← 朱利安

太阳神赫利俄斯赞歌

§18-21

赫利俄斯实体、能力与活动的三位一体

作者简要总结了赫利俄斯在神圣秩序中的中介角色,以此为其本质的论述画上句号,确立了神圣界中实体、能力与活动三者为一的原则,并进而着手考察其超宇宙及世内的诸般力量与活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18

Ἐπεὶ δὲ πολλὰ διεληλύθαμεν, ἐπιθετέον ὥσπερ σφραγῖδα τῷ λόγῳ τῷδε μέλλοντας ἐφ’ ἕτερα μεταβαίνειν1 οὐκ ἐλάττονος τῆς θεωρίας δεόμενα. τίς οὖν ἡ σφραγὶς καὶ οἷον ἐν κεφαλαίῳ τὰ πάντα περιλαμβάνουσα ἡ περὶ τῆς οὐσίας τοῦ θεοῦ νόησις, αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη2 βουλομένοις ἐν βραχεῖ συνελεῖν τήν τε αἰτίαν, ἀφ’ ἧς προῆλθε, καὶ αὐτὸς ὅστις ἐστί, τίνων τε ἀποπληροῖ τὸν ἐμφανῆ κόσμον. ῥητέον οὖν ὡς ἐξ ἑνὸς μὲν προῆλθε τοῦ θεοῦ εἷς ἀφ’ ἑνὸς τοῦ νοητοῦ κόσμου βασιλεὺς Ἥλιος, τῶν νοερῶν θεῶν μέσος ἐν μέσοις τεταγμένος κατὰ παντοίαν μεσότητα, τὴν ὁμόφρονα καὶ φίλην καὶ τὰ διεστῶτα συνάγουσαν, εἰς ἕνωσιν ἄγων τὰ τελευταῖα τοῖς πρώτοις, τελειότητος καὶ συνοχῆς καὶ γονίμου ζωῆς καὶ τῆς ἑνοειδοῦς οὐσίας τὰ μέσα ἔχων ἐν ἑαυτῷ, τῷ τε αἰσθητῷ κόσμῳ παντοίων ἀγαθῶν προηγούμενος, οὐ μόνον δι’ ἧς αὐτὸς αὐγῆς περιλάμπει κοσμῶν καὶ φαιδρύνων, ἀλλὰ καὶ τὴν οὐσίαν τῶν ἡλιακῶν ἀγγέλων ἑαυτῷ συνυποστήσας καὶ τὴν ἀγέννητον αἰτίαν τῶν γινομένων περιέχων, ἔτι τε πρὸ ταύτης τῶν ἀιδίων σωμάτων τὴν ἀγήρω καὶ μόνιμον τῆς ζωῆς αἰτίαν.

既然我们已经阐述了诸多内容,在即将过渡到同样需要深入观照的其他事项之际,便理应为这篇论述如同打上一枚印记。那么,究竟何为这枚印记,又何为仿佛在纲要中囊括万物的关于神之实体的领悟?但愿在我们渴望简短概括他由何原因而出、他自身为何者,以及他用何物充溢可见宇宙之时,他亲自将此启示于我们的理智之中。因此必须指出:赫利俄斯王作为独一者,由唯一的理知宇宙、从唯一的神之中化生而出,按照那同心而相亲、聚合分离之物的各种中道,在理智诸神的居中者之中作为居中者被安立,引导最终者与最初者相合一,在他自身之中保有圆满、结合、丰饶生命以及单一形态实体的中介,并引导感性世界的万般善举——这不仅凭借他用以普照四周、加以点缀并使之焕发光彩的光芒,更是因为他与自身一同奠立了太阳天使的实体,包容着受造事物的无生之因,且在此之前,更蕴含着永恒天体那不老而常驻的生命之因。

