- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg010.humanitext-grc2:3-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西勒诺斯坐在众神的宴席旁,对相继入场的各位罗马皇帝(尤利乌斯·凯撒、屋大维、提比略、卡利古拉、克劳狄乌斯、尼禄)展开辛辣嘲弄,神祇们亦对其施以裁决。
πάντων οὖν κύκλῳ τῶν θεῶν καθημένων, ὁ Σειληνὸς ἐρωτικῶς ἔχειν μοι δοκῶν τοῦ Διονύσου καλοῦ καὶ νέου καὶ τῷ πατρὶ τῷ Διὶ παραπλησίου πλησίον αὐτοῦ, τροφεύς τις οἷα καὶ παιδαγωγός, καθῆστο, τά τε ἄλλα φιλοπαίγμονα καὶ φιλόγελων καὶ χαριτοδότην ὄντα τὸν θεὸν εὐφραίνων καὶ δὴ καὶ τῷ σκώπτειν τὰ πολλὰ καὶ γελοιάζειν.
当众神就这样围坐成一圈时,西勒诺斯——在我看来他对美丽、年轻且酷似其父宙斯的狄奥尼索斯怀有爱意——像个养育人兼侍童仆役一样坐在他身边,使这位本就喜爱嬉戏、喜爱欢笑、赐予恩典的神祇感到愉悦,尤其是通过讽刺诸多事物和打趣取乐。
Ὡς δὲ καὶ τὸ τῶν καισάρων συνεκεκρότητο συμπόσιον, εἰσῄει πρῶτος Ἰούλιος Καῖσαρ, ὑπὸ φιλοτιμίας αὐτῷ βουλόμενος ἐρίσαι τῷ Διὶ περὶ τῆς μοναρχίας, εἰς ὃν ὁ Σειληνὸς βλέψας, Ὅρα, εἶπεν, ὦ Ζεῦ, μή σε ὁ ἀνὴρ οὗτος ὑπὸ φιλαρχίας ἀφελέσθαι καὶ τὴν βασιλείαν διανοηθῇ.1 καὶ γάρ, ὡς ὁρᾷς, ἐστὶ μέγας καὶ καλός· ἐμοὶ γοῦν, εἰ καὶ μηδὲν ἄλλο, τὰ γοῦν περὶ τὴν κεφαλήν2 ἐστι προσόμοιος. παίζοντος ἔτι τοιαῦτα τοῦ Σειληνοῦ καὶ τῶν θεῶν οὐ σφόδρα προσεχόντων αὐτῷ, Ὀκταβιανὸς ἐπεισέρχεται πολλὰ ἀμείβων, ὥσπερ οἱ χαμαιλέοντες, χρώματα καὶ νῦν μὲν ὠχριῶν, αὖθις δὲ ἐρυθρὸς γινόμενος, εἶτα μέλας καὶ ζοφώδης καὶ συννεφής· ἀνίετο δ’ αὖθις εἰς Ἀφροδίτην καὶ Χάριτας, εἶναί τε ἤθελε τὰς βολὰς τῶν ὀμμάτων ὁποῖός ἐστιν ὁ μέγας Ἥλιος· οὐδένα γάρ οἱ τῶν ἀπαντώντων ἀντιβλέπειν ἠξίου. καὶ ὁ Σειληνός, Βαβαί, ἔφη, τοῦ παντοδαποῦ τούτου θηρίου· τί ποτ’ ἄρα δεινὸν ἡμᾶς ἐργάσεται; Παῦσαι, εἶπε, ληρῶν, ὁ Ἀπόλλων· ἐγὼ γὰρ αὐτὸν τουτῳὶ Ζήνωνι παραδοὺς αὐτίκα ὑμῖν ἀποφανῶ χρυσὸν ἀκήρατον. ἀλλ’ ἴθι, εἶπεν, ὦ Ζήνων, ἐπιμελήθητι τοὐμοῦ θρέμματος. ὁ δὲ ὑπακούσας, εἶτα ἐπᾴσας αὐτῷ μικρὰ τῶν δογμάτων, ὥσπερ οἱ τὰς Ζαμόλξιδος ἐπῳδὰς θρυλοῦντες, ἀπέφηνεν ἄνδρα ἔμφρονα καὶ σώφρονα.
