργίας μετὰ τοῦ τὴν μεριστὴν ἐπιτροπεύοντος οὐσίαν Διονύσου, τὸ δὲ τῆς καλλίστης συμμετρίας καὶ νοερᾶς κράσεως περὶ τὴν τοῦ Μουσηγέτου δύναμιν τεθεωρηκόσι, τὸ συμπληροῦν δὲ τὴν εὐταξίαν τῆς ὅλης ζωῆς ξὺν Ἀσκληπιῷ νοοῦσι.2

诚然,即便有人要考察关于这位神明的诸多其他力量,亦绝无法将其穷尽。然而,对于那些已经就分离且先于物体的〔创造〕而言——我认为是在脱离可见的创造而预先存在的原因本身之中——观照到赫利俄斯与宙斯的权能同等且合一的人;对于那些同阿波罗一道目睹了认识的单纯性以及永恒不变之长存的人;同掌管分有性实体的狄奥尼索斯一道领会了创造的分有性的人;在导引缪斯者的力量中观照到了至美的均齐与理智融和的人;以及同阿斯克勒庇俄斯一道领悟了补足全部生命整肃秩序之人而言,这便已经足够了。

§24

Τοσαῦτα μὲν ὑπὲρ τῶν προκοσμίων αὐτοῦ δυνάμεων, ἔργα δὲ ὁμοταγῆ ταύταις ὑπὲρ τὸν ἐμφανῆ κόσμον ἡ τῶν ἀγαθῶν ἀποπλήρωσις. ἐπειδὴ γάρ ἐστι γνήσιος ἔκγονος τἀγαθοῦ, παραδεξάμενος παρ’ αὐτοῦ τελείαν τὴν ἀγαθὴν μοῖραν, αὐτὸς ἅπασι τοῖς νοεροῖς διανέμει θεοῖς, ἀγαθοεργὸν καὶ τελείαν αὐτοῖς διδοὺς τὴν οὐσίαν. ἓν μὲν δὴ τουτί. δεύτερον δὲ ἔργον ἐστὶ τοῦ θεοῦ ἡ τοῦ νοητοῦ κάλλους ἐν τοῖς νοεροῖς καὶ ἀσωμάτοις εἴδεσι τελειοτάτη διανομή. τῆς γὰρ ἐν τῇ φύσει φαινομένης οὐσίας γονίμου γεννᾶν ἐφιεμένης ἐν τῷ καλῷ καὶ ὑπεκτίθεσθαι τὸν τόκον,3 ἔτι ἀνάγκη προηγεῖσθαι τὴν ἐν τῷ νοητῷ κάλλει τοῦτο αὐτὸ διαιωνίως καὶ ἀεὶ ποιοῦσαν, ἀλλ’ οὐχὶ νῦν μὲν, εἰσαῦθις δὲ οὔ, καὶ ποτὲ μὲν γεννῶσαν, αὖθις δὲ ἄγονον. ὅσα γὰρ ἐνταῦθα ποτὲ καλά, ταῦτα ἐν τοῖς νοητοῖς ἀεί. ῥητέον τοίνυν αὐτοῦ τῆς ἐν τοῖς φαινομένοις αἰτίας γονίμου προκαθηγεῖσθαι τὸν ἐν τῷ νοερῷ καὶ διαιωνίῳ κάλλει τόκον ἀγέννητον, ὃν ὁ θεὸς οὗτος ἔχει περὶ ἑαυτὸν ὑποστήσας, ᾧ καὶ τὸν τέλειον νοῦν διανέμει, καθάπερ ὄμμασιν ἐνδιδοὺς διὰ τοῦ φωτὸς τὴν ὄψιν, οὕτω δὲ καὶ ἐν τοῖς νοητοῖς διὰ τοῦ νοεροῦ παραδείγματος, ὃ προτείνει πολὺ φανότερον τῆς αἰθερίας αὐγῆς, πᾶσιν οἶμαι τοῖς νοεροῖς τὸ νοεῖν καὶ τὸ νοεῖσθαι παρέχει. ἑτέρα πρὸς ταύταις ἐνέργεια θαυμαστὴ φαίνεται περὶ τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἡ τοῖς κρείττοσι γένεσιν ἐνδιδομένη μοῖρα βελτίων, ἀγγέλοις, δαίμοσιν, ἥρωσι ψυχαῖς τε μερισταῖς, ὁπόσαι μένουσιν ἐν παραδείγματος καὶ ἰδέας λόγῳ, μήποτε ἑαυτὰς διδοῦσαι σώματι.

