← 朱利安

太阳神赫利俄斯赞歌

§13-15

赫利俄斯在理智诸神间的中介地位与媒介作用

作者探讨了赫利俄斯王在理智诸神中所居的‘中介’本质,指出它并非简单的两极折中,而是将理知诸神与可见诸神联合起来的统合性中介,并从一体性、聚合维系之力及自立自存性三个维度阐明其媒介功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἀλλὰ καὶ παρὰ τῶν ἄλλων νοερῶν θεῶν οὐκ ἀμυδραὶ καθήκουσιν εἰς τὸν κόσμον τόνδε δυνάμεις. εἶτα τί τοῦτο; μὴ γὰρ ἀποκλείομεν1 τοὺς ἄλλους τούτῳ τὴν ἡγεμονίαν ὁμολογοῦντες δεδόσθαι; πολὺ δὲ πλέον ἐκ τῶν ἐμφανῶν ἀξιοῦμεν ὑπὲρ τῶν ἀφανῶν πιστεύειν. ὥσπερ γὰρ τὰς ἐνδιδομένας ἅπασιν ἐκεῖθεν δυνάμεις εἰς τὴν γῆν οὗτος φαίνεται τελεσιουργῶν καὶ συναρμόζων πρός τε ἑαυτὸν καὶ τὸ πᾶν, οὕτω δὴ νομιστέον καὶ ἐν τοῖς ἀφανέσιν αὐτῶν τὰς συνουσίας ἔχειν πρὸς ἀλλήλας, ἡγεμόνα μὲν ἐκείνην, συμφωνούσας δὲ πρὸς αὐτὴν τὰς ἄλλας ἅμα.2 ἐπεὶ καί, εἰ μέσον ἔφαμεν ἐν μέσοις ἱδρῦσθαι τὸν θεὸν τοῖς νοεροῖς θεοῖς, ποταπή τις ἡ μεσότης ἐστὶν ὧν αὖ χρὴ μέσον αὐτὸν ὑπολαβεῖν, αὐτὸς ἡμῖν ὁ βασιλεὺς εἰπεῖν Ἥλιος δοίη. Μεσότητα μὲν δή φαμεν οὐ τὴν ἐν τοῖς ἐναντίοις θεωρουμένην ἴσον ἀφεστῶσαν τῶν ἄκρων, οἷον ἐπὶ χρωμάτων τὸ ξανθὸν ἢ φαιόν, ἐπὶ δὲ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρόν, καὶ ὅσα τοιαῦτα, ἀλλὰ τὴν ἑνωτικὴν καὶ συνάγουσαν τὰ διεστῶτα, ὁποίαν τινά φησιν Ἐμπεδοκλῆς τὴν ἁρμονίαν ἐξορίζων αὐτῆς παντελῶς τὸ νεῖκος. τίνα οὖν ἐστιν, ἃ συνάγει, καὶ τίνων ἐστὶ μέσος; φημὶ δὴ οὖν ὅτι τῶν τε ἐμφανῶν καὶ περικοσμίων θεῶν καὶ τῶν ἀύλων καὶ νοητῶν, οἳ περὶ τἀγαθόν εἰσιν, ὥσπερ πολυπλασιαζομένης ἀπαθῶς καὶ ἄνευ προσθήκης τῆς νοητῆς καὶ θείας οὐσίας.

然而,由其他理智之神所垂降至此宇宙之中的力量,亦绝非微弱。那么,这又如何呢?我们难道会因承认统治之权已赋予这位神明而排斥其他神明吗?恰恰相反,我们主张依据可见之物来深信不可见之物。因为,正如同我们看见这位神明将从彼处赐予万物的力量引向大地、使之圆满并与自身及整个宇宙相调和一样,在不可见的事物中,我们也必须认定神明之间的交往乃是如此存续的:即以他的力量为首领,而其余力量则与其同声共鸣。因此,既然我们说过这位神明居于理智诸神的中心,那么对于他究竟应当被视为处于何者之中间、以及这究竟是一种何等的中介状态,但愿赫利俄斯王亲自赐予我们阐明的力量。 我们所称的中介,并非是指在对立面中所观察到的、与两极等距相隔的那种中介,如颜色中的淡黄或灰色,冷热之中的温热,以及诸如此类的事物;而是指将分离之物联结并聚合为一的中介,就如恩培多克勒所言将争斗全然逐出的那种和谐。那么,他所汇集的事物为何?他又居于何者之中间?我断言,他正处于可见的宇宙之神与环绕‘善’的非物质且理知之神之间,在后者那里,理知的与神圣的实体仿佛不受动且无所增益地繁衍充溢。

