← 朱利安

皇帝群像

§7-10

从四帝内乱到塞维鲁诸帝的评议

紧随内战时期的诸位皇帝之后,从涅尔瓦直至塞维鲁王朝的统治者们(包括图拉真、哈德良、安敦尼·庇护、马可·奥勒留等)相继步入宴席;西勒诺斯对他们施加讽刺,却也敬畏贤君的美德,而恶君与昏聩的继承者们则分别受到审判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Ἐπὶ τούτῳ πολλοὶ καὶ παντοδαποὶ συνέτρεχον, Βίνδικες, Γάλβαι, Ὄθωνες, Βιτέλλιοι. καὶ ὁ Σειληνός, Τούτων, εἶπε, τῶν μονάρχων τὸ σμῆνος πόθεν ἐξηυρήκατε, ὦ θεοί; τυφόμεθα γοῦν ὑπὸ τοῦ καπνοῦ· φείδεται γὰρ οὐδὲ τῶν ἀνακτόρων ταυτὶ τὰ θηρία. καὶ ὁ Ζεὺς ἀπιδὼν πρὸς τὸν ἀδελφὸν αὑτοῦ Σάραπιν καὶ τὸν Οὐεσπασιανὸν δείξας, Πέμπε, εἶπε, τὸν σμικρίνην τοῦτον ἀπὸ τῆς Αἰγύπτου ταχέως, ἵνα τὴν φλόγα ταύτην κατασβέσῃ· τῶν παίδων δὲ τὸν πρεσβύτερον μὲν παίζειν κέλευε μετὰ τῆς Ἀφροδίτης τῆς πανδήμου, τὸν νεώτερον δὲ τῷ Σικελικῷ θηρίῳ παραπλησίως κλοιῷ δῆσον.

紧接着,众多形形色色的人蜂拥而至:温德克斯们、加尔巴们、奥托们、维特里乌斯们。西勒诺斯说道:“众神啊,你们究竟从何处弄来了这群君主?无论如何,我们都要被这烟呛死了;因为这些野兽连宫殿也不肯放过。”宙斯望向他的兄弟塞拉皮斯,指着韦斯帕芗说:“快把这个吝啬鬼从埃及派去,好让他扑灭这场大火;吩咐他的长子去与市井的阿佛洛狄忒嬉戏,至于次子,则要像对待西西里恶兽那样用颈枷锁起来。”

§8

παρῆλθεν ἐπὶ τούτοις γέρων ὀφθῆναι καλός·1 λάμπει γὰρ ἔστιν ὅτε καὶ ἐν τῷ γήρᾳ τὸ κάλλος· ἐντυχεῖν πρᾳότατος, χρηματίσαι δικαιότατος. ᾐδέσθη τοῦτον ὁ Σειληνὸς καὶ ἀπεσιώπησεν. εἶτα ὁ Ἑρμῆς, Ὑπὲρ δὲ τούτου, εἶπεν, οὐδὲν ἡμῖν λέγεις; Ναὶ μὰ Δί’, ἔφη, μέμφομαί γε ὑμῖν τῆς ἀνισότητος. τῷ γὰρ φονικῷ θηρίῳ τρὶς πέντε νείμαντες ἐνιαυτοὺς ἕνα μόλις ἐδώκατε τούτῳ βασιλεῦσαι. Ἀλλὰ μὴ μέμφου, εἶπεν ὁ Ζεύς· εἰσάξω γὰρ ἐπὶ τούτῳ πολλοὺς κἀγαθούς. εὐθέως οὖν ὁ Τραϊανὸς εἰσήρχετο φέρων ἐπὶ τῶν ὤμων τὰ τρόπαια, τό τε Γετικὸν καὶ τὸ Παρθικόν. ἰδὼν δὲ αὐτὸν ὁ Σειληνὸς ἔφη, λανθάνειν τε ἅμα καὶ ἀκούεσθαι βουλόμενος, Ὥρα νῦν τῷ δεσπότῃ Διὶ σκοπεῖν, ὅπως ὁ Γανυμήδης αὐτῷ φρουρήσεται. Μετὰ τοῦτον ἐπεισέρχεται βαθεῖαν ἔχων τὴν ὑπήνην ἀνὴρ σοβαρὸς τά τε ἄλλα καὶ δὴ καὶ μουσικὴν ἐργαζόμενος, εἴς τε τὸν οὐρανὸν ἀφορῶν πολλάκις καὶ πολυπραγμονῶν τὰ ἀπόρρητα. τοῦτον δὲ ἰδὼν ὁ Σειληνὸς ἔφη, Τί δὲ ὑμῖν οὗτος ὁ σοφιστὴς δοκεῖ; μῶν Ἀντίνοον τῇδε περισκοπεῖ; φρασάτω τις αὐτῷ μὴ παρεῖναι τὸ μειράκιον ἐνθαδὶ καὶ παυσάτω τοῦ λήρου καὶ τῆς φλυαρίας αὐτόν.