当各位凯撒的宴席也召集齐备时,尤利乌斯·凯撒第一个入场,他出于野心,竟企图与宙斯本人争夺最高统治权。西勒诺斯看着他说道:“当心啊,宙斯,唯恐此人出于对统治的渴望,竟打算夺去你的王权。因为正如你所见,他又高大又英俊;至少在头部周围,哪怕在别处并非如此,他与我极为相似。”西勒诺斯还在开着这般玩笑,而众神并未对他多加留意时,屋大维走了进来,如同变色龙一般频频变幻颜色,忽而苍白,忽而又涨红,继而发黑、阴暗而乌云密布;但他随后又在阿佛洛狄忒与美惠女神们面前放松下来,并希望自己的目光宛若伟大的太阳一般,因为他不容许任何遇见他的人与他对视。西勒诺斯便说:“天哪,这是个怎样千变万化的怪兽啊!他究竟会给我们带来什么可怕的灾难呢?”阿波罗说道:“别胡扯了;我只要把他交给这边的芝诺,片刻之间就会向你们展示出一块纯金。来吧,芝诺,”他说,“照管好我的养子。”芝诺听从了,随后向他念诵了几句学说教义,就像那些咏唱扎莫尔克西斯符咒的人一样,把他变成了一个明智而有节制的人。
Τρίτος ἐπεισέδραμεν αὐτοῖς Τιβέριος σεμνὸς τὰ πρόσωπα καὶ βλοσυρός, σῶφρόν τε ἅμα καὶ πολεμικὸν βλέπων. ἐπιστραφέντος δὲ πρὸς τὴν καθέδραν ὤφθησαν ὠτειλαὶ κατὰ τὸν νῶτον μυρίαι, καυτῆρές τινες καὶ ξέσματα καὶ πληγαὶ χαλεπαὶ καὶ μώλωπες ὑπό τε ἀκολασίας καὶ ὠμότητος ψῶραί τινες καὶ λειχῆνες οἷον ἐγκεκαυμέναι. εἶθ’ ὁ Σειληνὸς "Ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν" εἰπὼν ἔδοξεν αὑτοῦ φαίνεσθαι σπουδαιότερος. καὶ ὁ Διόνυσος πρὸς αὐτόν, Τί δῆτα, εἶπεν, ὦ παππίδιον σπουδάζεις; καὶ ὅς, Ἐξέπληξέ με ὁ γέρων οὑτοσί, ὁ Σάτυρος, ἔφη, καὶ πεποίηκεν ἐκλαθόμενον ἐμαυτοῦ τὰς Ὁμηρικὰς προβαλέσθαι μούσας. ἀλλά σε, εἶπεν, ἕλξει τῶν ὤτων· λέγεται γὰρ αὐτὸς καὶ γραμματιστήν τινα τοῦτο ἐργάσασθαι. οἰμώζων μὲν οὖν, εἶπεν, ἐν τῷ νησυδρίῳ· τὰς Καπρέας αἰνιττόμενος· τὸν ἄθλιον ἁλιέα ψηχέτω.
第三个奔跑进来的则是提比略,面容庄严而冷峻,眼神中同时流露出节制与好战。然而当他转向座位时,脊背上露出了无数的疤痕:由于放荡与残暴,留下了某些烙印、擦伤、严重的殴痕与瘀斑,宛如被灼烧进去的疥癣与苔癣。于是西勒诺斯念道: ‘异乡人啊,如今你在我眼中显得与先前不同,’说罢显得比平时严肃得多。狄奥尼索斯对他说:“老爷爷,你为何如此认真呢?”他回答道:“正是这个老人——这个萨堤洛斯——惊吓到了我,使我忘乎所以地搬出了荷马的诗句。”狄奥尼索斯说:“但他会扯你的耳朵的;因为据说他自己就曾对某个文书干过这事。”西勒诺斯便说:“那么就让他在小岛上”——暗指卡普里岛——“哀叹着去刮擦那个可怜的渔夫吧。”