§14

ὡς μὲν οὖν ἐστι μέση τις, οὐκ ἀπὸ τῶν ἄκρων κραθεῖσα, τελεία δὲ καὶ ἀμιγὴς ἀφ’ ὅλων τῶν θεῶν ἐμφανῶν τε καὶ ἀφανῶν καὶ αἰσθητῶν καὶ νοητῶν ἡ τοῦ βασιλέως Ἡλίου νοερὰ καὶ πάγκαλος οὐσία, καὶ ὁποίαν τινὰ χρὴ τὴν μεσότητα νομίζειν, εἴρηται. εἰ δὲ δεῖ καὶ τοῖς καθ’ ἕκαστον ἐπεξελθεῖν, ἵν’ αὐτοῦ καὶ κατ’ εἴδη τὸ μέσον τῆς οὐσίας, ὅπως ἔχει πρός τε τὰ πρῶτα καὶ τὰ τελευταῖα, τῷ νῷ κατίδωμεν, εἰ καὶ μὴ πάντα διελθεῖν ῥᾴδιον, ἀλλ’ οὖν τὰ δυνατὰ φράσαι πειραθῶμεν.

至此,我们已经阐明了赫利俄斯王那理智而尽善尽美的实体乃是某种中介——它并非由两端杂糅而成,而是圆满且不与显与隐、感性与理知的一切诸神相混杂的——并且说明了应当将其理解为何种中介。但是,如果我们亦必须详加考察个别属性,以便通过理智洞察他的实体之中间性如何依其形式对应于最初之物与最终之物,即便要穷尽这一切并非易事,我们仍当尽力去言说力所能及之事。

§15

Ἓν παντελῶς τὸ νοητὸν ἀεὶ προϋπάρχον, τὰ δὲ πάντα ὁμοῦ συνειληφὸς ἐν τῷ ἑνί. τί δέ; οὐχὶ καὶ ὁ σύμπας κόσμος ἕν ἐστι ζῷον ὅλον δι’ ὅλου ψυχῆς καὶ νοῦ πλῆρες, τέλειον ἐκ μερῶν τελείων; ταύτης οὖν τῆς διπλῆς ἑνοειδοῦς τελειότητος·3 φημὶ δὲ τῆς ἐν τῷ νοητῷ πάντα ἐν ἑνὶ συνεχούσης, καὶ τῆς περὶ τὸν κόσμον εἰς μίαν καὶ τὴν αὐτὴν φύσιν τελείαν συναγομένης ἑνώσεως· ἡ τοῦ βασιλέως Ἡλίου μέση τελειότης ἑνοειδής ἐστιν, ἐν τοῖς νοεροῖς ἱδρυμένη θεοῖς. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο συνοχή τίς ἐστιν ἐν τῷ νοητῷ τῶν θεῶν κόσμῳ πάντα πρὸς τὸ ἓν συντάττουσα. τί δέ; οὐχὶ καὶ περὶ τὸν οὐρανὸν φαίνεται κύκλῳ πορευομένη τοῦ πέμπτου σώματος οὐσία, ἣ πάντα συνέχει τὰ μέρη καὶ σφίγγει πρὸς αὑτὰ συνέχουσα τὸ φύσει σκεδαστὸν αὐτῶν καὶ ἀπορρέον ἀπ’ ἀλλήλων; δύο δὴ ταύτας τὰς οὐσίας συνοχῆς αἰτίας, τὴν μὲν ἐν τοῖς νοητοῖς, τὴν δὲ ἐν τοῖς αἰσθητοῖς φαινομένην ὁ βασιλεὺς Ἥλιος εἰς ταὐτὸ συνάπτει, τῆς μὲν μιμούμενος τὴν συνεκτικὴν δύναμιν ἐν τοῖς νοεροῖς, ἅτε ἐξ αὐτῆς προελθών, τῆς δὲ τελευταίας προκατάρχων, ἣ περὶ τὸν ἐμφανῆ θεωρεῖται κόσμον. μή ποτε οὖν καὶ τὸ αὐθυπόστατον πρῶτον μὲν ἐν τοῖς νοητοῖς ὑπάρχον, τελευταῖον δ’ ἐν τοῖς κατ’ οὐρανὸν φαινομένοις μέσην ἔχει4 τὴν τοῦ βασιλέως οὐσίαν αὐθυπόστατον Ἡλίου, ἀφ’ ἧς κάτεισιν οὐσίας πρωτουργοῦ εἰς τὸν ἐμφανῆ κόσμον ἡ περιλάμπουσα τὰ σύμπαντα αὐγή;

