← 朱利安

皇帝群像

§11-14

军人皇帝的裁定与戴克里先的入场

加里埃努斯父子与卡鲁斯父子被逐出筵席,克劳狄、奥勒良与普罗布斯接受裁定,引出西勒诺斯与狄奥尼索斯关于统治与哲学的讨论;随后戴克里先展现出四帝共治的和谐并获赐高座,而放荡的马克西米安则被驱逐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, "Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ;" ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, "Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη·" τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.

紧接着,加里埃努斯随其父亲一同走入,父亲戴着沦为俘虏的镣铐,儿子则衣着与举止都格外柔弱,宛如妇人。西勒诺斯对着那位父亲说道: “这位白羽盔饰的战士是谁,在阵前率领着大军?” 又对着加里埃努斯说道: “那身佩黄金、宛如处子般处处娇奢之人。” 宙斯便吩咐他们二人退出那里的筵席。

§12

Τούτοις ἐπεισέρχεται Κλαύδιος, εἰς ὃν ἀπιδόντες οἱ θεοὶ πάντες ἠγάσθησάν τε αὐτὸν τῆς μεγαλοψυχίας καὶ ἐπένευσαν αὐτοῦ τῷ γένει τὴν ἀρχήν, δίκαιον εἶναι νομίσαντες οὕτω φιλοπάτριδος ἀνδρὸς ἐπὶ πλεῖστον εἶναι τὸ γένος ἐν ἡγεμονίᾳ. τούτοις ἐπεισέδραμεν Αὐρηλιανὸς ὥσπερ ἀποδιδράσκων τοὺς εἴργοντας αὐτὸν παρὰ τῷ Μίνωι· πολλαὶ γὰρ αὐτῷ συνίσταντο δίκαι τῶν ἀδίκων φόνων, καὶ ἔφευγε τὰς γραφὰς κακῶς ἀπολογούμενος. Ἥλιος δὲ οὑμὸς δεσπότης αὐτῷ πρός τε τὰ ἄλλα βοηθῶν, οὐχ ἥκιστα δὲ καὶ πρὸς τοῦτο αὐτὸ συνήρατο, φράσας ἐν τοῖς θεοῖς, Ἀλλ’ ἀπέτισε τὴν δίκην, ἢ λέληθεν ἡ δοθεῖσα Δελφοῖς μαντεία "Αἴκε πάθῃ τά τ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο;1 "

在他们之后进场的是克劳狄,众神看着他,既赞赏他的博大胸襟,又点头应允将帝权授予他的家族,认为这样一位深爱祖国的贤士,其后裔理应最长久地掌握统治大权。在他们之后,奥勒良仓皇跑入,仿佛在躲避那些在米诺斯面前阻拦他的人;因为针对他不当杀戮的诉讼蜂拥而起,他由于辩护乏力正试图逃脱这些控告。然而我的主宰赫利俄斯在其他事务上援助他,尤其是针对此事从旁相助,在众神之中说道:“但他已经偿清了罚罪,难道德尔斐赐予的神谕被遗忘了吗: ‘人若受其所为,方显公正裁决’?”

