← 朱利安

太阳神赫利俄斯赞歌

§16-17

作为理知界与感性界中介的赫利俄斯

尤利安从造物主的单一性与天界神明的多数性、生命的繁衍、纯粹性以及与质料相关的形式等角度,论证了赫利俄斯乃是理知界与感性界之间的真正中介,并论及了他统辖太阳天使与生灭化育的最终可见秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

πάλιν δὲ κατ’ ἄλλο σκοποῦντι1 εἷς μὲν ὁ τῶν ὅλων δημιουργός, πολλοὶ δὲ οἱ κατ’ οὐρανὸν περιπολοῦντες δημιουργικοὶ θεοί. μέσην ἄρα καὶ τούτων τὴν ἀφ’ Ἡλίου καθήκουσαν εἰς τὸν κόσμον δημιουργίαν θετέον. ἀλλὰ καὶ τὸ γόνιμον τῆς ζωῆς πολὺ μὲν καὶ ὑπέρπληρες ἐν τῷ νοητῷ, φαίνεται δὲ ζωῆς γονίμου καὶ ὁ κόσμος ὢν πλήρης. πρόδηλον οὖν ὅτι καὶ τὸ γόνιμον τοῦ βασιλέως Ἡλίου τῆς ζωῆς μέσον ἐστὶν ἀμφοῖν, ἐπεὶ τούτῳ μαρτυρεῖ καὶ τὰ φαινόμενα· τὰ μὲν γὰρ τελειοῖ τῶν εἰδῶν, τὰ δὲ ἐργάζεται, τὰ δὲ κοσμεῖ, τὰ δὲ ἀνεγείρει, καὶ ἓν οὐδέν ἐστιν, ὃ δίχα τῆς ἀφ’ Ἡλίου δημιουργικῆς δυνάμεως εἰς φῶς πρόεισι καὶ γένεσιν. ἔτι πρὸς τούτοις εἰ τὴν ἐν τοῖς νοητοῖς ἄχραντον καὶ καθαρὰν ἄυλον οὐσίαν νοήσαιμεν, οὐδενὸς ἔξωθεν αὐτῇ προσιόντος οὐδὲ ἐνυπάρχοντος ἀλλοτρίου, πλήρη δὲ τῆς οἰκείας ἀχράντου καθαρότητος, τήν τε ἐν τῷ κόσμῳ περὶ τὸ κύκλῳ φερόμενον σῶμα πρὸς πάντα ἀμιγῆ τὰ στοιχεῖα λίαν εἰλικρινῆ καὶ καθαρὰν φύσιν ἀχράντου καὶ δαιμονίου σώματος, εὑρήσομεν καὶ τὴν τοῦ βασιλέως Ἡλίου λαμπρὰν καὶ ἀκήρατον οὐσίαν ἀμφοῖν μέσην, τῆς τε ἐν τοῖς νοητοῖς ἀύλου καθαρότητος καὶ τῆς ἐν τοῖς αἰσθητοῖς ἀχράντου καὶ ἀμιγοῦς πρὸς γένεσιν καὶ φθορὰν καθαρᾶς εἰλικρινείας. μέγιστον δὲ τούτου τεκμήριον, ὅτι μηδὲ τὸ φῶς, ὃ μάλιστα ἐκεῖθεν ἐπὶ γῆν φέρεται, συμμίγνυταί τινι μηδὲ ἀναδέχεται ῥύπον καὶ μίασμα, μένει δὲ πάντως ἐν πᾶσι τοῖς οὖσιν ἄχραντον καὶ ἀμόλυντον καὶ ἀπαθές. Ἔτι δὲ προσεκτέον τοῖς ἀύλοις εἴδεσι καὶ νοητοῖς, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, ὅσα περὶ τὴν ὕλην ἐστὶν ἢ περὶ τὸ ὑποκείμενον. ἀναφανήσεται πάλιν ἐνταῦθα μέσον τὸ νοερὸν τῶν περὶ τὸν μέγαν Ἥλιον εἰδῶν, ὑφ’ ὧν καὶ τὰ περὶ τὴν ὕλην εἴδη βοηθεῖται μήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ’ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα.2 τί γάρ; οὐχ οὗτός ἐστι τῆς διακρίσεως τῶν εἰδῶν καὶ συγκρίσεως τῆς ὕλης αἴτιος, οὐ νοεῖν ἡμῖν αὑτὸν μόνον παρέχων, ἀλλὰ καὶ ὁρᾶν ὄμμασιν; ἡ γάρ τοι τῶν ἀκτίνων εἰς πάντα τὸν κόσμον διανομὴ καὶ ἡ τοῦ φωτὸς ἕνωσις τὴν δημιουργικὴν ἐνδείκνυται διάκρισιν τῆς ποιήσεως.