理知界完全为一且始终先在,将万物共同包揽于太一之中。不仅如此,难道整个宇宙不也是一个自始至终充满灵魂与理智、由完美部分构成的完美生灵吗?因此,在这一双重的一体性完满——我指的是在理知界中于一体内持守万物的完满,以及在宇宙周围汇聚成同一完满本性的联合——之间,赫利俄斯王立于理智诸神之中的中间完满亦是具有一体性的。然而其后,在诸神的理知世界中存在某种使万物依归于太一的聚合维系之力。不仅如此,在天空周围作圆周运转的第五元素实体,难道不也是显现为维系着一切部分、使它们彼此束紧以统摄它们本性中彼此散逸流失的倾向吗?赫利俄斯王将这两种维系统一的因由实体——一者存在于理知界,另一者显现于感性界——联结归一,他在理智界中摹仿着前者的维系统制之力(因他正是自其流出),而在可见宇宙周围所观察到的最终实体中则行先导主宰之职。那么,最初存在于理知之物中、最终显现于苍穹之中的自立自存之性,难道不也是将赫利俄斯王的自立自存实体作为中介吗?正是从这一行始源造作之功的实体之中,周遭普照万物的光辉降临到了可见宇宙之中。

语法注4 条
  1. 13μὴ γὰρ ἀποκλείομεν

    由否定词 μή 与表解释说明的 γάρ 构成的修辞疑问句,表达强烈的反诘否定(“难道我们是在排斥……吗?”)。主要动词 ἀποκλείομεν 为现在直陈式。

  2. 138cἡγεμόνα μὲν ἐκείνην, συμφωνούσας δὲ πρὸς αὐτὴν τὰς ἄλλας ἅμα

    依存于不定式从句 τὰς συνουσίας ἔχειν 的述语宾格并列结构。ἐκείνην 指代前文赫利俄斯的力量(δύναμις),ἡγεμόνα 作其宾语补足语;后半句 συμφωνούσας ... τὰς ἄλλας ἅμα 则以宾格名词加分词的结构与之并列,表明其他力量与之一并谐调同声。

  3. 139bταύτης οὖν τῆς διπλῆς ἑνοειδοῦς τελειότητος

    置于句首的属格短语,作主句形容词 μέση(处于中介的)的关系或比较属格(“在这一双重的一体性完满之间”)。随后由 φημὶ δὲ ... 引入同位语式的解释,最终归结到主句谓语 ἡ τοῦ βασιλέως Ἡλίου μέση τελειότης ἑνοειδής ἐστιν。

  4. 139dμή ποτε οὖν καὶ τὸ αὐθυπόστατον ... μέσην ἔχει

    由 μή ποτε(难道不……/莫非……)与直陈式现在时(ἔχει)构成的审慎推断或委婉断言句式。主语为中性冠词短语 τὸ αὐθυπόστατον(自立自存之性),宾语为 τὴν ... οὐσίαν αὐθυπόστατον Ἡλίου,μέσην 则作述语宾格(“将……作为中介”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg011.humanitext-grc2:13-15