§13

Τούτῳ συνεισέρχεται Πρόβος, ὃς ἑβδομήκοντα πόλεις ἀναστήσας ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς ἑπτὰ καὶ πολλὰ πάνυ σωφρόνως οἰκονομήσας, ἄδικα δὲ πεπονθὼς ὑπὸ τῶν ἀθέων, ἐτιμᾶτο τά τε ἄλλα καὶ τῷ τοὺς φονέας αὐτῷ τὴν δίκην ἐκτῖσαι.2 σκώπτειν δὲ αὐτὸν ὅμως ὁ Σειληνὸς ἐπειρᾶτο, καίτοι πολλῶν αὐτῷ σιωπᾶν παρακελευομένων· ἀλλ’, Ἐᾶτε, ἔφη, νῦν γοῦν δι’ αὐτοῦ τοὺς ἑξῆς φρενωθῆναι. οὐκ οἶσθα, ὦ Πρόβε, ὅτι τὰ πικρὰ φάρμακα μιγνύντες οἱ ἰατροὶ τῷ μελικράτῳ προσφέρουσι; σὺ δὲ αὐστηρὸς ἦσθα λίαν καὶ τραχὺς ἀεὶ εἴκων τε οὐδαμοῦ· πέπονθας οὖν ἄδικα μέν, εἰκότα δὲ ὅμως. οὐ γὰρ ἔστιν οὔτε ἵππων οὔτε βοῶν ἄρχειν οὔτε ἡμιόνων, ἥκιστα δὲ ἀνθρώπων, μή τι καὶ τῶν κεχαρισμένων αὐτοῖς ξυγχωροῦντα, ὥσπερ ἔσθ’ ὅτε τοῖς ἀσθενοῦσιν οἱ ἰατροὶ μικρὰ ἐνδιδόασιν, ἵν’ ἐν τοῖς μείζοσιν ἔχωσιν αὐτοὺς πειθομένους. Τί τοῦτο, εἶπεν ὁ Διόνυσος, ὦ παππία; φιλόσοφος ἡμῖν ἀνεφάνης; οὐ γάρ, ὦ παῖ, ἔφη, καὶ σὺ φιλόσοφος ὑπ’ ἐμοῦ γέγονας; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σωκράτης, ἐοικὼς ἐμοί, τὰ πρωτεῖα κατὰ τὴν φιλοσοφίαν ἀπηνέγκατο τῶν καθ’ ἑαυτὸν ἀνθρώπων, εἰ τἀδελφῷ πιστεύεις ὅτι ἐστὶν ἀψευδής;3 ἔα τοίνυν ἡμᾶς μὴ πάντα γελοῖα λέγειν, ἀλλὰ καὶ σπουδαῖα.

与他一同入场的是普罗布斯,他在不满整整七年的时间里重建了七十座城邦,极为节制明智地治理了诸多事务,却惨遭不敬神者的不义残害;他不仅在其他方面享有尊荣,更因其凶手为他偿还了血债而备受敬重。然而西勒诺斯依然试图嘲弄他,尽管许多人都叮嘱他保持沉默;但西勒诺斯说:“请容许至少在现在通过他使后继之人受到启发。普罗布斯,你难道不知道医生是用蜜水混合苦药给病人服下的吗?而你过于严苛,始终暴躁,从不妥协退让;因此你所遭受的待遇虽是不义的,却也是合乎情理的。因为若不也在他们所喜之事上稍作让步,便既不能驾驭马匹,也不能驱使牛骡,更绝不可能统治人类;正如医生有时会向病人作微小的让步,好让他们在更重要的事情上听从吩咐。”狄奥尼索斯说:“这是怎么回事,老爹?你竟在我们面前扮起哲学家来了?”他说:“难道不是吗,孩子,你不也是由于我才成为哲学家的吗?难道你不知道与我相貌相仿的苏格拉底,在他同时代的人中夺得了哲学的桂冠吗——如果你相信你的兄弟从不撒谎的话?所以请容许我们不仅谈论戏谑之事,也谈论严肃之理。”