继这些人之后,走出一位容貌俊朗的老人——因为美貌有时在晚年也会闪耀光芒——接人最为温和,决断公务最为公正。西勒诺斯对此人心存敬畏而默不作声。赫尔墨斯便说:“关于此人,你不对我们说些什么吗?”他回答道:“凭宙斯起誓,我当然要责备你们的不公。因为你们把整整十五年分给了那只嗜杀的野兽,却仅仅给了此人一年来统治。”宙斯说:“但切莫责备;因为在此人之后,我将引荐许多贤良之人。”于是图拉真随即入场,肩上扛着格提亚和帕提亚的双重战利品。西勒诺斯看见他,既想掩人耳目又想被人听见似地说道:“如今正是主宰宙斯该留心照看他的伽倪墨得斯如何被守卫的时候了。” 在他之后进来的,是一位蓄着浓密胡须的男子,在其他方面庄重严肃,尤其专心于音乐,频频仰望苍天,探究深奥的秘义。西勒诺斯见了他便说:“你们觉得这个智者如何?莫非他正在这里环视寻找安提诺乌斯吗?来个人告诉他,那少年不在这里,让他停止胡扯与废话吧。”

§9

ἐπὶ τούτοις ἀνὴρ εἰσέρχεται σώφρων, οὐ τὰ ἐς Ἀφροδίτην, ἀλλὰ τὰ ἐς τὴν πολιτείαν. ἰδὼν αὐτὸν ὁ Σειληνὸς ἔφη, Βαβαὶ τῆς σμικρολογίας· εἷς εἶναί μοι δοκεῖ τῶν διαπριόντων τὸ κύμινον2 ὁ πρεσβύτης οὗτος. ἐπεισελθούσης δὲ αὐτῷ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, Βήρου καὶ Λουκίου, δεινῶς ὁ Σειληνὸς συνεστάλη. παίζειν γὰρ οὐκ εἶχεν οὐδ’ ἐπισκώπτειν, μάλιστα τὸν Βῆρον, καίτοι καὶ τούτου τὰ περὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα πολυπραγμονῶν ἁμαρτήματα, τὴν μὲν ὅτι πλέον ἢ προσῆκεν ἐπένθησεν, ἄλλως τε οὐδὲ κοσμίαν οὖσαν, τῷ δὲ ὅτι τὴν ἀρχὴν συναπολλυμένην περιεῖδεν,3 ἔχων καὶ ταῦτα σπουδαῖον κηδεστήν, ὃς τῶν τε κοινῶν ἂν προύστη κρεῖττον καὶ δὴ καὶ τοῦ παιδὸς αὐτοῦ βέλτιον ἂν ἐπεμελήθη ἢ αὐτὸς αὑτοῦ. καίπερ οὖν ταῦτα πολυπραγμονῶν ᾐδεῖτο τὸ μέγεθος αὐτοῦ τῆς ἀρετῆς· τόν γε μὴν υἱέα οὐδὲ τοῦ σκωφθῆναι νομίσας ἄξιον ἀφῆκεν· ἔπιπτε γὰρ καὶ αὐτὸς εἰς γῆν οὐ δυνάμενος ἵστασθαι καὶ παρομαρτεῖν τοῖς ἥρωσιν.

继这些人之后,进来了一位节制之士,并非在阿佛洛狄忒之事上,而是在城邦政务之上。西勒诺斯看见他便说:“天哪,何等的斤斤计较!这位老人依我看正是那些把孜然劈成两半的人之一。”然而当那一对兄弟——维鲁斯与卢基乌斯继他之后进来时,西勒诺斯极为拘谨畏缩。因为他无法嬉笑,也无法嘲弄,尤其是对维鲁斯;尽管他也打探着此人在儿子与妻子身上的过失:对于妻子,是因为他过分哀悼,何况她本非端庄之妇;对于儿子,是因为他眼睁睁看着帝国随他一同倾覆,尽管彼时他有一位贤良的姻亲,那人本可更出色地主持国政,并能比他本人照料自己更好地照料他的儿子。尽管打探了这些,他依然敬畏他品德的崇高。至于那个儿子,西勒诺斯认为甚至不值得嘲讽便放过了;因为他自己站立不稳,无法跟随在诸位英雄身侧,已然瘫倒在地。