关于其超验的宇宙前力量,言尽于此;而与这些力量同列、在可见世界之上的功业,便是诸善的充溢与完备。因为他是至善者的真正后嗣,从至善者那里领受了完满的善之福分,并亲自将其分发给所有理智诸神,赋予他们行善且圆满的实体。此为第一项功业。而神明的第二项功业,便是在理智与非肉身的形相之中,最完满地分赋那可知的美。因为倘若自然中所显现的丰饶实体渴望在美中生育并产下其胎儿,那么必然需要有某种存在在先引导,在可知的美中永恒且始终地践行此事——绝非此刻如此、稍后不然,亦非一时生育、转瞬不育。因为在此世间凡是在某一时刻为美者,在可知界中便恒常为美。因此必须指出,在他于可见事物中的丰饶原因之先,有理智与永恒之美中非受造的繁衍在先引导,这位神明奠立并保有此繁衍于自身周围,亦将完美的理智分赋于它;正如他通过光芒将视力赋予双眼一般,在可知界中,他亦通过自己所延展出的远比以太光辉更为璀璨的理智范型,我认为,向一切理智存在赋予了去思知与被思知的能力。除这些之外,在统治万物的赫利俄斯王周围,还显现出另一项奇妙的造化活动,即分赋给更高优品类——天使、精灵、英雄以及那些居于范型与理式之道中、绝不将自身交付给肉体的分有灵魂——的更佳福分。

语法注3 条
  1. 22ὅσπερ γὰρ περὶ τὸν αἰσθητόν ἐστι κόσμον ἐναργῶς κατανοῆσαι

    ὅσπερ 与主句中的 τοῦτο 相呼应,引导比较类比从句(相当于“正如……那样”),亦可视为 ὥσπερ 的异文。ἔστι 搭配不定式 κατανοῆσαι 表示可能性(“正如可以清晰领悟到……”)。主句动词 νομίσειεν 带有 ἄν 和 οὐκ,构成潜势希求语气修辞疑问句,意在得出强烈的肯定含义(“难道任何人不会合乎情理地认为……吗?”)。

  2. 144bἀπόχρη δὲ τῆς μὲν χωριστῆς ... τεθεωρηκέναι, τὴν δὲ ἁπλότητα ... τεθεαμένοις, τὸ δὲ μεριστὸν ... τεθεωρηκόσι, τὸ συμπληροῦν δὲ ... νοοῦσι.

    非人称动词 ἀπόχρη(“……便已足够”)的句式。它首先以完成时不定式 τεθεωρηκέναι(“观照到……”)为主语,随后发生句式转换(破格,anacoluthon),转换为与格分词 τεθεαμένοις、τεθεωρηκόσι、νοοῦσι(“对于那些目睹/观照/领悟之人而言”)。这些与格充当修饰 ἀπόχρη 的利害/关涉与格,层层并列地陈述了满足观照要求的充分条件。

  3. 145aτῆς γὰρ ἐν τῇ φύσει φαινομένης οὐσίας γονίμου γεννᾶν ἐφιεμένης ἐν τῷ καλῷ καὶ ὑπεκτίθεσθαι τὸν τόκον

    属格绝对结构(Genitive Absolute)。逻辑主语为 τῆς ... οὐσίας γονίμου,分词 ἐφιεμένης 支配两个不定式 γεννᾶν 与 ὑπεκτίθεσθαι 作为宾语。此句化用了柏拉图《会饮篇》(206b以下关于“在美中生育”的论述),将自然界的生殖冲动设为前提条件,从而引出主句中更高阶原因(“可知之美中的永恒繁衍”)的必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:22-24