§14

Ἔτι διαλεγομένων αὐτῶν πρὸς ἀλλήλους, ὅ τε Κᾶρος ἅμα τοῖς παισὶν εἰσφρῆσαι βουληθεὶς εἰς τὸ συμπόσιον ἀπελήλατο παρὰ τῆς Δίκης, καὶ ὁ Διοκλητιανός, ἄγων μεθ’ ἑαυτοῦ Μαξιμιανώ τε τὼ δύο καὶ τὸν ἐμὸν πάππον Κωνστάντιον, ἐν κόσμῳ προῆγεν. εἴχοντο δὲ ἀλλήλων τὼ χεῖρε,4 καὶ ἐβάδιζον οὐκ ἐξ ἴσης, ἀλλ’ οἷα χορός τις ἦν περὶ αὐτόν, τῶν μὲν ὥσπερ δορυφορούντων καὶ προθεῖν αὐτοῦ βουλομένων, τοῦ δὲ εἴργοντος· οὐδὲν γὰρ ἠξίου πλεονεκτεῖν. ὡς δὲ ξυνίει κάμνοντος ἑαυτοῦ, δοὺς αὐτοῖς ἅπαντα, ὅσα ἔφερεν ἐπὶ τῶν ὤμων, αὐτὸς εὔλυτος ἐβάδιζεν. ἠγάσθησαν οἱ θεοὶ τῶν ἀνδρῶν τὴν ὁμόνοιαν, καὶ ἐπέτρεψαν αὐτοῖς πρὸ πολλῶν πάνυ καθῆσθαι. δεινῶς δὲ ὄντα τὸν Μαξιμιανὸν ἀκόλαστον ὁ Σειληνὸς ἐπισκώπτειν μὲν οὐκ ἠξίου, τὸ δὲ τῶν βασιλέων οὐκ εἰσεδέχετο συσσίτιον. οὐ γὰρ μόνον τὰ εἰς Ἀφροδίτην ἦν παντοίαν ἀσέλγειαν ἀσελγής, ἀλλὰ καὶ φιλοπράγμων καὶ ἄπιστος καὶ οὐ τὰ πάντα τῷ τετραχόρδῳ συνῳδῶν. ἐξήλασεν οὖν αὐτὸν ἡ Δίκη ταχέως. εἶτα ἀπῆλθεν οὐκ οἶδα ὅποι γῆς· ἐπελαθόμην γὰρ αὐτὸ παρὰ τοῦ Ἑρμοῦ πολυπραγμονῆσαι.

当他们彼此还在交谈之际,卡鲁斯企图与其诸子一同溜进筵席,却被正义女神驱逐;而戴克里先带领着两位马克西米安以及我的祖父君士坦提乌斯,井然有序地向前迈进。他们彼此携手,并非平排而行,而仿佛围绕着他结成某种合唱队,其余之人宛如侍卫般想要奔行于他之前,他却加以制止;因为他认为自己丝毫不该占优越之位。当他察觉自己疲惫不堪时,便将肩头所负之一切全都交付他们,自己则轻装前行。众神赞赏这些男子的同心协力,准许他们坐在许多人的前列。然而由于马克西米安极度放荡,西勒诺斯甚至不屑于嘲弄他,但王者们的会餐并未接纳他。因为他不仅在阿佛洛狄忒之事上极尽各类淫暴,而且专横弄权、背信弃义,并非在一切方面都与四弦之琴相谐和。于是正义女神迅速将他驱逐。随后他不知逃往了哪片土地;因为我忘记向赫尔墨斯探问此事了。

语法注4 条
  1. 314aΑἴκε πάθῃ τά τ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο

    引用史诗风格的法律格言(相传出自拉达曼梯斯之法)。条件从句由 αἴ κε(相当于 εἰ ἄν)搭配不定过去时虚拟式 πάθῃ 构成泛指条件,主句由 κ'(相当于 κε / ἄν)搭配不定过去时祈愿式 γένοιτο 构成潜势祈愿式(陈述普遍正义准则):“若人亲受其所为,正义便得彰显。”

  2. 314bτῷ τοὺς φονέας αὐτῷ τὴν δίκην ἐκτῖσαι

    带定冠词的与格不定式短语(τῷ + 不定式),在此作原因/方式与格(“通过凶手为他偿还了罪责”)。不定式 ἐκτῖσαι 的逻辑主语是宾格 τοὺς φονέας,而与格代词 αὐτῷ 是指向普罗布斯的利益与格(“为他”)。

  3. 314dεἰ τἀδελφῷ πιστεύεις ὅτι ἐστὶν ἀψευδής

    先取结构(prolepsis)。从属从句 ὅτι ἐστὶν ἀψευδής 的逻辑主语(ὁ ἀδελφός)被提前置于主句,作主动词 πιστεύεις 的与格宾语(τἀδελφῷ = τῷ ἀδελφῷ)。狄奥尼索斯的“兄弟”指在德尔斐宣告苏格拉底最明智的阿波罗。

  4. 315aεἴχοντο δὲ ἀλλήλων τὼ χεῖρε

    中间态动词 εἴχοντο 支配属格 ἀλλήλων,表示相互拉扯、握持,双数宾格 τὼ χεῖρε 则作为范围/限定宾格(或直接宾语),指握住的部位(“彼此携手”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:11-14