§19

Ἃ μὲν οὖν περὶ τῆς οὐσίας ἐχρῆν εἰπεῖν τοῦ θεοῦ τοῦδε, καίτοι τῶν πλείστων παραλειφθέντων, εἴρηται ὅμως οὐκ ὀλίγα· ἐπεὶ δὲ τὸ τῶν δυνάμεων αὐτοῦ πλῆθος καὶ τὸ τῶν ἐνεργειῶν κάλλος τοσοῦτόν ἐστιν, ὥστε εἶναι τῶν περὶ τὴν οὐσίαν αὐτοῦ θεωρουμένων ὑπερβολήν, ἐπεὶ καὶ πέφυκε τὰ θεῖα προϊόντα εἰς τὸ ἐμφανὲς πληθύνεσθαι διὰ τὸ περιὸν καὶ γόνιμον τῆς ζωῆς, ὅρα τί δράσομεν, οἳ πρὸς ἀχανὲς πέλαγος ἀποδυόμεθα, μόγις καὶ ἀγαπητῶς ἐκ πολλοῦ τοῦ πρόσθεν ἀναπαυόμενοι λόγου. τολμητέον δ’ ὅμως τῷ θεῷ θαρροῦντα καὶ πειρατέον ἅψασθαι τοῦ λόγου.

因此,关于这位神明的实体所当说之事,即便绝大部分已被略去,却也述说良多。然而,其诸般力量之浩瀚与造化活动之华美是如此广大,以致超越了就其实体所作的观照;因为神圣之物由于生命的充溢与丰饶,在迈向可见之境时本性上就会繁衍增多。试看我们将要如何作为吧:我们才刚从方才漫长的论述中勉强且庆幸地得以喘息,如今却又要赤身跃入无垠的大海。尽管如此,我们仍当仰赖神明,奋起勇气,力图着手展开论述。

§20

Κοινῶς μὲν δὴ τὰ πρόσθεν ῥηθέντα περὶ τῆς οὐσίας αὐτοῦ ταῖς δυνάμεσι προσήκειν ὑποληπτέον. οὐ γὰρ ἄλλο μέν ἐστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, καὶ μὰ Δία τρίτον παρὰ ταῦτα ἐνέργεια. πάντα γὰρ ἅπερ βούλεται, ταῦτα ἔστι καὶ δύναται καὶ ἐνεργεῖ· οὔτε γὰρ ὃ μὴ ἔστι βούλεται, οὔτε ὃ βούλεται δρᾶν οὐ σθένει, οὔθ’ ὃ μὴ δύναται ἐνεργεῖν ἐθέλει. ταῦτα μὲν οὖν περὶ τὸν ἄνθρωπον οὐχ ὧδε ἔχει· διττὴ γάρ ἐστι μαχομένη φύσις εἰς ἓν κεκραμένη ψυχῆς καὶ σώματος, τῆς μὲν θείας, τοῦ δὲ σκοτεινοῦ τε καὶ ζοφώδους· ἔοικέ τε εἶναι μάχη τις καὶ στάσις. ἐπεὶ καὶ Ἀριστοτέλης φησὶ διὰ τὸ τοιοῦτο μήτε τὰς ἡδονὰς ὁμολογεῖν μήτε τὰς λύπας ἀλλήλαις ἐν ἡμῖν· τὸ γὰρ θατέρᾳ, φησί, τῶν ἐν ἡμῖν φύσεων ἡδὺ τῇ πρὸς ταύτην ἀντικειμένῃ πέφυκεν ἀλγεινόν· ἐν δὲ τοῖς θεοῖς οὐδέν ἐστι τοιοῦτον· οὐσίᾳ γὰρ αὐτοῖς ὑπάρχει τἀγαθὰ καὶ διηνεκῶς, οὐ ποτὲ μὲν, ποτὲ δ’ οὔ. πρῶτον οὖν ὅσαπερ ἔφαμεν, τὴν οὐσίαν αὐτοῦ παραστῆσαι βουλόμενοι, ταῦθ’ ἡμῖν εἰρῆσθαι καὶ περὶ τῶν δυνάμεων καὶ ἐνεργειῶν νομιστέον.