§10

Ἐπεισέρχεται Περτίναξ τῷ συμποσίῳ τὴν σφαγὴν ὀδυρόμενος. ἡ Δίκη δὲ αὐτὸν κατελεήσασα, Ἀλλ’ οὐ χαιρήσουσιν, εἶπεν, οἱ τούτων αἴτιοι· καὶ σὺ δέ, ὦ Περτίναξ, ἠδίκεις κοινωνῶν τῆς ἐπιβουλῆς, ὅσον ἐπὶ τοῖς σκέμμασιν, ἣν ὁ Μάρκου παῖς ἐπεβουλεύθη.4 μετὰ τοῦτον ὁ Σεβῆρος, ἀνὴρ πικρίας γέμων καὶ κολαστικός. Ὑπὲρ τούτου δέ, εἶπεν ὁ Σειληνός, οὐδὲν λέγω· φοβοῦμαι γὰρ αὐτοῦ τὸ λίαν ἀπηνὲς καὶ ἀπαραίτητον. ὡς δὲ ἔμελλεν αὐτῷ καὶ τὰ παιδάρια συνεισιέναι, πόρρωθεν αὐτὰ διεκώλυσεν ὁ Μίνως. ἐπιγνοὺς δὲ σαφῶς τὸν μὲν νεώτερον ἀφῆκε, τὸν δὲ πρεσβύτερον τιμωρίαν ἔπεμψε τίσοντα. Μακρῖνος ἐνταῦθα φυγὰς μιαιφόνος· εἶτα τὸ ἐκ τῆς Ἐμέσης παιδάριον πόρρω που τῶν ἱερῶν ἀπηλαύνετο περιβόλων. ὅ γε μὴν Σύρος Ἀλέξανδρος ἐν ἐσχάτοις που καθῆστο τὴν αὑτοῦ συμφορὰν ποτνιώμενος. καὶ ὁ Σειληνὸς ἐπισκώπτων αὐτὸν εἶπεν Ὦ μῶρε καὶ μέγα νήπιε, τηλικοῦτος ὢν οὐκ αὐτὸς ἦρχες τῶν σεαυτοῦ, τὰ χρήματα δὲ ἐδίδους τῇ μητρὶ καὶ οὐκ ἐπείσθης, ὅσῳ κρεῖττον ἀναλίσκειν ἦν αὐτὰ τοῖς φίλοις ἢ θησαυρίζειν. Ἀλλ’ ἔγωγε, εἶπεν ἡ Δίκη, πάντας αὐτούς, ὅσοι μεταίτιοι γεγόνασι τούτων, κολασθησομένους παραδώσω. καὶ οὕτως ἀνείθη τὸ μειράκιον.

佩蒂纳克斯步入宴席,哀叹着自身的遭弑。正义女神怜悯他,说道:“然而罪魁祸首决不会有好下场;但是你,佩蒂纳克斯,参与了谋害马可之子的密谋,至少就谋划而言,你也犯了过错。”在他之后是塞维鲁,一个充满怨毒且严刑酷罚之人。西勒诺斯说:“关于此人我什么也不说;因为我害怕他极度的冷酷与无情。”正当他的幼子们准备随他一同进入时,米诺斯在远处将他们阻拦。米诺斯辨明实情后,释放了幼子,却将长子押送去受罚。此时马克里努斯作为一个嗜杀的逃亡者现身;接着那个来自埃梅萨的小子被驱逐到远离神圣围墙之外。至于叙利亚的亚历山大,则坐在最末尾的某处,哀哭自己的不幸。西勒诺斯嘲弄他说:“你这个大笨蛋,十足的孩子!到了这把年纪,你竟不能亲自掌管自己的事务,反将钱财交给母亲,没有领悟到把钱花在朋友身上比积攒起来要好得多。”正义女神说:“然而我必定将所有在这些事上同负罪责之人移交受罚。”那少年便这样被免予追究了。

语法注4 条
  1. 311aγέρων ὀφθῆναι καλός

    被动不定过去时不定词 ὀφθῆναι 用作说明性/限定性不定词(epexegetical infinitive),用以限定形容词 καλός,意为“看起来英俊”。紧随其后的 ἐντυχεῖν πρᾳότατος 与 χρηματίσαι δικαιότατος 亦采用了完全相同的结构。

  2. 312aτῶν διαπριόντων τὸ κύμινον

    希腊语成语“把孜然锯成两半的人”,用来指代极其吝啬小气或在琐碎细节上过分苛求之人。此处用以讽刺安敦尼·庇护在财政审计与事务管理上的严苛与精细。

  3. 312aτὴν μὲν ὅτι πλέον ἢ προσῆκεν ἐπένθησεν... τῷ δὲ ὅτι τὴν ἀρχὴν συναπολλυμένην περιεῖδεν

    这一对比分句详细展开了前文的 τὰ περὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα... ἁμαρτήματα(关于儿子与妻子的过失)。在前一分句中,τὴν μὲν 作为宾格直接作 ἐπένθησεν 的宾语(“哀悼她”);而在后一分句中,τῷ δὲ 则是由复合分词 συναπολλυμένην(“随他一同倾覆”)支配的伴随与格,与 τὴν μὲν 一样被提至连词 ὅτι 之前。

  4. 312cἣν ὁ Μάρκου παῖς ἐπεβουλεύθη

    动词 ἐπιβουλεύω(主动语态通常支配被谋害对象的与格)在此构成了被动结构。受害人 ὁ Μάρκου παῖς(马可之子康茂德)作为被动语态的主语,而关系代词 ἣν 则充当同族宾格或内容宾格,意即“马可之子所遭受企图的阴谋”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:7-10