从另一角度考察者亦会发现,万物的造物主固然为一,但在天空中周行不息的创世诸神却为数众多。因此,在二者之间,亦必须设定由赫利俄斯垂降至宇宙之中的造化活动为其中介。不仅如此,生命的丰盛在理知界中固然繁茂充溢,而宇宙亦显现出满载着丰饶的生命。由此显然可见,赫利俄斯王那生命的丰盛性亦居于二者之中,因为现象界之物亦为此作证:在诸种形式之中,他使某些达于完满,使某些得以塑造,使某些得享装饰,使某些被唤醒,绝无一物能够脱离源自赫利俄斯的创世力量而步入光明与生化。除这些之外,如果我们去思考那存在于理知界中、毫无外物介入且无异质掺杂、充盈着自身不受侵蚀之纯粹性的、不受侵蚀且纯净的非物质实体,以及在宇宙中环行之天体周围、与一切元素皆不混杂的超绝纯粹、不受侵蚀且神妙之天体的本性,我们便会发现,赫利俄斯王那光明纯洁的实体亦居于二者之中介,即处于理知界中的非物质纯洁性与感性界中不受侵蚀、不与生灭相混杂的纯净纯粹性之间。对此最大的明证莫过于:就连尤其从彼处照射至大地上的光芒,也绝不与任何事物相混杂,亦不接纳污秽与玷染,而是在一切存在物之中始终保持着不受侵蚀、未受污染且不受动损的状态。 此外,还必须关注非物质且理知的形式,同时也须关注与质料或基底相关的一切感性形式。在此,环绕伟大赫利俄斯的诸形式之理智性又将显现为中介,依附于质料的形式正是受其扶持;若非得其襄助以立其本性,它们绝不可能存在或持存。难道不正是他造成了形式的分殊与质料的汇聚,不仅使我们得以用理智去领悟他,更使我们能用肉眼去瞻仰他吗?因为光线向整个宇宙的播散与光明的归一,恰恰彰显了其造化制作中区分万物的创世功用。

§17

Πολλῶν δὲ ὄντων ἔτι περὶ τὴν οὐσίαν τοῦ θεοῦ τῶν φαινομένων ἀγαθῶν, ἃ δὴ ὅτι μέσος ἐστὶ τῶν τε νοητῶν καὶ τῶν ἐγκοσμίων θεῶν παρίστησιν, ἐπὶ τὴν τελευταίαν αὐτοῦ μετίωμεν ἐμφανῆ λῆξιν. πρώτη μὲν οὖν ἐστιν αὐτοῦ τῶν περὶ τὸν τελευταῖον κόσμον ἡ τῶν ἡλιακῶν ἀγγέλων3 οἷον ἐν παραδείγματι τὴν ἰδέαν καὶ τὴν ὑπόστασιν ἔχουσα· μετὰ ταύτην δὲ ἡ τῶν αἰσθητῶν γεννητική, ἧς τὸ μὲν τιμιώτερον οὐρανοῦ καὶ ἀστέρων ἔχει τὴν αἰτίαν, τὸ δὲ ὑποδεέστερον ἐπιτροπεύει τὴν γένεσιν, ἐξ ἀιδίου περιέχον αὐτῆς ἐν ἑαυτῷ τὴν ἀγέννητον αἰτίαν. ἅπαντα μὲν οὖν τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ τοῦδε διελθεῖν οὐδὲ εἴ τῳ δοίη νοῆσαι αὐτὰ ὁ θεὸς οὗτος δυνατόν, ὅπου καὶ τὰ πάντα περιλαβεῖν τῷ νῷ ἔμοιγε φαίνεται ἀδύνατον.

尽管关于这位神明的实体,还有诸多显现的善举足以表明他居于理知诸神与世内诸神之中间,但还是让我们过渡到他那最终的可视封邑吧。在环绕最终宇宙的诸封邑中,他的第一项封邑乃是太阳天使的封邑,它仿佛在范型之中保有其观念与实存;紧随其后的则是感性事物的生殖封邑,其中较为尊贵的部分掌管苍穹与星辰之因,而较为低微的部分则照管生灭化育,且自永恒起便在自身之中蕴含着生灭化育的无生之因。因此,即便这位神明准许某人去理解这些事物,要想穷尽关于这位神明实体的一切也是不可能的,因为在我看来,单是用理智去总括这一切,就已是无法企及之事了。

语法注3 条
  1. 16σκοποῦντι

    表视角的与格(判断者与格),意为“对从另一角度考察的人而言”,为后文的分述确立观察视点。

  2. 141aμήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ’ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα

    分词 δυνηθέντα 与小词 ἄν 结合,充当与事实相反或潜在条件的归结分句(“决不可能存在亦不可能持存”),其条件部分则由后接的否定分词短语 μὴ ... συνεργούμενα(“若不得其襄助”)承担。

  3. 141bπρώτη μὲν οὖν ἐστιν αὐτοῦ τῶν περὶ τὸν τελευταῖον κόσμον ἡ τῶν ἡλιακῶν ἀγγέλων

    承接前句的 ἐμφανῆ λῆξιν(可见的封邑/辖区),πρώτη 之后及冠词 ἡ 之后省略并可补出阴性名词 λῆξις。属格短语 τῶν περὶ τὸν τελευταῖον κόσμον 则作部分属格,表示所属范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:16-17