大体而言,应当认为此前关于其真实实体所言及的一切,同样适用于其诸般力量。因为并非神明的实体是一事、其力量是另一事,而指宙斯起誓,其造化活动更非与二者并立的第三者。盖因凡他所意愿的一切,这些他即是,即有能力,即付诸实行;因为他既不意愿自己所不是之物,亦非无力行使其所意愿之事,更不想去付诸自己无能为力的作为。然而这些在人身上却并非如此:因为人是由灵魂与肉体这两种相互争斗的本性掺杂为一体的,前者神圣,后者阴暗晦冥,二者之间仿佛存有某种纷争与内乱。正如亚里士多德所言,正因如此,我们内心的无论快乐还是痛苦彼此都不相一致;他说,因为在我们内在的两种本性中,对于其中一种为乐之事,本性上对于与其对立的另一种便成了苦痛。但在诸神之中却绝无此类现象:因为善对于他们而言是本质性且恒常长存的,绝非时有时无。因此首先,凡我们为了彰显其神圣实体所言及的一切,亦当被视为就其诸般力量与造化活动而说的。

§21

ἐπεὶ δὲ ἐν τοῖς τοιούτοις ὁ λόγος ἔοικεν ἀντιστρέφειν, ὅσα καὶ περὶ τῶν δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν ἐφεξῆς σκοποῦμεν, ταῦτα οὐκ ἔργα μόνον, ἀλλὰ καὶ οὐσίαν νομιστέον. εἰσὶ γάρ τοι θεοὶ συγγενεῖς Ἡλίῳ καὶ συμφυεῖς, τὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι,3 πληθυνόμενοι μὲν ἐν τῷ κόσμῳ, περὶ αὐτὸν δὲ ἑνοειδῶς ὄντες. ἄκουε δὴ πρῶτον ὅσα φασὶν οἱ τὸν οὐρανὸν οὐχ ὥσπερ ἵπποι καὶ βόες ὁρῶντες ἤ τι τῶν ἀλόγων καὶ ἀμαθῶν ζῴων, ἀλλ’ ἐξ αὐτοῦ τὴν ἀφανῆ πολυπραγμονοῦντες φύσιν· ἔτι δὲ πρὸ τούτων, εἴ σοι φίλον, περὶ τῶν ὑπερκοσμίων δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν, καὶ ἐκ μυρίων τὸ πλῆθος ὀλίγα θέασαι.

既然在此类问题上论述似乎是可逆互通的,那么我们随后关于其力量与活动所考察的一切,便不仅应当被视为功业,亦当被视为实体。因为确实存在与赫利俄斯同族一体的诸神,他们以神的不受侵蚀之实体为冠冕,在宇宙之中化生众多,但在他周围却保持为单一之形相。因此,首先请听听那些仰望苍穹绝不像马匹、牛群或任何无理性且无知的动物,而是从天象中探求不可见本性的人们如何诉说;而在这些之前,若你乐意,亦请先聆听关于其超宇宙的力量与活动,并在其不可胜数的大全之中观照其中的吉光片羽吧。

语法注3 条
  1. 18ἐπιθετέον ὥσπερ σφραγῖδα τῷ λόγῳ τῷδε μέλλοντας ἐφ’ ἕτερα μεταβαίνειν

    非人称动形容词 ἐπιθετέον(必须施加)的逻辑主语此处并非与格(ἡμῖν),而是由宾格分词 μέλλοντας 充当。这是非人称动形容词带动作主体宾格的典型句式(类同于宾格加不定式结构)。

  2. 141dτίς οὖν ἡ σφραγὶς καὶ οἷον ἐν κεφαλαίῳ τὰ πάντα περιλαμβάνουσα ἡ περὶ τῆς οὐσίας τοῦ θεοῦ νόησις, αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη

    该句中,疑问从句/主格名词短语(τίς οὖν ἡ σφραγὶς...)先置于表示祈愿的主句希求法动词(αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη)之前。其意义相当于将“此印记为何物”作为神明启示于我们心中的内容提至句首。

  3. 143bτὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι

    动词 κορυφόω 的中动分词 κορυφούμενοι 支配宾格补足语(τὴν ἄχραντον οὐσίαν),意为“以……为自己的冠冕/顶峰”或“将……集于顶端”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:18-21