ταῦτα ἔτι παιζόντων αὐτῶν, ἐπεισέρχεται θηρίον πονηρόν. εἶτα οἱ θεοὶ πάντες ἀπέστρεψαν τὰ ὄμματα, κᾆτα αὐτὸν δίδωσιν ἡ Δίκη ταῖς Ποιναῖς, αἱ δὲ ἔρριψαν εἰς Τάρταρον. οὐδὲν οὖν ἔσχεν ὁ Σειληνὸς ὑπὲρ αὐτοῦ φράσαι. τοῦ Κλαυδίου δὲ ἐπεισελθόντος, ὁ Σειληνὸς ἄρχεται τοὺς Ἀριστοφάνους Ἱππέας ᾄδειν, ἀντὶ τοῦ Δήμου κολακεύων δῆθεν τὸν Κλαύδιον. εἶτα πρὸς τὸν Κυρῖνον ἀπιδών, Ἀδικεῖς, εἶπεν, ὦ Κυρῖνε, τὸν ἀπόγονον ἄγων εἰς τὸ συμπόσιον δίχα τῶν ἀπελευθέρων Ναρκίσσου καὶ Πάλλαντος. ἀλλ’ ἴθι, εἶπε, πέμψον ἐπ’ ἐκείνους, εἰ βούλει δέ, καὶ ἐπὶ τὴν γαμετὴν Μεσσαλίναν. ἔστι γὰρ ἐκείνων δίχα τουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον.3 ἐπεισέρχεται λέγοντι τῷ Σειληνῷ Νέρων μετὰ τῆς κιθάρας καὶ τῆς δάφνης. εἶτα ἀποβλέψας ἐκεῖνος πρὸς τὸν Ἀπόλλωνα, Οὗτος, εἶπεν, ἐπὶ σὲ παρασκευάζεται. καὶ ὁ βασιλεὺς Ἀπόλλων, Ἀλλ’ ἔγωγε αὐτόν, εἶπεν, ἀποστεφανώσω, ὅτι με μὴ πάντα μιμεῖται μηδὲ ἐν οἷς με μιμεῖται γίγνεται μου μιμητὴς δίκαιος. ἀποστεφανωθέντα δὲ αὐτὸν ὁ Κωκυτὸς εὐθέως ἥρπασεν.
在他们还在以此嬉戏之时,一只邪恶的野兽走了进来。于是众神全都转过头去,接着正义女神将他交给了复仇女神们,她们把他扔进了塔耳塔罗斯。因此西勒诺斯未能就他说出什么话。克劳狄乌斯走进来时,西勒诺斯开始唱起阿里斯托芬的《骑士》,表面上以克劳狄乌斯代替民众而加以谄媚。随后他望着奎里努斯说:“奎里努斯啊,你将后裔带到宴席上,却没有带上他的获释奴纳尔奇苏斯和帕拉斯,这实在不公。去吧,派人去叫他们,如果你愿意,也把他的妻子梅萨莉娜找来;因为没有他们,这个悲剧里的哑角随从,我几乎可以说,完全是没有灵魂的。”西勒诺斯正说着,尼禄带着齐特拉琴和月桂冠走了进来。西勒诺斯注视着阿波罗说:“这家伙正冲着你做准备呢。”阿波罗王说道:“然而我要剥夺他的桂冠,因为他并未在一切事上模仿我,而在他模仿我的那些事上,他也未能成为我名正言顺的模仿者。”他一被剥夺桂冠,科库托斯河便立刻将他卷走了。
- 308dὍρα, εἶπεν, ὦ Ζεῦ, μή σε ὁ ἀνὴρ οὗτος ὑπὸ φιλαρχίας ἀφελέσθαι καὶ τὴν βασιλείαν διανοηθῇ
由祈使语气动词 ὅρα 引出接虚拟语气(διανοηθῇ)的 μή 从句,表示警惕与顾虑(“小心……唯恐……”)。此外,不定式 ἀφελέσθαι 支配双宾格(σε 与 τὴν βασιλείαν),意为“剥夺你的王权”。
- 309aτὰ γοῦν περὶ τὴν κεφαλήν
充当关系宾格短语,修饰随后的形容词 προσόμοιος(“相似的”),意为“至少在头部周围方面”。这里讽刺了历史上凯撒为人熟知的秃顶与萨堤洛斯西勒诺斯的秃顶特征之间的相似性。
- 310cτουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον
句子的核心结构是 ἔστι... τουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα... καὶ ἄψυχον,主语为 τουτὶ τὸ δορυφόρημα(“这个侍从/哑角随员”),表语为 ἄψυχον(“无生命的”)。插入语 μικροῦ δέω φάναι 是习惯表达,意为“我几乎可以说”。
